- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:168.30-170.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论灵魂》卷二第十二章(424b2–424b3)中关于植物连同质料一道承受作用、以及不能嗅闻之物是否承受气味作用的疑难,辛普利丘通过将作用与受动区分为三个层次(质变、媒介对形式的传递、感觉性认知)来阐明该问题。
" Ἀλλὰ πάσχειν μετὰ τῆς ὕλης." Τουτέστιν ὁριζόμενα ταῖς ποιότησι καὶ κατ’ αὐτὰς χαρακτηριζόμενα, ἀλλ’ οὐχὶ καὶ εἰς τὴν κατ’ αὐτὰς ἐγειρόμενα γνωστικὴν ἐνέργειαν. καὶ ὥσπερ ἡ ἐνέργεια κατὰ τὸ εἶδος καὶ σὺν τῷ εἴδει, οὕτως ἡ πεῖσις μετὰ τῆς ὕλης. εἰ γὰρ καὶ προηγουμένως τὸ σύνθετον τῇ θερμότητι ἐν τῷ θερμαίνεσθαι ὁρίζεται, ἀλλὰ καὶ ἡ τοῦ συνθέτου ὕλη, καὶ ὡς αὐτὴ πρώτως ὑπὸ τῶν οὐσιωδῶν εἰδῶν, οὕτω τὰ σύνθετα ταῖς ποιότησιν.1
“然而乃是连同质料一道承受作用。” 这就是说,它们被诸性质所规定,并依照这些性质被赋予特征,但并没有被唤起进入依照这些性质的认知活动。正如活动依照形式并连同形式一道存在,受动亦连同质料一道存在。因为即使复合物在被加热时首要地被热所规定,复合物的质料亦被规定,正如质料自身首要地被实体性形式所规定一样,复合物亦如此被诸性质所规定。
"Ἀπορήσειε δ’ ἄν τις, εἰ πάθοι ἄν τι ὑπὸ τῆς ὀσμῆς τὸ ἀδύνατον ὀσφρανθῆναι." Εἰρηκὼς καὶ ἀναίσθητα ἔνια πάσχειν, καὶ τούτων τὰ μὲν μετὰ τῆς ὕλης, ὡς τὰ θερμαινόμενα καὶ ψυχόμενα, τὰ δὲ ἄνευ ὕλης, ὡς τὸν κηρὸν δεχόμενον τὸ ἐν τῷ δακτυλίῳ σημεῖον ἄνευ τοῦ χρυσοῦ ἢ τοῦ σιδήρου, πάσχειν δὲ εἰπὼν καὶ τὴν αἴσθησιν, διὰ τῶν προκειμένων ἀποριῶν τε καὶ λύσεων τὸ διάφορον τῶν παθῶν διακρίνει καὶ τῶν τὰ πάθη ἐμποιουσῶν ποιήσεων. αἱ μὲν γὰρ ἀλλοιοῦσαι καὶ τρέπουσαι τὸ δεχόμενον δρῶσι, καὶ δῆλον ὡς καὶ τὰ δεχόμενα ἀλλοιούμενα πάσχει, ὡς τὰ βαπτόμενα πάσχει χρωματιζόμενα καὶ τὰ εὐωδίας τινὸς ἐκ τῶν παρακειμένων μεταλαγχάνοντα καὶ γλυκαζόμενα ἄττα καὶ θερμαινόμενα ἢ καὶ εὐηχότερα γινόμενα, ὡς ἡ μαλαττομένη καὶ τεινομένη χορδή· αἱ δὲ κατὰ μόνον τὸ εἶδος ἐνεργοῦσαι καὶ εἴδους τινὸς ἄνευ πάθους γινόμεναι εἰς τὸ δεχόμενον μεταδοτικαί,2 ὥσπερ τὸν κηρὸν ἔφην τοῦ σημείου μεταλαγχάνειν, καὶ ἔτι καθαρώτερον ὁ ἀὴρ τοῦ φωτὸς καὶ ὅλως τὰ μεταξὺ τῶν τε αἰσθητηρίων καὶ τῶν αἰσθητῶν, τὴν τοῦ αἰσθητοῦ διαβιβάζοντα ἐνέργειαν. οὕτω γὰρ καὶ τὴν τοῦ χρώματος τὰ διαφανῆ καὶ τὴν τοῦ ψοφητικοῦ μὲν τὰ διηχῆ, τὴν δὲ τοῦ ὀσφραντοῦ τὰ δίοσμα· εἰ δὲ καὶ ἡ γλῶττα καὶ ἡ σὰρξ μεταξύ, ἔχοιμεν ἂν καὶ ἐπὶ τῶν χυμῶν καὶ ἐπὶ τῶν ἁπτῶν τὰ τὴν ἐνέργειαν ὡς τὰ διαβιβαστικὰ δεχόμενα, ἀλλ’ ἐνταῦθα ὡς ἅμα καὶ αἰσθητικὰ δευτέρως. αἱ δέ τινες ποιήσεις αἰσθητῶν οὖσαι ὡς αἰσθητῶν, ὅταν τὸ δεκτικὸν αἰσθητικὸν ᾖ, εἴ γε πρὸς ἄλληλα ταῦτα λέγεταί τε καὶ ἐνεργεῖ, τὸ μὲν αἰσθητικὸν αἰσθητοῦ ὂν αἰσθητικόν, τὸ δὲ αἰσθητὸν αἰσθητικῷ ὂν αἰσθητόν. ἐνεργεῖ οὖν ὡς αἰσθητὸν εἰς τὸ αἰσθανόμενον, ὡς δὲ χρῶμα καὶ ὡς ψόφος τὸ μὲν εἰς τὸ διαφανὲς τὸ δὲ εἰς τὸ διηχές, κἂν μὴ τὸ ὁρῶν ἢ τὸ ἀκοῦον ᾖ, οὐκ ἐν τῷ ἐνεργεῖν τι, ἀλλ’ ἐν τῷ δέχεσθαι τὴν ἄλλων ἐνέργειαν ἐντελεχείᾳ γινομένου διαφανοῦς ἢ διηχοῦς, τοῦ δὲ αἰσθητικοῦ καὶ ἐν τῷ ἐνεργεῖν· ἡ γὰρ κριτικὴ ἐνέργεια αὐτοῦ. τριττὴ γοῦν ἥ τε ποίησις καὶ ἡ πάθη, ἡ μὲν κατ’ ἀλλοίωσιν καὶ τροπὴν τοῦ δεχομένου, ἡ δὲ κατὰ εἰδητικῆς ἐνεργείας μετάδοσιν μὲν τοῦ ποιοῦντος, μετάληψιν δὲ τοῦ δεχομένου, πάθην καὶ αὐτὴν διὰ τὴν ἔξωθεν τελείωσιν λεγομένην, ἡ δὲ πρὸς τῇ ἔξωθεν εἰσδοχῇ καὶ κατὰ τὴν οἰκείαν ὁριζομένη ἐνέργειαν, πάθη καὶ αὐτὴ διὰ τὴν ἑτέρωθεν οὖσα εἰσδοχήν· καὶ ἐνταῦθα ἡ αἴσθησις μόνον. διὸ οὐ πᾶσι πάθη αἰσθητική. διακρίνων οὖν ταῦτα ὁ φιλόσοφος ἀπορεῖ, εἰ τὸ ὀσφραντὸν ἢ τὸ χρῶμα δρᾷ τι εἰς τὸ μὴ αἰσθητικόν. καὶ τέως ὅτι μὴ δρᾷ συνηγορεῖ, εἴπερ, φησίν, ὀσφραντὸν μὲν ἡ ὀσμή, ἡ δὲ ὀσμὴ εἰς τὴν ὄσφρησιν ποιεῖ, αἴσθησις δέ τις ἡ ὄσφρησις, καὶ συνάγει τὰ μὴ ὀσφραινόμενα μὴ πάσχειν ὑπὸ ὀσμῆς. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων, φησίν, ὡς μὴ ὑπὸ χρώματος ἄλλο τι πάσχειν εἰ μὴ τὸ ὁρατικόν. διὸ ἐπάγει ὡς οὐδὲ τῶν δυνατῶν, ἀλλ’ ᾗ αἰσθητικὸν ἕκαστον.3 κἂν γὰρ αἰσθάνεσθαι δύνηται τὸ ἀκουστικόν, ἀλλ’ οὐχ ὑπὸ χρώματός τι πείσεται, ᾗ δέ ἐστιν αἰσθητικόν, ὑπὸ ψόφου, καὶ τὸ γευστικὸν ὑπὸ χυμοῦ. δῆλον δὲ ὡς ἀληθῆ τὰ λεγόμενα, ἐὰν μὴ ὡς χρῶμα ἁπλῶς ἢ ὡς ὀσμή, ἀλλ’ ὡς αἰσθητὸν νοῆταί τε καὶ λέγηται· οὐδὲ γὰρ τὰ ἀναίσθητα ὡς ὑπὸ αἰσθητῶν πάσχει.
