- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:167.12-168.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解亚里士多德《论灵魂》424a24–424a32,论述了共通感觉所居的第一感觉器官(精气)、感觉器官与感觉能力在同一性与存在上的差异、感觉对象的过度对器官及其理性原则(中庸)的破坏,以及植物虽受可触知对象作用却无感觉的原因。
" Αἰσθητήριον δὲ πρῶτον, ἐν ᾧ ἡ τοιαύτη δύναμις." Αἰσθητήριον μὲν καθ’ ἑκάστην αἴσθησιν ἄλλο· τὸ δὲ ἐν ᾧ τὸ κοινὸν πάσης αἰσθήσεως, περὶ οὗ νῦν ὁ λόγος, πρῶτον, εἰκότως τὸ ζωτικὸν ὂν πνεῦμα. ἐν ᾧ ἡ τοιαύτη δύναμις, ἡ κοινὴ πασῶν περιληπτικὴ αἴσθησις, καὶ οὐχὶ τις ἀλλ’ ἁπλῶς οὖσα αἴσθησις, ὡς καὶ σὺν πάσαις ἐνεργοῦσα καὶ εἰς ἑαυτὴν πάσας συνάγουσα.
“而第一感觉器官,乃是这样一种能力居于其中的器官。” 每一特殊感觉的器官各不相同;但一切感觉所共有之物居于其中的器官——即现在所讨论的对象——则是第一器官,这理所当然是生命性的精气。这样一种能力,即囊括一切感觉的共同感觉,便居于其中,它不是某一种特定的感觉,而是纯粹的感觉,与所有感觉一同活动,并将所有感觉聚集于自身之中。
"Ἔστι μὲν οὖν ταὐτόν, τὸ δ’ εἶναι ἕτερον." Ἦν μὲν καὶ ἡ τοῦ ζωτικοῦ ὀργάνου ὡς τοιούτου χαρακτηριστικὴ ψυχὴ εἴδους ἔχουσα πρὸς αὐτὸ λόγον ὡς εἰδοποιούμενον κατ’ αὐτήν, ἦν δὲ καὶ ἡ ὡς ὀργάνῳ αὐτῷ χρωμένη ψυχή· ἐντελέχεια γὰρ ἦν αὐτοῦ καὶ ἥδε κατὰ τὴν ῥέπουσαν πρὸς αὐτὸ νεῦσιν, διὰ τὸ χρῆσθαι αὐτῷ ὁριζομένη· ὡς ἑνὸς καὶ τοῦ χρωμένου καὶ τοῦ ὀργάνου γινομένου διὰ τὴν μίαν ἀμφοῖν ἐνέργειαν ὡς ἓν μὲν καὶ ταὐτὸν γίνεσθαι ἐξ ἀμφοῖν, τῷ δὲ εἶναι διαφέρειν ἀλλήλοιν καὶ διακεκρίσθαι·1 μάλιστα μὲν τὸ χρώμενον καὶ τὸ αἰσθητήριον, ὅπερ τὸ αἰσθανόμενον, καὶ αὐτὸ δὲ τὸ αἰσθητικόν, διττὴν ἔχον τὴν αἰτίαν, τὴν μὲν ὑλικὴν ὡς μέγεθος καὶ ὡς σῶμα, τὴν δὲ εἰδητικὴν κατὰ τὴν ὡς ζωτικὸν ὄργανον αὐτὸ εἰδοποιοῦσαν ζωὴν αἰσθητικήν. οὔτε γὰρ αὕτη μέγεθος οὔτε μᾶλλον ἡ χρωμένη ψυχή, ἀλλὰ λόγος τις καὶ δύναμις ἐκείνου· ἡ μὲν ὡς αὐτοῦ τοῦ ὀργάνου ὁριστική, ἡ δὲ ὡς ἐν τῷ χρῆσθαι αὐτῷ οὐσιωμένη λόγος κυρίως καὶ οὐχὶ εἶδος εἰρημένη. τὸ μὲν γὰρ ἀμέριστον, ἡ δὲ ἀνειλιγμένη ἐστὶν οὐσία·2 τοιαύτη δὲ ἡ ψυχικὴ ζωή. ἐπεὶ δὲ πολλοὶ καὶ ζωτικοὶ καὶ φυσικοί εἰσι λόγοι, εἰκότως λόγος τις ἡ αἰσθητικὴ εἴρηται ζωή· ἀλλὰ καὶ δύναμις εἰκότως τοῦ αἰσθητηρίου, ἡ μὲν καθ’ ἣν ζωτικῶς κινεῖται, ἡ δὲ ὡς κινητική. ἐντελέχεια γὰρ τοῦ δυνάμει ἡ κίνησις· καὶ δύναμις οὖν καὶ ἡ ἐν τῷ κινουμένῳ καὶ ἡ ἐν τῷ κινοῦντι. διώρισται δὲ ἐν τῷ δέλτα τῆς Μετὰ τὰ φυσικὰ περὶ δυνάμεως.
