- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:15.24-16.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德在《论灵魂》403a3–403a7中提出的疑难,即灵魂的情态究竟是与身体共有还是属于灵魂固有(可分离的),阐明了从植物性生命到观照理智的诸活动在不可分离性上的层级结构,并解释了为何“知解”被认为最接近灵魂的固有之物。
" Ἀπορίαν δὲ ἔχει καὶ τὰ πάθη τῆς ψυχῆς, πότερόν ἐστιν ἅπαντα κοινὰ καὶ τοῦ ἔχοντος ἢ ἔστι τι καὶ τῆς ψυχῆς ἴδιον αὐτῆς." Πάθη μὲν ὡς καὶ πρότερον ἔφαμεν ψυχῆς οὐχ ἁπλῶς πᾶσαν αὐτῆς καλεῖ ἐνέργειαν, ἀλλὰ τῆς παθούσης καὶ ἔξω ἀφ’ ἑαυτῆς προϊούσης· οὐ γὰρ δὴ καὶ τὰς μονίμους αὐτῆς ἐνεργείας1 καὶ μὴ ἀφισταμένας τῆς οὐσίας, ἀλλὰ συνδρόμους οὔσας αὐτῇ. ἀξιοῖ δὲ ἀπὸ τούτων ὡς ἀπὸ φανερῶν εἰς τὴν ψυχικὴν ἀνάγεσθαι οὐσίαν, καὶ πρός γε εἰς τὰς τῇ οὐσίᾳ συνδρόμους ἐνεργείας, τὸ κρύφιον καὶ ταύτας ὁμοίως ἐχούσας τῇ οὐσίᾳ. διὸ καὶ οὐ ῥᾴδιον ὡς αὐτὸς ἔφη ταύτας λαβεῖν, ἐξ ὧν μόνων τὸ χωριστὸν πάντῃ σωμάτων αὐτῆς καταδησαίμεθα ἄν. φαίνεται γὰρ τὸ μὲν οὐσίαν πᾶσαν εἶναι ψυχὴν ὡς ἐναργὲς τιθέμενος, ἐπειδὴ καὶ πᾶσα ζωὴ οὐσία καὶ ἡ ἐσχάτη, ὡς τῶν ἐναντίων δεκτική οἷον ἡδονῆς λύπης, ἐπιθυμίας ἀποστροφῆς, καὶ ὡς κινητικὴ καὶ συνεκτικὴ σωμάτων, καὶ τῶν ζώντων συμφυῶς ὁριστική, ἅπερ τῶν ἄλλων πάντων σωμάτων κυριώτεραί εἰσιν οὐσίαι. ὅπερ δὲ τὸ ζῶν δευτέρως, τοῦτο πρώτως ἡ ζωή, καθ’ ἣν καὶ τοῖς ζῶσι τὸ εἶναι ἅπερ ἐστί. πρώτως οὖν καὶ κυριώτερον οὐσία πᾶσα ζωή. ζητεῖ δὲ εἰ ἔστι τις ψυχὴ χωριστὴ παντελῶς σωμάτων. τὸ μὲν γὰρ ἀχωρίστους εἶναι πολλὰς ζωὰς καὶ τοῦτο ὡς ἐναργὲς ὑποτίθεται, ἐπειδὴ μηδὲ αἱ ἐνέργειαι αὐτῶν χωρισταὶ σωμάτων. ἀξίωμα δὲ ἀληθέστατον καὶ ἐναργέστατον τὸ οἰκείας ἐπὶ ταῖς οὐσίαις εἶναι τὰς ἐνεργείας· ζωτικαὶ μὲν γὰρ αἱ τῶν ζώντων, λογικαὶ δὲ αἱ τῶν λογικῶν· ὥστε καὶ τὴν χωριστὴν οὐσίαν χωριστὰς πάντως ἔχειν ἐνεργείας. αἰσθήσεις δὲ πᾶσαι καὶ φαντασίαι καὶ τὰ ταύταις συνυπάρχοντα πάθη ὀργὴ θάρρος ἐπιθυμία ἀποστροφὴ οὐκ ἄνευ σωμάτων· ὥστε οὐδὲ ἡ ταῦτα πάσχουσά τε καὶ ἐνεργοῦσα ψυχὴ πάντῃ χωριστή. ἐπεὶ δὲ πολλαὶ αἱ κατὰ βάθος τοῦ ἀχωρίστου διαφοραί, αἱ μὲν ἔσχαται ἀχώριστοι ὡς τοῦ ὀργανικοῦ σώματος οὖσαι ἐντελέχειαι, καθ’ ἃς ζωτικῶς δύναται κινεῖσθαι, αἱ δὲ ὡς κινητικαὶ τοῦ ὀργάνου αἱ ἀνάλογον τῷ πλωτῆρι, αἳ καὶ τὸ ἀχώριστον ἔχουσι κρειττόνως. ὡς γὰρ κινητικαὶ τῶν κινουμένων ὑπερέχουσαι πάντως διὰ τὴν πρὸς αὐτὰ ἐνέργειαν ἀχώριστοι αὐτῶν ὑπάρχουσι, δυνάμεναι καὶ χωριστὰς ἔχειν ἄλλας αὗται, ὡς καὶ ὁ πλωτὴρ τῆς νεὼς τὰς βαδιστικὰς φέρε. ἄλλον δὲ τρόπον ἀχώριστοι αἱ πρακτικαὶ τοῦ λόγου ἐπιστῆμαι, κατὰ μόνην τὴν ἐλάττονα αἰσθήσει καὶ φαντασίᾳ συμπλεκόμεναι καὶ διὰ τοῦτο κοιναὶ καὶ τοῦ ἔχοντος, κατὰ δὲ τὴν μείζω2 οὐδὲν αὐτοῦ προσδεόμεναι. ὁμοίως δὲ καὶ ὅσαι θεωρητικαὶ τῶν φυσικῶς ὄντων. αἱ δὲ περὶ τὰ νοητὰ οὐδὲν μὲν αὐτῷ χρώμεναι, ὅσαι δὲ κατὰ προβολὴν ἐνεργοῦσαι τὴν περὶ τῶν νοητῶν ποιοῦνται θεωρίαν, οὐκ ἄνευ φαντασίας εἰσὶν ὡς ἐπακολουθούσης αὐτῆς ἀλλ’ οὐ συνεργούσης, καθάπερ ἡ σκιὰ τῷ ἐν φωτὶ σώματι, διὰ τὴν ἔξω πρόοδον τοῦ λόγου κινοῦντος τὴν φαντασίαν. ταύτῃ οὖν ἀχώριστος καὶ ἥδε ὡς ὅλως ἀκολουθοῦσαν ἔχουσα, ἐπεὶ ἡ μόνιμος καὶ εἰς τὸ οὐσιῶδες συναιροῦσα τὴν ἐνέργειαν, παντελῶς ἐστι χωριστή, οὐδὲ ὁπωσοῦν συγκινουμένης τῆς ὁποιασοῦν σωματοειδοῦς ἢ ὀρέξεως ἢ γνώσεως.
“灵魂的诸情态亦存有疑难,究竟是全都连同具有它者所共有,还是亦有某种属于灵魂自身的固有之物。” 正如我们此前亦曾说过的,他并非将灵魂的一切现实活动径直称为其情态,而是将承受受动并出离自身的〔灵魂〕之现实活动称为情态;盖他绝非把灵魂那些常驻且不脱离其实体、反而与其并驰的现实活动[称为情态]。他认为理应从这些显明的事物出发,回溯到灵魂的实体,乃至回溯到那些与其实体并驰的现实活动,后者同其实体一样具有隐蔽性。因而正如他自己所言,把握这些活动并非易事,唯有从它们出发,我们才能确凿论定灵魂全然可与身体相分离。因为他显然将一切灵魂皆为实体作为昭显之理而确立,盖一切生命哪怕是最末位的亦是实体,因为它能够接纳诸对立面,例如快乐与痛苦、欲望与排拒,并且能够运动与凝系诸身体,作为同生地规定着那些活物者,而活物比起所有其他身体乃是更本原的实体。活物在第二位上所是者,生命在第一位上即是之,活物依其本性之所是的存在亦顺应生命而存。因此,在第一位上且更本然地,一切生命皆为实体。然而他探求是否存在某种全然脱离身体的灵魂。因为许多生命不可分离,这也作为昭显之事被设定,盖它们的现实活动亦未能脱离身体。