← 辛普里丘

亚里士多德《论灵魂》注释

§163.5-164.16

触觉介质的疑难与身体内部的原初器官

注解亚里士多德423a21–423b17,探讨了水或空气介入触觉对象之间时的疑难,论述了具有外在中介的三种感觉与具有同生中介(肉和舌)的触觉和味觉之间的差异,并推导出真正的感觉器官位于身体内部。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.188

" Ἀπορήσειε δ’ ἄν τις, εἰ πᾶν σῶμα βάθος ἔχει, τοῦτο δ’ ἐστὶ τὸ τρίτον μέγεθος, "Ἐπειδὴ τρεῖς αἱ τοῦ σώματος διαστάσεις. λαβὼν δὲ ἤδη ἐπὶ τῆς ἁφῆς μὴ εἶναι ἔξωθεν ἀλλὰ προσφυὲς τὸ μεταξύ, εἰρηκὼς δὲ καὶ ὑμένος περιταθέντος γίνεσθαι τὴν ἁφήν, ἔνθα καὶ δι’ ἀλλοτρίου μέσου δοκεῖ, τὸ διάφορον αὐτῆς ἐνδείξασθαι βούλεται διὰ τούτων πρὸς τὰς τρεῖς αἰσθήσεις,1 οὐ μόνον ἐν τῇ περιτάσει τοῦ ὑμένος, ἀλλὰ καὶ εἰ ἀεί τι μέσον ὑποτεθείη τοῦ ἁπτικοῦ τε καὶ τοῦ ἁπτοῦ, ὡς ἐπὶ τῶν ὕδατι ἀμφοῖν διαινομένων καὶ μεταξὺ τοῦ ὕδατος ὑπάρχοντος, σώματος ὄντος καὶ διὰ τοῦτο καὶ βάθος ἔχοντος καὶ τὴν ἄμεσον τῶν ἁπτομένων διείργοντος συναφήν· τυχὸν δὲ καὶ ἐπὶ τῶν ἐν ἀέρι μεταξύ τινος ἀερίου παρεμπίπτοντος σώματος, εἴ τι ἄρα καὶ ὁ ἀὴρ προσπελαστικὸν ἔχοι ὡς τὸ ὕδωρ. ἀεὶ μὲν οὖν οὐκ ἔστι τι μέσον· οὐδὲ γὰρ καὶ αὐτοῦ τοῦ ὕδατος ἢ τοῦ ἀέρος· καὶ ἐφ’ ὧν δέ ἐστι μέσον οὐ κωλῦον τὴν ἁπτικὴν αἴσθησιν, οὐ διαβιβαστικὸν ἔσται τῆς ἐνεργείας ὡς ἐπὶ τῶν τριῶν, ἀλλὰ συμπάσχον τῇ σαρκί, καθάπερ σαφῶς παρίστησι διὰ τοῦ κατὰ τὴν ἀσπίδα ὑποδείγματος. καὶ ταῦτα μὲν σαφῆ· ἐν δὲ τῇ λέξει τὸ ἀλλὰ ἀναγκαῖον ὕδωρ εἶναι ἢ ἔχειν πρὸς τὸ ὑγρὸν μὲν τὸ εἶναι ὕδωρ, πρὸς δὲ τὸ διερόν τὸ ἔχειν ἀποδέδοται, ἐν δὲ τῷ ἀδύνατον ἄλλο ἄλλου ἅψασθαι ἐν ὕδατι τὸ ἀμέσως προσυπακουστέον.2 συνηγορήσας δὲ ἐφεξῆς, μήποτε ὁμοίως ἔχουσι ταῖς τρισὶν αἰσθήσεσι καὶ αἱ λοιπαὶ τῷ ἐπὶ τούτων παρεμπίπτειν τι μέσον, διακρίνει ἐντεῦθεν·

