- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:170.9-171.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明光、声音、气味等感觉对象本身不对物体产生物理作用,而是承载它们的气流、重量或热等底层性质在起作用,而触觉对象与滋味则能通过质变对物体产生作用;进而阐释了空气作为媒介的受动与动物的感觉(认知活动)之间的区别(424b9–424b17)。
" Ἅμα δὲ δῆλον καὶ οὕτως· οὔτε γὰρ φῶς καὶ σκότος οὔτε ψόφος οὔτε ὀσμὴ οὐδὲν ποιεῖ τὰ σώματα, ἀλλ’ ἐν οἷς ἐστιν." Καὶ τὸ ἐπιχείρημα τοῦτο εἰς ταὐτὸν τείνει τῷ προειρημένῳ, ὅτι εἰς τὰ σώματα ὡς σώματα δηλαδὴ οὐ δρᾷ τὰ τῶν αἰσθητῶν εἴδη καθ’ αὑτά, ἀλλὰ κατὰ τὰ ὑποκείμενα αὐτοῖς· ὡς ἡ βροντὴ ῥήγνυσι ξύλα ἐνίοτε οὐχ ὡς ψοφοῦσα, ἀλλὰ τῷ τὸ πνεῦμα, ἐν ᾧ ὁ ψόφος, σφοδρῶς κινούμενον ἐμπίπτειν εἰς τὸ ξύλον· ὅτι οὐ μόνον ὡς αἰσθητὰ οὐδὲν δρᾷ τὰ αἰσθητά, ἀλλ’ οὐδὲ καθ’ αὑτὰ τῆς ἀφ’ ἑαυτῶν ἐνεργείας μεταδιδόντα, κατ’ ἄλλο δέ τι,1 ὡς εἰ τὸ κεχρωσμένον ἐπικείμενόν τῳ εἰς τὸ κάτω συνωθοίη, οὐ κατὰ τὸ χρῶμα δηλαδή, ἀλλὰ κατὰ τὴν βαρύτητα, καὶ εἰ θερμαίνοι, κατὰ θερμότητα. οὔτε οὖν ὡς αἰσθητὸν οὔτε ὡς χρῶμα δρῴη ἂν τότε.
“同时由此亦可明了:因为光与暗、声音与气味皆不对物体产生任何作用,倒是它们居于其中的事物起作用。” 这个论证亦与前述观点旨趣相同:也就是说,感觉对象的诸形式就自身而言并不作用于作为物体的物体,而是依照作为其底层承受体的事物起作用;正如雷电有时劈裂树木,不是由于作为发声者,而是由于声音所居于其中的风暴剧烈运动并冲击树木。这是因为感觉对象不仅作为感觉对象不起任何作用,甚至亦不就自身传布源于自身的现实活动,而是依照某种别的事物起作用;正如被着色之物置于某物之上若向下挤压,显而易见不是依照颜色,而是依照重量,若加热,则是依照热。因此在彼时它既不作为感觉对象亦不作为颜色起作用。
"Ἀλλὰ δὴ τὰ ἁπτὰ καὶ οἱ χυμοὶ ποιοῦσιν." Δοκεῖ μὲν τῷ ἐναντίῳ συνηγορεῖν, ὅτι δρᾷ τὰ αἰσθητὰ καὶ εἰς τὰ μὴ αἰσθητικά, δι’ ἀμφοῖν δὲ τοῖν λόγοιν τὸ ἀληθὲς ἐμφαίνει, ὅτι καὶ ὡς αἰσθητά ποτε δρᾷ τὰ εἴδη τῶν αἰσθητῶν, ὥστε εἰς τὸ αἰσθητικόν, καὶ ὡς μὴ αἰσθητά. καὶ τοῦτο διχῶς· καὶ γὰρ κατὰ τὰ εἴδη ἑαυτῶν καὶ κατὰ τὰ ἑαυτοῖς ὑποκείμενα ἢ συνυπάρχοντα. ὅτι γὰρ δρᾷ, ἐκ τῶν ἁπτῶν μάλιστα ἐναργὲς καὶ ἐκ τῶν χυμῶν· καὶ γὰρ θερμαίνεται καὶ τὰ ἄψυχα καὶ γλυκέα γίνεται καὶ ἁλμυρὰ ἀλλοιούμενα, ὡς καὶ αὐτὸς λέγει, καὶ κατὰ τὸν εἰρημένον ἡμῖν πρῶτον πάσχοντα τρόπον.
“然而可触知对象与滋味确实产生作用。” 他[亚里士多德]表面上似乎在为相反的立场辩护,即感觉对象亦作用于无感觉之物,但他通过这两种论说揭示了真相:感觉对象的诸形式有时作为感觉对象起作用,从而作用于具感觉能力者,有时则不作为感觉对象起作用。而后一种情况有两种方式:既依照它们自身的形式,亦依照其底层承受体或与其共存者。因为它们起作用,这一点从可触知对象和滋味中最显而易见;因为正如他自己所言,无灵魂之物亦被加热,且在发生质变时变甜或变咸,并依照我们所说的第一种方式承受作用。
"Τί οὖν ἐστι τὸ ὀσμᾶσθαι παρὰ τὸ πάσχειν;" Παρὰ τὸ οὕτω πάσχειν,2 ὡς ὁ ἀὴρ ὁ τὴν τοῦ ὄζοντος διαβιβάζων ἐνέργειαν, ἑκατέρου καὶ τοῦ μεταξὺ καὶ τοῦ αἰσθητικοῦ εἰδητικὴν δεχομένου ἐνέργειαν.