“因此二者是同一的,但其存在却是不同的。” 作为如此这般之物的生命性器官所固有的灵魂,对于依照它而被赋予形式的器官而言具有形式的理性原则,而将其作为工具加以使用的灵魂亦存在着;因为后者依照朝向器官倾斜的意向亦是器官的现实活动,且通过使用它而被规定;既然使用者与器官由于两者的单一活动而合为一体,二者便成为一个且同一的事物,但在存在上彼此不同且相互区分。尤其是使用者与感觉器官(即感觉之物)〔是如此〕,而且感觉机能本身〔也是如此〕,它具有双重原因:质料原因在于作为广延和物体,形式原因则在于作为生命性器官而赋予其形式的感觉性生命。因为后者既不是广延,使用它的灵魂更不是广延,而是器官的某种理性原则与能力;前者作为器官本身的规定者,后者作为在使用器官中获得其实体者,严格说来被称为理性原则而非形式。因为形式不可分割,而灵魂则是展开的实体;灵魂的生命即是如此。既然有许多生命性与自然性的理性原则,感觉性生命理所当然被称为某种理性原则;但它理所当然亦被称为感觉器官的能力,一种是器官据以生命性地被推动的能力,另一种则是作为推动者的能力。因为运动乃是潜在之物的现实活动;因此在被推动者之中的能力与在推动者之中的能力皆是能力。关于能力,已在《形而上学》卷五(Δ)中有所界定。
"Φανερὸν δ’ ἐκ τούτων, καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰ αἰσθητήρια." Αὐτή τε γὰρ ἡ αἰσθητικὴ ζωή, τῶν ἀντικειμένων οὖσα εἰδῶν γνωριστικὴ καὶ πρὸς ἄμφω ὁμοίως ἔχουσα, μεσότης ἐστὶν οὐ τῷ ὑπ’ ἀμφοῖν ὁρίζεσθαι, ἀλλ’ ὡς ἀμφοτέρων ἐνεργητική, καὶ ὀργάνῳ ἐγγίνεται οἰκείῳ δεκτικῷ ὁμοίως τῶν ἀπ’ ἀμφοῖν ἐμφάσεων. διὸ ἐν μεσότητι καὶ αὐτό, οὐ τῇ προβλητικῇ ἀλλὰ τῇ δεκτικῇ, οὐχὶ καθαρᾶς ἐνεργείας ἀλλὰ τῆς πρὸς πάθος συμμιγοῦς. ἐὰν οὖν τὸ πάθος τὴν συστατικὴν φθείρῃ μεσότητα δι’ ὑπερβολὴν ὁποτερουοῦν τοῖν ἄκροιν, φθείρεται τὸ αἰσθητήριον ὡς αἰσθητήριον, καὶ λύεται ὁ λόγος φησίν, ὅ ἐστιν ἡ αἴσθησις. φθειρομένου γὰρ τῇ ἀσυμμετρίᾳ τοῦ δεκτικοῦ καὶ τὴν ὡς ὀργάνου μερικὴν ὁριστικὴν ζωὴν φθείρεσθαι ἀνάγκη, ἐν τῷ ἐκεῖνο ὁρίζειν οὐσιωμένην, καὶ τὴν χρωμένην, ἐὰν ἐν τῷ τοιούτῳ μόνῳ χρῆσθαι οὐσίωται· ὡς εἴ γε μή, ἀλλ’ ἢ χωριστὰς ἔχοι ἐνεργείας, ὡς ὁ πλωτὴρ τῆς νεὼς ἢ ἄνθρωπος, ἢ πρώτως ἐν ἀιδίῳ ὑφίσταται σώματι, ὡς μηκέτι μὲν τούτῳ χρωμένη λύεται, οὐχ ἁπλῶς δέ.3
“由此亦显而易见,究竟为何感觉对象的过度会损毁感觉器官。” 因为感觉性生命自身认识对立的诸形式且对两端具有同等关系,因而是一种中庸,这不是由于它被两端所规定,而是作为两者之现实活动的发出者,并且它产生于适宜的、同等地接受来自两端之投射的器官之中。因此器官自身亦处于中庸之中,不是投射性的中庸,而是接受性的中庸,并非纯粹活动的中庸,而是与受动相混合的活动的中庸。因此,如果受动由于两极端中任何一端的过度而破坏了构成性的中庸,感觉器官作为感觉器官就被损毁了,正如他所说,作为感觉本身的理性原则亦被瓦解。因为当接受者由于不均齐而被损毁时,那在规定该器官中获得实体、作为器官的局部的规定性生命必然亦被损毁,而使用它的生命,如果仅仅在对此类器官的使用中获得其实体,亦必然被损毁;因为若非如此,而是要么具有分离的活动,如舵手对于船或人那样,要么首先在永恒的物体中持存,则虽然作为不再使用这一器官者而解体,却并非端地被消灭。
"Ὥσπερ καὶ ἡ συμφωνία καὶ ὁ τόνος κρουομένων σφόδρα τῶν χορδῶν." Ἐνίοτε μὲν καὶ κοπτομένων αὐτῶν, ὅτε καὶ ἁπλῶς ἀναιρεῖται ἡ συμφωνία, ἐνίοτε δὲ μόνης παρεμποδιζομένης τῆς συμφώνου ἐνεργείας διὰ τὴν τῆς πληγῆς σφοδρότητα. ἔχει δὲ τὸ ὑπόδειγμα οἰκείως πρὸς τὴν σωματοειδῆ τοῦ ὀργάνου συμμετρίαν, ἀλλ’ οὐχὶ πρὸς τὴν αἰσθητικὴν ζωήν· οὐ γὰρ συμφωνία αὕτη, τῇ δὲ συμφωνίᾳ ἐπανθοῦσα.
