← 辛普里丘

亚里士多德《论灵魂》注释

§173.20-174.20

完满生命与感觉器官构成对五感的限定

辛普里丘论证了生命的完满性(从空间运动、机巧及顺从理性的角度予以界定)以及感觉器官的完备性构成了除五感外不存在其他感觉的依据。为了证明器官并不匮乏,他引入了通过媒介物的本性推断感觉器官构成(单一或混合)的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#2

ἐὰν οὖν ἥ τε ζωὴ τελεία παρῇ καὶ μὴ ἐλλείπῃ τι τῶν αἰσθητηρίων, εὔλογόν τε καὶ ἀναγκαῖον τοῖς τοιούτοις πάσας ὑπάρχειν τὰς αἰσθήσεις. πῶς οὖν ἡ τελεία ἡμῖν ὁρισθήσεται ζωή, καὶ αὕτη ἡ ἐν θνητοῖς, περὶ ἧς ὁ λόγος; ἐπειδὴ κινήσεως ἔνδοθεν ἄρχει, πρώτη δὲ φύσει ἡ κατὰ τόπον, ἐν τοῖς οὕτως κινουμένοις τὸ τέλειον ζητητέον τῆς κινούσης ζωῆς, ὡς οὐκ ἐκ μέρους μόνου τινός,1 ὡς τὰ ὄστρεια, ἀλλὰ καὶ δι’ ὅλων, καὶ οὐκ ἀορίστως, ὡς σκώληκες καὶ ψύλλαι, ἀλλ’ ὡρισμένως, καὶ οὐκ ἀπεστενωμένον ἔχουσι τὸ ὡρισμένον, ὡς μύρμηκες καὶ μέλισσαι, ἀλλὰ καὶ τὸ ἐπινοητικὸν καὶ εὐμήχανον ἐμφαίνουσι, καὶ μάλιστα τοῖς κατακούειν λόγου δυναμένοις καὶ τάττεσθαι ὑπὸ λόγου καὶ συνεθίζεσθαι καὶ γνωρίζειν τὰ προσταττόμενα ὑπ’ αὐτοῦ ἰσχύουσιν. οὐχ ἥκιστα δὲ τελεία ἡ αἰσθητικὴ ζωὴ ἡ καὶ τῇ κρείττονι πάντῃ ἱκανὴ ἑαυτῆς συμφύεσθαι τῇ λογικῇ· τοῦτο γὰρ ἀκρότητος τεκμήριον. εἰ τοίνυν αὕτη μὲν τελειοτάτη, κατὰ μόνα δὲ ἥδε πέντε εἴδη αἰσθήσεων ὁρίζεται, ἀναγκαῖον μηδὲν ἄλλο αἰσθήσεως ὑπάρχειν εἶδος. καὶ οὐ τοῦτό φημι, ὡς ἡ ἐν τοῖς λογικοῖς αἰσθητικὴ μόνη τελεία· ἐν βάθει γὰρ καὶ τὸ τέλειον,2 καὶ τελειοτάτη μὲν αὕτη· καὶ ἡ ἐν τοῖς ἀλόγοις δὲ κατακούουσα λόγου καὶ ἡ τὸ εὐμήχανον καὶ ἐπινοητικὸν καὶ μὴ ἀπεστενωμένον τὸ ὡρισμένον ἐμφαίνουσα. ἀτελὲς γὰρ ἤδη τὸ ἀπεστενωμένον καὶ τὸ ἀόριστον καὶ τὸ κατὰ τόπον ἀκίνητον, οὐχ ὡς τὸ παρὰ φύσιν, ἀλλ’ ὡς κατὰ φύσιν τῶν εἰς