“那么,嗅闻除了承受作用之外又是什么呢?” 除了像传递散发气味者之活动的空气那样承受作用之外[又是什么呢];介质与具感觉能力者二者皆接受形式性的现实活动。
"Ἢ τὸ μὲν ὀσμᾶσθαι αἰσθάνεσθαι." Τουτέστιν οὐ κατὰ μόνην τὴν ἔξωθεν ἵστασθαι ἐνέργειαν, ἀλλὰ καὶ κατ’ οἰκείαν, εἴ γε γνωστικῶς ἐστιν ἐνεργεῖν τὸ αἰσθάνεσθαι.
“或者,嗅闻乃是进行感觉?” 这就是说,不仅停留在来自外部的活动中,而且亦依照固有的活动而成立,既然进行感觉就是认知性地活动。
"Ὁ δὲ ἀὴρ παθὼν ταχέως αἰσθητὸς γίνεται." Τὸ μὲν διαφανὲς ἀθρόαν δέχεται τὴν ἀπὸ τοῦ φωτίζοντος ἐνέργειαν, τὸ δὲ διηχὲς καὶ δίοσμον οὐκ ἀθρόως μέν, ἐπειδὴ τῷ προπάσχειν πως δέχεται τὴν ἐνέργειαν, τὸ δὲ πάθος ἐν χρόνῳ, ταχέως δέ. παθὼν οὖν ὁ ἀήρ, ἢ ὡς τῷ προπαθεῖν ἐνεργείᾳ δίοσμος γινόμενος ἢ καὶ ὡς ἑτέρωθεν τὴν τοῦ ὀσφραντοῦ ἐνέργειαν δεχόμενος, αἰσθητὸς γίνεται· ἐνίοτε μὲν καὶ αὐτὸς ποιούμενος καὶ ὀσφραντὸς γινόμενος, πάντως δὲ τὴν τοῦ ὀσφραντοῦ ἐνέργειαν εἰς τὴν ὄσφρησιν ἄγων,3 ἑκατέρως δὲ οὐκ αἰσθητικὸς ἀλλ’ αἰσθητὸς γινόμενος, διότι μὴ καὶ ἔνδοθεν κατ’ οἰκείαν ἐνέργειαν κατὰ τὸ τοῦ αἰσθητοῦ ἵσταται εἶδος.
“但空气一旦承受作用,便迅速成为可感知的。” 透明体一举接受来自照明者的活动,而通音体与透香体则非一举接受,因为它们通过以某种方式预先承受作用来接受活动,而受动是在时间中的,然而它们接受得极其迅速。因此空气承受作用之后,或者通过预先承受作用而成为现实的透香体,或者从他方接受可嗅物的活动,从而成为可感知的:有时由于自身亦被赋予性质并成为可嗅物,但无论如何是将可嗅物的活动引向嗅觉;然而在两种情况下皆不是成为具感觉能力者,而是成为可感知的,这是因为它并未从内部依照固有活动立于感觉对象的形式之下。
- 2.206ὅτι οὐ μόνον ὡς αἰσθητὰ οὐδὲν δρᾷ τὰ αἰσθητά, ἀλλ’ οὐδὲ καθ’ αὑτὰ τῆς ἀφ’ ἑαυτῶν ἐνεργείας μεταδιδόντα, κατ’ ἄλλο δέ τι
连词 ὅτι 引出一个同位语从句,承接上文雷电的例证,对前面提出的论题加以重申和展开。分词短语 καθ’ αὑτὰ... μεταδιδόντα 与主语 τὰ αἰσθητά 一致,与后文的 κατ’ ἄλλο δέ τι 相对照(即“甚至不就自身传布源于自身的活动,而是依照某种别的事物[起作用]”)。
- 2.208Παρὰ τὸ οὕτω πάσχειν
承接引文提问(“Τί οὖν ἐστι τὸ ὀσμᾶσθαι παρὰ τὸ πάσχειν;”)的省略句。仅保留介词短语,意即“除了像这样[即像空气那样]承受作用之外[又是什么呢]”。
- 2.210ἐνίοτε μὲν καὶ αὐτὸς ποιούμενος καὶ ὀσφραντὸς γινόμενος, πάντως δὲ τὴν τοῦ ὀσφραντοῦ ἐνέργειαν εἰς τὴν ὄσφρησιν ἄγων
由 μέν 和 δέ 构成的对照结构。区分了两种情况:空气自身被赋予性质并转化为可嗅物本身(ἐνίοτε... ποιούμενος,其中 ποιούμενος 为 ποιόω 的被动态,意为“被赋予性质”),以及无论如何都将可嗅物的活动传递至嗅觉(πάντως... ἄγων)。
