← 辛普里丘

亚里士多德《论灵魂》注释

§165.29-167.11

无质料接受形式与感觉的定义

辛普利丘注解了亚里士多德关于感觉是“不带质料而接受可感觉形式者”的定义(424a17–21),论述了感觉器官的物理受动与感觉灵魂的主动判别活动之间的关系,以及感觉对象并非作为物理复合体、而是依照其形式作用于认识的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.197

" Ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν αἰσθητῶν εἰδῶν ἄνευ τῆς ὕλης." Ὅτι δεκτική τίς ἐστιν οὐσία ἡ αἴσθησις ἐναργές. ἐπεὶ δὲ πολλαὶ καὶ ἄλλαι τοιαῦται, τὸ ἴδιον τῆς αἰσθητικῆς νῦν παραδίδοται, τὸ ὑπό τινος ἔξωθεν πάσχειν καὶ μὴ ἀφ’ ἑαυτῆς τὸ ὅλον ἐγείρεσθαι εἰς τὴν κατ’ ἐνέργειαν θεωρίαν, ὡς νοῦς καὶ ἐπιστήμη καὶ δόξα καὶ αὐτὴ ἤδη ἡ φαντασία· ἀλλ’ ἐπειδὴ πᾶσα ἡ κατ’ ἐνέργειαν γνῶσις τῷ εἴδει ὁρίζεται τοῦ γνωστοῦ οὐ πάσχουσα αὐτὸ ἀλλ’ ἐνεργοῦσα, καὶ ἐνεργοῦσα οὐ ποιητικῶς ἀλλὰ κριτικῶς καὶ συνετικῶς, αἱ μὲν ἄλλαι γνωστικαὶ ἐνέργειαι ἐκ τῆς οἰκείας τελειοῦνται οὐσίας, τὸ τοῦ γνωστοῦ εἶδος ἀφ’ ἑαυτῶν προβαλλόμεναι, ἡ δὲ αἰσθητικὴ καὶ τοῦ αἰσθητοῦ ἔξω κειμένου δεῖται πρὸς τὴν τοῦ γνωστοῦ εἴδους κατ’ ἐνέργειαν προβολήν. διὸ καὶ παθητικὴ καὶ δεκτικὴ λέγεται τῶν εἰδῶν ὡς ἀλλαχόθεν οἷον ἐπεισιόντων καὶ ὑπὸ ἑτέρων τελειουμένη. ὅπερ σημαίνει διὰ τὸ ἐσχάτην οὖσαν ὀργάνῳ χρῆσθαι,1 καὶ οὕτως, ὡς μήτε αὐτὴν ἰσχύειν εἰς τὸ ἀρκεῖν ἑαυτῇ πρὸς τὴν χρῆσιν μήτε τὸ ὄργανον ἔχειν ἀρκούμενον τῇ χρωμένῃ ζωῇ, δεόμενον δὲ προπαθεῖν τι ὑπὸ τοῦ αἰσθητοῦ, ἅμα τῇ ἔξωθεν πείσει καὶ τῆς ζωτικῆς ἐγειρομένης ἐνεργείας· ὡς τὸ μὲν ὄργανον σῶμα ὂν αἰσθητικῶς ζῶν παθητικὴν ἔχειν τὴν ἐνέργειαν, τὴν δὲ χρωμένην ἀπαθῶς ἐνεργεῖν, συμμέτρως τῇ παθητικῇ τοῦ ὀργάνου ἐνεργείᾳ τοὺς τῶν αἰσθητῶν λόγους ἔνδοθεν προβάλλουσαν, καθ’ οὕς, ὡς εἴρηται, συνίησι καὶ κριτικῶς ἐνεργεῖ. δεκτικὴ τοίνυν λέγεται τῶν εἰδῶν καὶ πάσχειν ὑπὸ τοῦ ἔχοντος χρῶμα ἢ χυμὸν ἢ ψόφον τῷ δεῖσθαι τὸ ὄργανον αὐτῆς παθεῖν ὑπὸ τούτων, ἔμφασίν τινα τῶν ἐν αὐτοῖς δεξάμενον εἰδῶν. ὡς γὰρ ἡ ἐν τῷ ποιοῦντι ἐνέργεια οἰκεία τῷ ἀποτελουμένῳ εἴδει, οὕτω καὶ ἡ κατὰ εἴδη πεῖσις ἐμφαίνει τὴν πρὸς τὰ δρῶντα οἰκειότητα, καὶ τῇ ἐγγινομένῃ τῷ αἰσθητηρίῳ τοῦ εἴδους ὑπὸ τοῦ αἰσθητοῦ ἐμφάσει καὶ ἡ ἐν αὐτῷ ἐνεργεῖ ζωὴ καὶ ἡ χρωμένη κατ’ οἰκείους τῇ ἐν τῷ αἰσθητηρίῳ παθητικῇ ἐνεργείᾳ λόγους καθαρὰν τὴν κριτικὴν προβάλλεται ἐνέργειαν, οὐ πάσχουσα ἥδε οὐδὲ δεχομένη ἔξωθεν τὰ εἴδη (ἔνδοθεν γὰρ ἡ γνῶσις, ὥστε καὶ ἡ κατὰ τὸ γνωστὸν στάσις), ἀλλὰ πάσχειν καὶ γίνεσθαι τὰ εἴδη λέγεται ἡ αἴσθησις τῷ τὸ αἰσθητήριον τὰς εἰδητικὰς ἔξωθεν δέχεσθαι ἐμφάσεις, καὶ οὐκ ἄνευ τοῦ ἐνεργεῖν. δέχεται δὲ τὰ εἴδη ἄνευ ὕλης· οὐ γὰρ εἶδος ἀλλ’ εἰδοπεποιημένον ἅπαν ἐστὶν αἰσθητόν. ὥσπερ δὲ ἔστι κατὰ τὸ εἶδος, οὕτως αὐτὸ καὶ λέγει ἡ αἴσθησις κατὰ τὸ εἶδος, καὶ γινώσκεται κατ’ αὐτό. καὶ τὸ αἰσθητήριον οὖν τὴν τοῦ εἴδους δέχεται ἔμφασιν καὶ ἡ αἴσθησις κατὰ τὸ εἶδος ἑστῶσα τὸ αἰσθητὸν γινώσκει. ὡς οὖν ὁ κηρὸς τὴν τοῦ χρυσοῦ δακτυλίου δέχεται σφραγῖδα, οὐ τὸν χρυσὸν εἰσδεχόμενος οὐδὲ ὡς ὑπὸ χρυσοῦ πάσχων, ἀλλὰ μόνον τὸν τύπον καὶ ὡς ὑπὸ τετυπωμένου πάσχων· "Ὁμοίως δὲ καὶ ἡ αἴσθησις ἑκάστου ὑπὸ τοῦ ἔχοντος χρῶμα ἢ χυμὸν ἢ ψόφον πάσχει, ἀλλ’ οὐχ ᾗ ἕκαστον ἐκείνων λέγεται, ἀλλ’ ᾗ τοιόνδε, κατὰ τὸν λόγον." Πάσχει μὲν ἡ αἴσθησις τῷ τοῦ αἰσθητηρίου προηγουμένως πάσχοντος εἰς τὴν οἰκείαν ἐγείρεσθαι ἐνέργειαν,2 καὶ πάσχει ὑπὸ τοῦ συναμφοτέρου· οὐ καθὸ δὲ ἕκαστον ἐκείνων λέγεται. καὶ τὸ συναμφότερον γὰρ κατὰ τὸ εἶδος ἐνεργεῖ καὶ ἡ αἴσθησις τὴν εἰδητικὴν δέχεται ἐνέργειαν, οὐχ ὡς ὁριζομένη οἷον λευκαινομένη ἢ ψοφοῦσα ἢ γλυκαζομένη ἢ θερμαινομένη, οὐδὲ ταύτῃ πάσχουσα, ἀλλ’ ὡς κατὰ τὸ λευκὸν ἢ τὸν ψόφον ἢ ὁτιοῦν τῶν λοιπῶν ἐνεργοῦσα γνωστικῶς, πάσχειν δὲ λεγομένη τῷ ἔξωθεν τοῦ αἰσθητηρίου τὴν ἐνέργειαν δεχομένου τότε καὶ αὐτὴ ἐγείρεσθαι. κἂν γὰρ θερμαίνηται τὸ σῶμα, οὐκ ἐν τῷ θερμαίνεσθαι τοῦ εἴδους ἡ εἰσδοχή, ἀλλ’ ἐν τῷ κατὰ τὸ εἶδος τοῦ θερμοῦ γνωστικῶς ἐνεργεῖν, ἐπεὶ ὡς θερμανθὲν τὸ ὄργανον αἰσθητὸν ἀλλ’ οὐκ αἰσθητικὸν γίνεται. ὥστε κἂν διακρίνηται ὑπὸ τοῦ λευκοῦ τὸ ὀπτικόν, οὐκ ἐν τῷ πάθει, ἀλλ’ ἐν τῇ κατὰ τὸ εἶδος τῆς λευκότητος ἐνεργείᾳ ἡ κρίσις.