“犹如琴弦受到剧烈打击时和声与张力亦被损毁一样。” 有时琴弦自身亦被折断,此时和声亦被端地消除;有时则仅仅由于撞击的剧烈,和谐的活动受到阻碍。这一例证适用于器官的物体性匀称,而不适用于感觉性生命;因为感觉性生命并非和声,而是绽放于和声之上。
"Καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, ἔχοντά τι μόριον ψυχικὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν." Φανερῶς καὶ ἡ ζήτησις εἴρηται καὶ ἡ εὕρεσις τοῦ αἰτίου, ἀπό τε τῆς σωματικῆς ἰδιότητος ὡς ὑλικῆς καὶ ἀπὸ τῆς ζωῆς ὡς εἰδητικῆς. τὸ μὲν γὰρ μὴ ἔχειν μεσότητα κατὰ τὴν σωματοειδῆ νοητέον τῶν ἄκρων μεταξὺ συμμετρίαν, τὴν δὲ τῶν αἰσθητῶν δεκτικὴν εἰδῶν ἀρχὴν κατὰ τὴν αἰσθητικὴν ζωήν, ἐφ’ ἧς ὅπως τὸ δεκτικὸν νοητέον ἤδη διώρισται.
“以及究竟为何植物虽然具有灵魂的某种部分且承受可触知对象的作用,却不进行感觉。” 无论问题的探究还是原因的发现,都明白地从作为质料的物体性特质以及作为形式的生命两方面陈述出来。因为缺乏中庸应当按照两端之间的物体性匀称来理解,而接受可感觉形式的原则应当按照感觉性生命来理解;关于在感觉性生命上接受性应作何理解,先前已经作了界定。
- 2.200ὡς ἑνὸς καὶ τοῦ χρωμένου καὶ τοῦ ὀργάνου γινομένου διὰ τὴν μίαν ἀμφοῖν ἐνέργειαν ὡς ἓν μὲν καὶ ταὐτὸν γίνεσθαι ἐξ ἀμφοῖν, τῷ δὲ εἶναι διαφέρειν ἀλλήλοιν καὶ διακεκρίσθαι
第一个 ὡς 引导表示原因或情态的属格独立结构(ἑνὸς... γινομένου),其后的第二个 ὡς 则引导结果不定式(ἓν... γίνεσθαι... διαφέρειν...)。该结构解释了亚里士多德的原题,即器官与能力在基底上同一而在本质(τῷ εἶναι)上各异:使用者与工具因单一活动而合一,却在定义上保持区分。
- 2.200τὸ μὲν γὰρ ἀμέριστον, ἡ δὲ ἀνειλιγμένη ἐστὶν οὐσία
在此对比中,中性的 τὸ μέν 指代前述的“形式”(εἶδος),而阴性的 ἡ δέ 则指代“理性原则”(λόγος)或“灵魂的生命”(ψυχικὴ ζωή)。该句以此论证为何灵魂的生命严格来说被称为理性原则而非形式:形式是不可分的(ἀμέριστον),而灵魂则是展开的(ἀνειλιγμένη)实体。
- 2.201ὡς εἴ γε μή, ἀλλ’ ἢ χωριστὰς ἔχοι ἐνεργείας... ἢ πρώτως ἐν ἀιδίῳ ὑφίσταται σώματι, ὡς μηκέτι μὲν τούτῳ χρωμένη λύεται, οὐχ ἁπλῶς δέ
该句包含条件句的省略与语气交替。εἰ μή 否定了紧接在前的前提(“如果它仅仅在使用此类器官中获得其实体”)。其后以祈愿语气 ἔχοι 与直陈语气 ὑφίσταται 并列列出灵魂具有可分离性的两种可能方式,最后的 ὡς... λύεται 则构成限制性从句,表明即使因不再使用该器官而解体,亦非端地(绝对地)被消灭。