ἔσχατον καὶ ἀμυδρῶς ζώντων ὁριστικόν· διὸ κατὰ φύσιν καὶ τὸ τοιοῦτον ἀτελὲς καὶ εἰδῶν ὅλων ὁριστικόν. ὅτι μὲν οὖν ὅσον ἐπὶ τῇ τελειότητι τῆς ζωῆς οὐκ ἂν ἐν τοῖς τελείοις ἐλλείποι αἴσθησις, ἀρκούντως διὰ τούτων ὑπομεμνήσθω· λείπεται δὲ σκοπεῖν, μὴ ὄργανόν τι ἐλλεῖπον τὴν ἔνδειαν παρέχεται. ἀλλ’ ἐπεὶ τὸ αἰσθητικὸν ὄργανον ἢ μικτὸν ἐκ πάντων τῶν στοιχείων εἶναι ἀνάγκη ἢ ἁπλοῦν, ζητητέον, ἐκ ποίων μὲν ἁπλῶν οἷόν τε εἶναι τὰ αἰσθητήρια, ποίαις δὲ αἰσθήσεσι τὰ ἁπλᾶ καὶ ποίαις τὸ μικτὸν ἀποδοτέον, καὶ εἰ πάντα, ὅσα οἷόν τε εἶναι αἰσθητήρια, ἐν τοῖς τελείοις ὑπάρχει ζῴοις, ἵνα ὅτι μηδὲ τῇ τῶν ὀργάνων ἐνδείᾳ ἐλλείπει τις αἴσθησις γινώσκωμεν. ἐπεὶ τοίνυν διὰ μέσων τινῶν τὰ πρῶτα αἰσθητήρια (οὐ γὰρ ἀμέσως) ὑπὸ τῶν αἰσθητῶν κινεῖται, καλῶς ἀπὸ τῶν μεταξὺ τὴν τῶν αἰσθητηρίων τεκμαίρεται φύσιν. δεκτικά τε γὰρ ἄμφω τῆς τῶν αἰσθητῶν ἐνεργείας, καὶ οἷον συμφυῶς καὶ κατὰ συνέχειαν τὰ μεταξὺ τὴν ἐνέργειαν ἐπὶ τὰ αἰσθητήρια μεταβιβάζοντα τὴν ἑαυτῶν πρὸς ἐκεῖνα ὁμοφυῆ σημαίνει οὐσίαν. οἷον διαφανὲς εἶναι δεῖ τὸ δεκτικὸν τοῦ ὁρατοῦ· ἀμφοῖν οὖν τοῦτο ὑπάρξει, καὶ τῷ μεταξὺ καὶ τῷ αἰσθητηρίῳ. ἀλλὰ καὶ κατ’ οἰκειότητα ἡ ἀπὸ θατέρου ἀβιάστως καὶ αὐτοφυῶς γινομένη μετάδοσις· διὸ ὡς κατὰ συνέχειαν καὶ σύμφυσιν. ὥστε τὸ μέσον ὅμοιον τῷ αἰσθητηρίῳ. τίνα οὖν τὰ μέσα; τὰ μὲν ἐν ἡμῖν, ὡς ἐπὶ ἁφῆς καὶ γεύσεως, τὰ δὲ ἔξωθεν, ὡς ἐπὶ τῶν λοιπῶν αἰσθήσεων. τῶν δὲ ἐν ἡμῖν τὰ περὶ τὴν ἐπιφάνειαν, ἃ καὶ μεταξὺ γίνεται, μικτὰ πάντως, ὅτι ἡ τῶν θνητῶν ζῴων φύσις στερεοῦ μὲν καὶ ἀντιτύπου δεῖται περιβλήματος διὰ τὸ δυσπαθές, οὐ μὴν παντελῶς ἀκινήτου· διὸ οὐχ ἁπλοῦν ἀλλὰ μικτόν.

