← 辛普里丘

亚里士多德《论灵魂》注释

§164.17-165.28

触觉器官的中介性与向普遍感觉的过渡

本节注解亚里士多德《论灵魂》423b26–424a17,探讨了作为可触之物的元素受动性性质,论述了触觉器官在潜能上类似于感觉对象并充当某种居间中介的本性,并从对各种具体感觉的总结过渡到对所有感觉的普遍界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.191

" Αὗται μὲν οὖν εἰσιν αἱ διαφοραὶ τοῦ σώματος ᾗ σῶμα." Αὗται, περὶ ὧν ἔλεγεν, ὅτι ἐπιτιθέμεναι τῇ σαρκὶ αἰσθηταὶ γίνονται. διὰ δὲ τούτων, ὡς καὶ ἤδη ἔφαμεν, τὸ ἓν γένος τῆς τῶν ἁπτῶν ἀφορίζεται φύσεως, τὸ σωμάτων χαρακτηριστικὸν ᾗ σώματα, οὐχ ἁπλῶς, ἀλλ’ ὁποῖα διὰ τῶν τὰ στοιχεῖα διοριζουσῶν διαφορῶν ἐδήλωσεν. οὐκοῦν ᾗ σώματα παθητά,1 ἅπερ γενητά τέ ἐστι καὶ φθαρτά· τούτων γὰρ ἀρχαὶ τὰ τέσσαρα στοιχεῖα, καὶ τούτων διαφοραὶ πρῶτον αἱ παθητικαὶ ποιότητες. περὶ ὧν ἐν τοῖς περὶ στοιχείων εἰρηκέναι λέγει οὕτω τὰ Περὶ γενέσεως καὶ φθορᾶς προσαγορεύων.

“因此,这些就是物体作为物体的差异。” 这些,就是他曾说过的、当被置于肉上时便成为可感觉的那些差异。正如我们已经说过的那样,通过这些,可触之物本性的单一属得以界定,即物体作为物体的特征之属,但这并非单纯而言,而是正如他通过区分诸元素的诸差异所表明的那样。因此,[这些是]作为受动性物体的差异,而这正是生成和毁灭的物体;因为这四种元素是它们的本原,并且受动性性质首先是它们的差异。关于这些,他说自己在论元素的著作中已经讲过,他是以此名称来称呼《论生成与消灭》的。

§2.192

"Τὸ δὲ αἰσθητήριον αὐτῶν τὸ ἁπτικόν, καὶ ἐν ᾧ ἡ καλουμένη ἁφὴ ὑπάρχει αἴσθησις πρώτῳ, τὸ δυνάμει τοιοῦτόν ἔστι μόριον." Ὁρίσας τὸ τῶν ἁπτῶν γένος, ἀπὸ τούτων καὶ τὸ ἁπτικὸν ὁρίζεται· τὸ γὰρ δυνάμει τοιοῦτον, ὁποῖον τὸ ἁπτόν, διότι κατὰ τὸ εἶδος τοῦ γνωστοῦ ἀεὶ τὸ ἐνεργείᾳ γνωστικὸν ἕστηκεν. τὸ δὲ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ κινούμενον, ἑαυτῷ δὲ οὐκ ἀρκοῦν· διὸ καὶ πάσχειν τί ἐστι τὸ αἰσθάνεσθαι, ὅτι μὴ ὡς φθειρόμενον ἀλλὰ τελειούμενον.2 διὸ οὐχ ἁπλῶς ἀλλὰ τὶ πάσχειν, ὅλως δὲ πάσχειν ὡς ἑτέρωθεν τελειούμενον. δυνάμει δὲ τὸ ἁπτικὸν ἀλλ’ οὐκ ἐνεργείᾳ· ἁπτόμενον γὰρ τὸ τοιοῦτον. γίνεται δὲ τὸ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ ἐνεργείᾳ τοιοῦτον οἷον ἐκεῖνο διὰ τὴν ἐγγινομένην τῷ αἰσθητηρίῳ ὑπ’ αὐτοῦ ἔμφασιν τοῦ εἴδους, ἐπεὶ ἡ κριτικὴ ἐνέργεια καὶ ἡ τελεία κατὰ τὸ εἶδος στάσις ἔνδοθεν καὶ κατὰ λόγους τῶν αἰσθητῶν οὐσιώδεις. οὐ γὰρ ὡς σφραγὶς ἢ τύπος τις ἔξωθεν ἐντίθεται ἡ γνῶσις καὶ ὁ τῆς γνώσεως ὅρος, ἀλλὰ τὸ αἰσθητήριον παθεῖν ὑπὸ τοῦ αἰσθητοῦ ἀνάγκη· πάσχει γὰρ τὸ δυνάμει ὂν τοιοῦτον, οὔπω δὲ ἐνεργείᾳ. πῶς οὖν οἷόν τε παθητὸν ὂν τὸ αἰσθητήριον μὴ καὶ αὐτὸ τῶν παθητικῶν μετέχειν ποιοτήτων ἐνεργείᾳ; μετέχον δὲ ἤδη πῶς πείσεται κατ’ αὐτάς; ἀλλ’ οὐχὶ τοῦ ὁμοίως φησὶ θερμοῦ καὶ τῶν ἄλλων αἰσθήσεται, τῶν δὲ ὑπερβολῶν, καὶ ταύτῃ ὑπ’ ἀνομοίου πάσχον, ὡς τῆς αἰσθήσεως οἷον μεσότητός τινος οὔσης· ἢ ἀντὶ τοῦ αἰσθητηρίου εἰπὼν τῆς αἰσθήσεως, ἢ καὶ αὐτῆς τῆς αἰσθητικῆς οὐσίας, οὐχ ἁπλῶς ἀλλὰ τινὸς οὔσης μεσότητος διὰ τὸ ὑποκειμένῃ χρῆσθαι τῇ μέσῃ τοῦ αἰσθητηρίου εὐκρασίᾳ.

