← 辛普里丘

亚里士多德《论灵魂》注释

§172.3-173.20

第三卷的主旨与五种感觉之外无其他感觉

辛普利丘说明第三卷的主旨在于探讨理性灵魂,但亚里士多德之所以从感觉开始,是为了确立五种感觉之外并无其他感觉。他阐述了这一论点对感觉感知自身的意义,并指出五种感觉的完备性并非基于归纳或元素对应,而是基于生命的完满性与感官的完备性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#1

" Ὅτι δ’ οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε." Ὁ μὲν προηγούμενος σκοπὸς ἐν τῷ τρίτῳ βιβλίῳ περὶ τῆς προαιρετικῆς εἰπεῖν ψυχῆς, τουτέστι τῆς ἐν τοῖς θνητοῖς λογικῆς καὶ νοερᾶς, ἐπεὶ καὶ ἐν τῇ ὅλῃ πραγματείᾳ τὴν περὶ τῆς ἐν τοῖς θνητοῖς ψυχῆς ἐνεστήσατο θεωρίαν, ὡς ἐντεῦθεν καὶ ἐπὶ τὰς κρείττους ἴσως κατά τινα ἀναλογίαν ἀναπεμφθησομένων ἡμῶν,1 καὶ οὐχ ἥκιστα ἐκ τῆς ἐν τούτοις λογικῆς. ἐν δὲ τῷ δευτέρῳ τὴν πλείστην ποιησάμενος διδασκαλίαν περὶ τῆς καὶ τοῖς ἄλλοις ζῴοις κοινῆς, ἐν τῷ τρίτῳ τὸν προηγούμενον ἐνίσταται σκοπὸν περὶ τῆς λογικῆς. ἄρχεται δὲ ἀπὸ τῆς αἰσθήσεως, ἅμα μὲν συνεχῆ πρὸς τὰ πρότερα τὸν λόγον ἐργαζόμενος, ἅμα δὲ ἵνα ῥᾷον ἐκ παραθέσεως τὴν ἑτερότητα θεωρῶμεν τῆς λογικῆς ζωῆς πρὸς αὐτήν, καὶ πρός γε ἵνα καὶ ὅσον εἰς τὴν αἴσθησιν τοῦ λόγου ἥκει ἴχνος ἐπισκοπῶμεν, ὡς τὸ ἀμέριστον, ὡς τὸ χωριστόν πως, ὡς τὸ ἑαυτῆς ἀντιληπτικόν, καὶ ἐπειδὴ χρῆται ὁ πρακτικὸς νοῦς καὶ τῇ αἰσθήσει. ζητεῖ δὲ εὐθὺς ἐν ἀρχῇ, εἰ ἔστι τις ἄλλη παρὰ τὰς πέντε αἰσθήσεις, ἵνα καὶ ἐκ τῆς ἐπαγωγῆς τὴν τοῦ λόγου πρὸς αὐτὰς διαφορὰν θεωροῦντες μὴ ἀμφισβητῶμεν ὡς καὶ ἄλλης τινὸς οὔσης ἡμῖν ἀγνώστου ὑπολελειμμένης, καὶ ἐπειδὴ ἐπιστημονικόν, ἐφ’ ὅσον οἷόν τε, τὰ εἴδη πάντα περιλαμβάνειν τῶν γνωστῶν. χρήσιμον δὲ καὶ πρὸς τὸ ἑκάστην αἴσθησιν πιστώσασθαι ἑαυτῆς ἀντιληπτικὴν εἶναι, ὅταν ἡ ὄψις τοδὶ ὁρῶσα τὸ χρῶμα καὶ ὅτι γινώσκει συναισθάνηται. οὐ γὰρ λόγος πρώτως