因此,如果完满的生命在场,且感觉器官无一缺失,那么对于此类存在物而言,具有全部感觉既是合乎情理的,亦是必然的。那么,对于我们而言,完满的生命将如何被定义,而且尤其是论述所关涉的凡俗事物中的这种生命?既然它从内部开启运动,而在本性上首要的运动是空间位置运动,那么便应当在以这种方式运动的事物中探求能动生命的完满性——即并非仅从某个局部运动(如牡蛎),而是通过全身[运动],并且并非漫无规定地运动(如蠕虫和跳蚤),而是有规定地运动,并且不是使所规定的东西变得狭隘(如蚂蚁和蜜蜂),而是亦展现出具有构想力与机巧之物,尤其是在那些能够听从理性、接受理性规整、习惯于此并有力认识到由理性所吩咐之物的事物中探求。当感觉生命能够在各个方面与其自身之上更优越的理性生命浑然合一时,这种感觉生命尤为完满;因为这是达到顶峰的明证。因此,如果这种生命是最完满的,且仅仅依照五种感觉的形式被限定,那么必然不存在任何其他种类的感觉。而我并非由此断言唯独理性存在物中的感觉[生命]是完满的;因为完满性亦具有深度,虽说这一种最为完满,但在无理性事物中听从理性者,以及展现出机巧、具有构想力且未将所规定的东西狭隘化者,亦是完满的。因为被狭隘化的、无规定的以及在空间位置上不动的,固然已是不完满的,但这并非作为违反本性之物,而是作为依据本性规定那些处于最底层且微弱生存者的特性;因此,这种不完满性亦是符合本性的,并且是对整个物种的规定。 因此,就生命的完满性而言,在完满者中绝不可能匮乏某种感觉,这一点通过上述论述已得到充分的提醒;剩下的则是审视是否有某种器官的缺失造成了这种匮乏。然而,既然感觉器官必然要么是由所有元素构成的混合物,要么是单一简单的,那么便须探讨,感觉器官能够由何种单一元素构成,应当将单一器官赋予何种感觉,将混合器官赋予何种感觉,以及凡能够作为感觉器官的所有事物是否都存在于完满的动物之中,以便我们知晓亦非因器官的匮乏而缺少某种感觉。既然初级感觉器官是通过某些媒介(因为并非直接地)受感觉对象推动的,因此他[亚里士多德]从居间之物推断感觉器官的本性是十分恰当的。因为两者皆能接受感觉对象的活动,并且居间之物仿佛浑然一体且依连续性将活动传递给感觉器官,这表明它们自身的实体与那些器官是同质的。例如,能够接受可见之物者必须是透明的;因此这一性质将同时属于两者,既属于居间之物亦属于感觉器官。而且依照亲和性,从一者向另一者的传递是自然而无强迫地发生的;因此犹如依据连续与同生。从而居间之物相似于感觉器官。 那么,居间之物是什么呢?有些在我们内部,如触觉和味觉的情形;有些则来自外部,如其余感觉的情形。而在我们内部的居间之物中,表皮周围的部分(它们亦充当居间者)完全是混合的,因为凡俗动物的本性为了不易受损,需要坚固且具抗阻性的外被,但绝非完全不动;因此它不是单一简单的,而是混合的。

语法注2 条
  1. 3.1ὡς οὐκ ἐκ μέρους μόνου τινός

    在对比性的介词短语与副词短语(ὡς οὐκ ἐκ μέρους... ἀλλὰ δι' ὅλων...)连用之后,句式过渡为限定动词(ἔχουσι, ἐμφαίνουσι),随后又接续与前文 τοῖς οὕτως κινουμένοις 呼应的与格修饰成分(καὶ μάλιστα τοῖς... ἰσχύουσιν)。整个结构详述了应当在何处探求能动生命的完满性(τὸ τέλειον... τῆς κινούσης ζωῆς)。

  2. 3.1ἐν βάθει γὰρ καὶ τὸ τέλειον

    省略了系动词 ἐστί,意为“完满性亦具有深度[层次或幅度]”。它为紧接着的对比(καὶ τελειοτάτη μὲν αὕτη... καὶ ἡ ἐν τοῖς ἀλόγοις δὲ...)提供依据,说明完满性并非非黑即白,无理性事物亦可在一定程度上具备完满性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:173.20-174.20