“而它们的触觉感觉器官,即被称为触觉的这种感觉原初地寓于其中的部分,就是潜能上是如此的部分。” 在定义了可触之物的属之后,他也根据这些定义了触觉器官;因为触觉器官在潜能上正如可触之物那样,这是由于在现实活动中进行认知的部分总是依据可知者的形式得以确立。然而感觉部分受感觉对象推动,自身并不自足;因此进行感知就是承受某种受动,因为受动并非作为毁灭,而是作为得到完满。所以并非单纯地,而是“承受某种受动”,总的来说是作为从外处得到完满而承受受动。触觉器官处于潜能中,而非处于现实活动中;因为被触碰的事物是处于这种状态的。由于感觉对象在感觉器官中所产生的形式的显现,感觉部分在现实活动中变成与那个感觉对象相同的状态,因为辨别活动以及依形式而确立的完全安宁来自于内部,并依据感觉对象的本质理性原则。因为认识以及认识的界定并不是像某种印章或印记那样从外部被置入的,而是感觉器官必然承受来自感觉对象的受动;因为在潜能上是如此、但在现实活动中尚未是如此的事物会承受受动。那么,当感觉器官是受动性的时候,它自身又怎能不在现实活动中分有这些受动性性质呢?而如果它已经分有了,它又如何能依照它们承受受动呢?但他指出,它感知到的不是同等温热的事物及其他性质,而是过度的性质,并在此意义上受不相似者的作用,因为感觉好似一种中间状态;他要么是用“感觉”来代指“感觉器官”,要么是因为感觉性实体自身也并非单纯地、而是通过运用底层感觉器官适度的居间调和而成为某种中间状态。

§2.193

"Γίνεται γὰρ πρὸς ἑκάτερον αὐτῶν θάτερον τῶν ἄκρων "Τὸ μέσον,3 τὸ ὑπερβάλλον θερμὸν ὡς τὸ ψυχρὸν γινόμενον. ὅταν οὖν πάλιν ἀξιοῖ τὸ ἁπτικὸν μήτε θερμὸν εἶναι μήτε ψυχρόν, οὐχ ὡς πάντῃ αὐτῶν ἀμέτοχον λέγει, ἀλλ’ ὡς ἐξ ἀμφοῖν μέσως κεκραμένον.

“因为它相对于它们之中的每一个,都成为两极中相反的一极。” 中间者[成为相反的一极],相对于过度温热的极端,它变成了如同寒冷的状态。因此,当他再次要求触觉器官既非温热亦非寒冷时,他并不是说它完全不分有它们,而是说它是由这两者居间调和而成的。

§2.194

"Οὕτω καὶ ἡ ἁφὴ τοῦ ἁπτοῦ καὶ ἀνάπτου." Καὶ γὰρ ἐν ψύχει ὅτι μὴ θερμὸς ὁ ἀὴρ τῇ ἁφῇ αἰσθανόμεθα, καὶ τοῦ σμικρὰν ἔχοντος θερμότητα καὶ τοῦ ὑπερβάλλουσαν.

“触觉亦是如此,是关于可触之物与不可触之物的。” 因为事实上在寒冷中,我们通过触觉感知到空气不是温热的,并且[通过触觉感知到]具有微弱热量的事物与具有过度热量的事物。

§2.195

"Καθ’ ἑκάστην μὲν οὖν τῶν αἰσθήσεων εἴρηται τύπῳ." Ἀκριβέστερον γὰρ αὐτῷ ἡ περὶ τῶν αἰσθητῶν γίνεται διάρθρωσις ἐν τῷ ἰδίῳ περὶ αὐτῶν βιβλίῳ.

“因此,关于每一种感觉,已作了概括性的论述。” 因为关于感觉对象的更精确的划分,是在他关于它们的专门著作中进行的。

§2.196

"Καθόλου δὲ περὶ πάσης αἰσθήσεως δεῖ λαβεῖν." Ἰδίᾳ περὶ ἑκάστης θεωρήσας αἰσθήσεως τὸν κοινὸν περὶ πάσης ἐπαναλαμβάνει λόγον, τὸ τῆς αἰσθήσεως ὡς αἰσθήσεως ὁριστικὸν παραδιδούς, καὶ τίνι ἁπλῶς τὸ αἰσθητήριον χαρακτηρίζεται ὁποιασοῦν αἰσθήσεως.

“但必须就全部感觉普遍地予以把握。” 在分别考察了每一种感觉之后,他重新拾起关于全部感觉的共同论述,传授感觉作为感觉的定义性规定,并传授任何感觉的感觉器官单纯依据什么而被规定特征。

语法注3 条
  1. 2.191οὐκοῦν ᾗ σώματα παθητά

    承接前句的“τὸ σωμάτων χαρακτηριστικὸν ᾗ σώματα”的省略句,主语和谓语有所省略,应补充理解为“[这些是]作为受动性物体的[差异]”。

  2. 2.192ὅτι μὴ ὡς φθειρόμενον ἀλλὰ τελειούμενον

    由ὅτι引导的原因从句,用以说明前文“πάσχειν τί”(承受某种受动)的限定理由,意为“因为[受动]不是作为毁灭,而是作为得到完满”。此处使用否定词μή而非οὐ,是因为它否定的是带有样态性质的分词短语(ὡς φθειρόμενον)。

  3. 2.193Τὸ μέσον

    这是注释者针对亚里士多德引文“Γίνεται γὰρ πρὸς ἑκάτερον αὐτῶν θάτερον τῶν ἄκρων”中在语境上被省略的主语(“中间者”)而补充给出的名词短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:164.17-165.28