γνωριστικός, ἐπειδὴ μερικὸν καὶ ἄτομον τὸ γνωστόν· ἀλλ’ οὐδὲ ἑτέρα τις αἴσθησις, ἐπεὶ μήτε τῶν λοιπῶν τεσσάρων τις, μήτε ἔστιν ἄλλη τις παρὰ τὰς πέντε· ὡς καὶ διὰ τοῦτο ἀναγκαῖον εἶναι τὸ περὶ τοῦ μὴ ἄλλην παρὰ τὰς πέντε ὑπολελεῖφθαι αἴσθησιν,2 ἵνα μὴ ἐκείνης οἰκείαν τὴν ἑκάστης ὑπονοήσωμεν συναίσθησιν. καὶ ἔοικεν ἢ μόνως ἢ μάλιστα τῇ τοῦ λογικοῦ ζῴου ἀπονέμειν αἰσθήσει τὸ γνωριστικόν πως ἑαυτῆς· διὸ καὶ ἐν τῷ τρίτῳ προτείνεται βιβλίῳ. νοῦ γὰρ μάλιστα καὶ δευτέρως τοῦ λόγου οἰκεῖον τὸ ἑαυτοῦ γνωριστικόν, καὶ ζωῆς χωριστῆς σωμάτων (τὸ γὰρ σῶμα διὰ τὸν μερισμόν, ἄλλων ἀλλαχοῦ κειμένων αὐτοῦ τῶν μορίων, ἀνεπίστροφον πρὸς ἑαυτό), ὥστε καὶ αἰσθήσει τῇ λογοειδεῖ, εἰ καὶ μὴ παντελῶς, ἀλλὰ πῇ ἀπολυομένῃ παντὸς σώματος. πόθεν οὖν ὅτι οὐκ ἔστιν ἄλλη αἴσθησις παρὰ τὰς πέντε; οὐκ ἐκ τῆς ἐπαγωγῆς ἡ πίστις· πλείω γὰρ τῶν ἡμῖν φανερῶν ζῴων τὰ ἀφανῆ, τὰ μὲν καὶ θνητά, τὰ δὲ ὅσα δαιμόνια. οὐδὲ μὴν ἐκ τῶν στοιχείων, ὡς ἰδίως ἑκάστου οἰκείᾳ ὑποπίπτοντος αἰσθήσει τεσσάρων ὄντων καὶ τῆς ἀναθυμιάσεως, ἧς λέγεται εἶναι ἡ ὄσφρησις, ὡς τοῦ πυρὸς μὲν ἡ ὄψις, ἀέρος δὲ ἡ ἀκοὴ καὶ τῶν λοιπῶν αἱ λοιπαί, ὕδατος ἡ γεῦσις καὶ γῆς ἡ ἁφή. οὐ γὰρ τῇ ὄψει μόνῃ, ἀλλὰ καὶ τῇ ἁφῇ ὡς θερμὸν γνωρίζεται τὸ πῦρ. ἄδηλον οὖν, μὴ καὶ ἄλλη τίς ἐστιν αὐτῷ ποιότης,3 ἣν ἀγνοοῦμεν ἡμεῖς διὰ τὸ ἀντιληπτικὴν αὐτῆς ἐλλείπειν ἡμῖν αἴσθησιν. πόθεν οὖν, ὅτι πέντε μόναι αἱ αἰσθήσεις, πιστοῦται ὁ Ἀριστοτέλης; ἔκ τε τῆς ζωτικῆς ἐν ἡμῖν τελειότητος καὶ ἐκ τῶν αἰσθητηρίων μὴ ἐλλειπόντων. ἐλλείποι γὰρ ἄν τις αἴσθησις ἢ διὰ τὸ ἀμυδρὸν καὶ οἷον ἀπεψυγμένον τῆς ζωῆς, ἀδυνατούσης κατὰ πάσας ἐνεργεῖν, ἢ διὰ τὸ τὰ ὄργανα ἐνδεῖν, ἅπερ ἐστὶ τὰ αἰσθητήρια.