“人们或许会提出疑难:那不可能嗅闻之物是否会受到气味的任何作用。” 他[亚里士多德]既已说明某些无感觉之物亦承受作用,且在这些事物中,一类连同质料一道承受作用,如被加热和被冷却的事物,另一类则无质料地承受作用,如蜡接受印戒中的印记而无需金或铁,并且他亦说明感觉亦承受作用,于是便通过面前的疑难及其解答,区分了诸受动之间的差异以及产生这些受动的诸作用之间的差异。因为某些作用是通过使接受者发生质变和转化而起作用的,显而易见,接受者亦在发生质变的同时承受作用,正如被染之物在着色的同时承受作用,某些事物从邻近之物分得芬芳,某些事物被弄甜、被加热,或者像琴弦被松弛和张紧时音调变得更为优美;而另一些作用则是仅仅依照形式而活动,且在不伴随受动的情况下将某种形式传达给接受者,正如我说过蜡分得印记那样,更为纯粹的是空气分得光,以及总括而言在感觉器官与感觉对象之间的媒介物,它们传递感觉对象的现实活动。因为透明体以这种方式传递颜色的活动,通音体传递发声者的活动,透香体传递可嗅物的活动;如果舌与肉亦是媒介,那么在滋味和可触知对象上,我们亦会有像传递者那样接受现实活动的事物,但在此处它们同时作为第二意义上的感觉者。另有一些作用则是感觉对象作为感觉对象的活动,只要接受者是具感觉能力的,既然这些事物互为相对而言说并相互活动,感觉能力是感觉对象的感觉能力,而感觉对象则是相对于感觉能力的感觉对象。因此,它作为感觉对象作用于感觉者,但作为颜色作用于透明体,作为声音作用于通音体,即使看见者或听见者不在场;透明体或通音体并不是通过自身有所活动,而是通过接受他者的活动而成为现实的透明体或通音体,而感觉机能则亦在于自身活动;因为判定性的活动乃是其固有的活动。无论如何,作用与受动皆有三重:第一种依照接受者的质变与转化;第二种依照施动者对形式性活动的传达与接受者的受纳,这由于来自外部的完善亦被称为受动;第三种除了来自外部的容纳之外,亦依照自身的固有活动而被规定,这由于来自他方的容纳自身亦是一种受动;而感觉仅居于此处。因此感觉性受动并非属于一切事物。故而哲学家区分了这些之后提出疑难:可嗅物或颜色是否会对无感觉能力之物产生任何作用。他暂且赞成不产生作用的观点,因为正如他说,如果气味是可嗅物,而气味作用于嗅觉,嗅觉则是某种感觉,他便推导得出不嗅闻之物不承受气味的作用。他说同样的道理亦适用于其余感觉,以至于除了具视觉能力者之外,没有任何别的事物承受颜色的作用。因此他接着说,即使在具能力者中亦没有任何事物[承受作用],除非各个事物在作为具感觉能力者的限度内。因为即便具听觉能力者能够感觉,它亦决不会受到颜色的任何作用,而是在其作为具感觉能力者的限度内受到声音的作用,具味觉能力者则受到滋味的作用。然而显然,所说的话唯有在不是单单作为颜色或作为气味、而是作为感觉对象被理解和言说时才是真实的;因为无感觉之物亦并非像受到感觉对象的作用那样承受作用。
- 2.204καὶ ὡς αὐτὴ πρώτως ὑπὸ τῶν οὐσιωδῶν εἰδῶν, οὕτω τὰ σύνθετα ταῖς ποιότησιν.
在比较句式 ὡς... οὕτω... 中,动词 ὁρίζεται 作为共同的谓语被省略。前半句为“正如质料自身首要地被实体性形式[所规定]一样”,后半句为“复合物亦[被]诸性质[所规定]”,构成对仗关系。
- 2.205αἱ δὲ κατὰ μόνον τὸ εἶδος ἐνεργοῦσαι καὶ εἴδους τινὸς ἄνευ πάθους γινόμεναι εἰς τὸ δεχόμενον μεταδοτικαί
短语 αἱ δὲ 指代前文的 ποιήσεις,引出第二类作用。分词 ἐνεργοῦσαι 与 γινόμεναι 构成并列,后者接谓语性形容词 μεταδοτικαί(具传达性的)作为补足语,与 εἰς τὸ δεχόμενον 连用。
- 2.205διὸ ἐπάγει ὡς οὐδὲ τῶν δυνατῶν, ἀλλ’ ᾗ αἰσθητικὸν ἕκαστον.
此处呼应亚里士多德的原文(424b8)。由 ἐπάγει(他接着说)引出的间接引语中,省略了主要动词 πάσχει(或 πείσεται)。结构当理解为:“即使在具有感觉能力者中亦没有任何事物[承受作用],唯有在各个事物[对该对象]作为具感觉能力者的限度内[才承受作用]”。