而最真实且最显明的公理乃是:现实活动本属于实体;盖活物的现实活动是生命性的,理性者的活动是理性的;是以可分离的实体亦无论如何具有可分离的现实活动。但一切感觉、表象以及与它们共存的情态(如愤怒、勇敢、欲望、排拒)皆非脱离身体而有;是以承受并实现这些活动的灵魂亦非全然可分离。既然在不可分离性的深度上存在诸多差异,最末位者乃是作为器质身体的完全实现而不可分离,身体顺应它们而能以生命的方式被运动;另一些则作为器官的运动者而类似舵手,它们以更为优越的方式具有不可分离性。盖作为运动者,它们固然超越被运动者,却因朝向被运动者的现实活动而在任何情况下都不能与它们分离,但它们自身亦能具有其他可分离的活动,如同船上的舵手亦可具有行走的活动。在另一种方式下,理性的实践性知识是不可分离的,它们仅就小前提而言与感觉和表象交织在一起,并因此连同具有它者所共有,但在大前提上却丝毫不需它。观照自然之物的诸知识亦同样如此。至于关于可知解对象的知识则全然不使用身体;然而凡是依投射活动而进行关于可知解对象之观照的知识,皆非脱离表象而有,表象如影随行般伴随着它而非协同工作,宛如光中的身体之影子,这是由于理性向外进发时运动了表象。因此,在此意义上这[一种活动]亦因拥有完全随伴的表象而属于不可分离,既然那常驻且将其现实活动收摄入实质之中者乃是完全可分离的,没有任何有形体的欲求或认知以任何方式与之一同被运动。
"Μάλιστα δ’ ἔοικεν ἰδίῳ τὸ νοεῖν." Τὸ αἰσθάνεσθαι ὡς κοινὸν παραθέμενος, καὶ τὰς παθητικὰς ὀρέξεις τὸ ὀργίζεσθαι καὶ θαρρεῖν καὶ ἐπιθυμεῖν ὑπὸ τὸ αἰσθάνεσθαι καὶ ταῦτα ἄγων, διότι τὰ πάθη ἢ αἰσθήσεις ἢ οὐκ ἄνευ αἰσθήσεως, καὶ ἀντιθεὶς τὸ νοεῖν, περιέλαβε δηλονότι3 ἐν τῷ νοεῖν πάσας τὰς ὑπὲρ τὴν αἴσθησιν ζωάς, τουτέστι τὴν φαντασίαν καὶ πᾶσαν τὴν κατὰ λόγον ἐνέργειαν, αἷς ἀμφοτέραις κοινὸν τὸ ἔνδοθεν ἄρχεσθαι καὶ ἐξ ἑαυτῶν ἐγείρεσθαι. καὶ διὰ τοῦτο μάλιστα ἰδίῳ τῆς ψυχῆς ἔοικεν.
“知解似乎最似固有之物。” 他将感觉列为共有之物,又将受动性的欲求(如发怒、大胆和欲望)置于感觉之下,因为诸情态若非感觉则必定非无感觉而有,并将知解与之相对立;显而易见,他在知解中囊括了一切高于感觉的生命,即表象以及一切顺应理性的现实活动,对于二者而言,由内发端并自自身唤起乃是共同的。亦正因如此,它看起来最似灵魂的固有之物。
- 1.23οὐ γὰρ δὴ καὶ τὰς μονίμους αὐτῆς ἐνεργείας
此处省略了前一句中的主动词 καλεῖ(“称……”)及其宾语补足语 πάθη(“情态”)。连词组合 οὐ γὰρ δὴ... 表达强烈的否定性说明,理解为“盖他绝非把恒常的现实活动[称为情态]”。
- 1.23κατὰ μόνην τὴν ἐλάττονα ... κατὰ δὲ τὴν μείζω
指代三段论前提(πρότασις)的省略表达。在实践三段论中,涉及普遍原则的大前提(ἡ μείζων πρότασις)不需要身体器官,而涉及个别事物的小前提(ἡ ἐλάττων πρότασις)则与感觉及表象密不可分。
- 1.24Τὸ αἰσθάνεσθαι ὡς κοινὸν παραθέμενος ... καὶ ἀντιθεὶς τὸ νοεῖν, περιέλαβε δηλονότι
长句结构,三个与主语(亚里士多德)一致的分词 παραθέμενος、ἄγων 与 ἀντιθεὶς 顺次引导其伴随动作,最终统摄于主语的谓语动词 περιέλαβε(“囊括了”)。其中 διότι 引导的分句说明了为何诸受动性欲求被归于感觉之下。