“除了这五种之外,不存在别的感觉。” 在第三卷中,主要旨趣在于论述具选择能力的灵魂,即凡俗事物中的理性与理智灵魂,因为在整部论著中,他[亚里士多德]考察了关于凡俗事物中灵魂的理论,预期我们或许从这里依据某种类比被提升至更优越的灵魂,尤其是从这些事物中的理性灵魂提升。而在第二卷中他讲授了绝大部分关于与其他动物所共有的灵魂,在第三卷中则树立了关于理性灵魂的主要旨趣。但他从感觉出发,既是为了使论述与前述内容保持连贯,同时亦为了使我们通过对比更容易考察理性生命相对于感觉的相异性,更是为了让我们审视理性的痕迹在多大程度上延及感觉——例如不可分性、某种意义上的可分离性,以及感知自身的能力——并且由于实践理智亦使用感觉。他在开篇便立刻探讨在五种感觉之外是否还存在某种别的感觉,以便我们在通过归纳考察理性与它们的差异时,不至于因怀疑还有某种我们所未知的别的感觉被遗留下来而产生争议,并且因为尽可能涵括所有可知事物的形式是符合科学要求的。这对于确立每一种感觉皆能感知自身亦很有用,当视觉看见这一特定颜色时,亦共同感知到自己在认识。因为并非理性在首要意义上进行认识,既然所知之物是具体的且不可分的;但亦非某种别的感觉,因为它既非其余四种感觉之一,亦不存在五种之外的任何别的感觉;因此为了不让我们将每种感觉的共同感知归属于那另一感觉,关于没有在五种之外遗留别的感觉的论述亦是必然的。他[亚里士多德]似乎将以某种方式认识自身的能力要么单独、要么尤其赋予了理性动物的感觉;因此这一论点亦在第三卷中提出。因为认识自身尤其属于理智,其次属于理性,属于脱离物体的生命(因为物体由于其可分性,各部分处在不同的地方,无法回归自身),从而亦属于类理性的感觉,即便不是完全脱离,亦在某种程度上脱离了一切物体。那么,凭什么得出五种之外没有别的感觉呢?这种确信并非来自归纳;因为不可见的动物比向我们显现的动物更多,其中一些甚至是有生灭的,另一些则是精怪性的。这亦非来自诸元素,即假定在四个元素以及据说嗅觉所针对的气蒸中,每一个皆专门归属于其固有的感觉——犹如视觉属于火,听觉属于空气,其余的感觉属于其余元素,味觉属于水而触觉属于土。因为火不仅通过视觉,亦通过触觉作为热而被认识。因此,火是否还具有某种因我们缺乏感知它的感觉而不知晓的别的性质,依然是不明了的。那么,亚里士多德究竟凭什么确证只有五种感觉呢?既凭我们内在生命的完满性,亦凭感觉器官并不匮乏。因为某种感觉若会匮乏,要么是由于生命微弱且近乎冷却、无法依照所有感觉来活动,要么是由于作为感觉器官的工具缺失。

语法注3 条
  1. 3.1ὡς ἐντεῦθεν καὶ ἐπὶ τὰς κρείττους ἴσως κατά τινα ἀναλογίαν ἀναπεμφθησομένων ἡμῶν

    连词 ὡς 结合将来时分词的属格独立结构(ἡμῶν ἀναπεμφθησομένων),表示亚里士多德在建立该理论时所抱有的主观目的或预期(“预期我们或许会被提升”)。

  2. 3.1ὡς καὶ διὰ τοῦτο ἀναγκαῖον εἶναι τὸ περὶ τοῦ μὴ ἄλλην παρὰ τὰς πέντε ὑπολελεῖφθαι αἴσθησιν

    结构 ὡς + 不定式(εἶναι)引导由前述理由引出的结果或补充说明;主语是冠词化的介词短语 τὸ περὶ τοῦ...(“关于……的讨论/论点”)。

  3. 3.1ἄδηλον οὖν, μὴ καὶ ἄλλη τίς ἐστιν αὐτῷ ποιότης

    谓语形容词 ἄδηλον 连接由 μὴ 引导的表示怀疑或忧虑的从句(“是否……仍不明确”),伴随直陈式现在时 ἐστιν,表达存在某种尚未被发现的性质的实际可能性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:172.3-173.20