“感觉乃是不带质料而接受可感觉形式的东西。” 感觉是一种接受性的实体,这是显而易见的。但既然还有许多其他此类实体,现在便传授感觉实体的固有特征,即受外部某种事物的作用,而不是像理智、科学知识、意见以及表象自身那样,整体上从自身出发被唤醒而进入现实活动中的观相;而是因为现实活动中的一切认识都被已知者的形式所规定,并不是承受该形式,而是在进行现实活动,并且并非造作性地、而是判别性且理解性地进行现实活动,所以其他认知活动是由其自身固有的实体所完满,从自身投射出已知者的形式,而感觉活动为了在现实活动中投射已知者的形式,还需要置于外部的感觉对象。因此,它也被称为受动性的和形式的接受者,就好像[形式]是从别处进入的一样,且它是被其他事物完满的。他表明这一点,是因为感觉作为最底层的能力而使用器官,并且是这样使用的:既非感觉自身具有足以自足于其使用的力量,〔它〕也不具有因使用它的生命而充足的器官,而是〔器官〕需要预先受感觉对象的某种作用,在外部受动的同时生命活动也被唤醒;以致于器官作为具有感觉性生命的物体而具有受动性的活动,而使用它的生命则不受动地活动,与器官的受动性活动相应地从内部投射出感觉对象的理性原则,正如已经说过的,它依照这些原则来进行理解和判别性活动。因此,它被称为形式的接受者,并被说成受具有颜色、滋味或声音之物的作用,这是因为它的器官需要受这些事物的作用,接受了存在于它们之中的形式的某种投射。因为正如作用者之中的活动对于被成就的形式是固有的,依照形式的受动也表明了与施动事物的亲缘性,并且由于感觉对象在感觉器官中所产生的形式的投射,器官之中的生命开始活动,使用器官的生命也依据与感觉器官中受动性活动相适宜的理性原则投射出纯粹的判别性活动,这一生命既不承受受动,也不从外部接受形式(因为认识来自于内部,从而依可知者而成的安宁亦来自于内部),然而感觉之所以被说成承受受动并成为诸形式,乃是因为感觉器官从外部接受形式的投射,且并非没有在进行活动。并且它不带质料地接受诸形式;因为一切感觉对象都不是形式本身,而是被赋予形式之物。正如感觉对象依照形式而存在,感觉亦依照形式言说它,且〔感觉对象〕依照形式被认识。因此,感觉器官接受形式的投射,而感觉依照形式得以确立并认识感觉对象。所以,正如蜡接受金戒指的印章,既不纳受黄金,亦非作为受黄金作用而受动,而仅仅接受印痕,并且是作为受印刻之物的作用而受动;“同样地,关于各感觉对象的每一感觉亦受具有颜色、滋味或声音之物的作用,但不是就那些事物中的每一个被言说的规定而言,而是就其作为这样的一种事物而言,依照理性原则承受作用。” 感觉之所以受作用,是因为感觉器官预先承受作用,从而感觉被唤醒而进入其固有活动,并且它承受来自复合体的作用;但并非就那些事物中的每一个被言说的规定而言。因为复合体亦依照形式活动,感觉接受形式的活动,并不是作为被规定为诸如变白、发声、变甜或变热,亦不是在此意义上受动,而是作为依照白色、声音或其余任何性质而在认知上活动,它之所以被说成承受受动,乃是因为当感觉器官从外部接受活动时,它自身也在那时被唤醒。因为即使身体变热,对形式的纳受也不在于变热之中,而在于依照热的形式在认知上活动,因为器官作为被加热之物变成了可感觉的,而不是变成了感觉性的。因此,即使视知觉器官被白色所离析,判别亦不在于受动之中,而在于依照白色的形式进行的活动之中。

语法注2 条
  1. 2.197ὅπερ σημαίνει διὰ τὸ ἐσχάτην οὖσαν ὀργάνῳ χρῆσθαι

    ὅπερ 是指代前文所述“感觉被称为受动性和接受形式”的关系代词,既可作主格(“这一点意味着……”),亦可作宾格(“他表明这一点,是因为……”)。结合解释亚里士多德论证用意的上下文以及随后说明使用器官方式的从属结构,此处将亚里士多德视为省略的主语,将 ὅπερ 作宾格处理。

  2. 2.198τῷ τοῦ αἰσθητηρίου προηγουμένως πάσχοντος εἰς τὴν οἰκείαν ἐγείρεσθαι ἐνέργειαν

    表原因的与格冠词不定式 τῷ ... ἐγείρεσθαι(其主语为前述的 ἡ αἴσθησις)构成了框架结构,其中嵌套了属格独立结构 τοῦ αἰσθητηρίου προηγουμένως πάσχοντος。这一结构限定了主句动词 πάσχει(受作用)的真正含义:感知本身之所以被说成受动,乃是由于感觉器官预先受动而使得感知被唤醒进入其固有活动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:165.29-167.11