“人们或许会提出疑难:如果每一个物体都有深度,而这就是第三种量度,”因为物体的维度有三种。他已经预先设定在触觉中居间者并非外在之物而是同生附着的,并且也已说过当皮膜张开包覆时触觉也会产生(在这种情况下它似乎也是通过外在中介进行的),他希望通过这些话指明触觉与前三种感觉的差异,这不仅体现于皮膜张开包覆的情形中,而且也体现于在触觉器官与可触之物之间假定始终存在某种中介的情形中,例如在两者都被水弄湿而水存在于中间的情形中,因为水是物体,因此也具有深度,从而阻隔了相互接触之物的直接贴合;或许在空气中当某种空气质的物体介入时也是如此,如果空气果真如水一样也具有贴附性的话。因此,并不总是存在某种中介;因为在水本身或空气本身[相互接触]时就并无中介;而在存在中介且不阻碍触觉感知的情形下,中介也不会像在前三种感觉中那样传导现实活动,而是与肉同受作用,正如他通过关于盾牌的范例清楚表明的那样。这些道理是明晰的;但在文句中,“但它必然是水,或含有[水]”这一表述,是将“是水”对应于“湿润者”,而将“含有[水]”对应于“濡湿者”;在“在水中一物不可能触碰另一物”这句中,必须补充领会“直接地”这一层含义。在随后为“或许其余感觉也与这三种感觉类似,因为在它们之中也介入了某种中介”这一观点进行了辩护之后,他便从这里作出区分:

§2.189

"Ἀλλὰ διαφέρει τὸ ἁπτὸν τῶν ὁρατῶν καὶ τῶν ψοφητικῶν, καὶ διὰ τῶν ἑξῆς." Ἐπειδὴ οὖν ἐπὶ τῆς ἁφῆς καὶ τῆς γεύσεως οὐδὲν τῶν ἔξωθεν τὸν δι’ οὗ ἐπέχει λόγον, χρὴ δὲ εἶναι καὶ ἐπὶ τούτων τὸ δι’ οὗ, ἵνα μὴ ἀμέσως τὸ πρῶτον αἰσθητήριον, ὡς καὶ ἤδη εἴρηται, ὑπὸ τοῦ οἰκείου πάσχον αἰσθητοῦ ἀπαμβλύνηται πρὸς τὴν κριτικὴν ἐνέργειαν, κἀπὶ τούτων τὸ δι’ οὗ, εἰ καὶ μὴ ἀλλότριον, ἀλλὰ προσφυὲς ἀπαιτητέον, ἔμψυχον ὂν ὡς εἴρηται καὶ κατὰ τὴν αἰσθητικὴν ψυχήν· οὕτω γὰρ ἂν καὶ προσφυὲς εἴη τῷ πρώτῳ αἰσθητικῷ. παθεῖν μὲν γάρ τι δεῖ καὶ τὸ πρῶτον ὑπὸ τοῦ αἰσθητοῦ, ὡς δηλοῦσιν αἱ ὑπερβολαὶ αἰσθητὸν ποιοῦσαι τὸ πάθος, ἀλλ’ ὅσον ἐγερθῆναι εἰς ἐνέργειαν· τὸ δὲ ὑπερβάλλον πάθος κωλύει. ὑπερβάλλει δέ, ὅταν ἄμεσος γένηται ἡ τοῦ αἰσθητοῦ εἰς τὸ πρῶτον αἰσθητήριον ποίησις. τί οὖν ἐπὶ τῆς γεύσεως καὶ τῆς ἁφῆς τὸ δι’ οὗ; ἡ μὲν γλῶσσά φησιν ἐπὶ τῆς γεύσεως, ἡ δὲ ὅλη σὰρξ ἐπὶ τῆς ἁφῆς. καὶ ταῦτα ἐφεξῆς διακρίνει γράφων·

“然而可触之物与可见之物及发声之物有所不同,这也见于随后的论述中。” 因此,既然在触觉和味觉中外在之物都不充当媒介物的作用,但在这些感觉中也必须存在媒介物,以便首要感觉器官(如前所述)不致因直接受到本己感觉对象的作用而在辨别活动上变得迟钝,所以在这些感觉中也必须要求媒介物(即使不是外在的,也是同生附着的),正如所说的那样,它是有灵魂的且依照感觉灵魂而存在;因为只有这样它才能与首要感觉部分同生附着。因为首要部分也必须在某种程度上受到感觉对象的作用(正如过度的刺激通过使受动变得可被感知所表明的那样),但仅限于被唤醒进入现实活动;而过度的受动则会造成阻碍。当感觉对象对首要感觉器官产生直接作用时,受动就会变成过度的。那么,在味觉和触觉中媒介物是什么呢?他说,在味觉中是舌头,而在触觉中是整个肉体。随后他写道,对这些作出了区分:

§2.190

"Ὅλως δὲ ἔοικεν ἡ σὰρξ καὶ ἡ γλῶττα, ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ τὴν ὄσφρησιν ἔχουσιν, οὕτως ἔχειν πρὸς τὸ αἰσθητήριον, ὥσπερ ἐκείνων ἕκαστον." Τὸ μὲν ἕκαστον εἶπεν ἐκείνων, καίτοι δύο προειρηκὼς τὸν ἀέρα καὶ τὸ ὕδωρ, ἢ ὅτι πρὸς τρεῖς αὐτὰ ἔφη διακονεῖν αἰσθήσεις, ἢ τὸ ἐκείνων οὐκ ἀέρος καὶ ὕδατος ἀκουστέον, ἀλλὰ τῶν διαφανῶν ἁπλῶς καὶ διηχῶν καὶ διόσμων.3 τρία δὲ ταῦτα καὶ οὐκ ἐν ἀέρι καὶ ὕδατι μόνοις, ἀλλὰ καὶ ἐν ἄλλοις. ὁμοίως δὲ ἔχει τούτοις σὰρξ καὶ γλῶσσα, καθ’ ὅσον καὶ αὗται μεταξὺ καὶ τὸν δι’ οὗ ἐπέχουσι λόγον· ἐπεὶ δηλονότι, ᾗ αἱ μὲν προσφυεῖς, τὰ δὲ ἀλλότρια, οὐκ ἔστιν ὁμοία ἡ ἀναλογία. διὸ οὐκέτι καὶ τὴν σάρκα πάντῃ ἀναίσθητον ὡς τὸ ὕδωρ ῥητέον· οὐ γὰρ ταύτῃ ἡ ὁμοιότης, ἀλλ’ ᾗ δι’ οὗ καὶ αὕτη ὡς πρὸς τὸ πρῶτον καὶ αἰσθητικόν. ᾗ καὶ δῆλον ὅτι ἐντὸς τὸ τοῦ ἁπτοῦ αἰσθητικόν· ἐν γὰρ τῇ καρδίᾳ, ὡς ἐν ἄλλοις εἴρηται.

“总的来说,肉和舌头相对于感觉器官的关系,似乎正如同空气和水相对于视觉、听觉和嗅觉的关系,正如那些事物中的每一个一样。” 尽管他之前只提到了空气和水这两者,他却说了“那些事物中的每一个”,这要么是因为他说它们为三种感觉服务,要么是因为“那些”不应理解为空气和水,而应理解为单纯的透明者、传声者和传气味者。这三者不仅存在于空气和水中,也存在于其他事物中。肉和舌头与这些事物具有类似的地位,仅仅在于它们也是居间者并充当媒介物的作用;因为显然,就前者是同生附着的而后者是外在的而言,这种比例关系并不是相同的。因此不应再说肉也像水一样完全没有感觉;因为相似性并不在于这一点,而在于肉相对于首要感觉部分而言也是媒介物。由此也清楚表明,感知可触之物的感觉部分是在内部的;因为正如在别处所说的那样,它是在心脏之中的。

语法注3 条
  1. 2.188λαβὼν δὲ ἤδη ἐπὶ τῆς ἁφῆς μὴ εἶναι ἔξωθεν ἀλλὰ προσφυὲς τὸ μεταξύ, εἰρηκὼς δὲ καὶ ὑμένος περιταθέντος γίνεσθαι τὴν ἁφήν, ἔνθα καὶ δι’ ἀλλοτρίου μέσου δοκεῖ, τὸ διάφορον αὐτῆς ἐνδείξασθαι βούλεται διὰ τούτων πρὸς τὰς τρεῖς αἰσθήσεις

    主句的核心为 τὸ διάφορον αὐτῆς ἐνδείξασθαι βούλεται(“他希望指明它的差异”),前置的两个分词分句 λαβών 与 εἰρηκώς 交代了亚里士多德此前已经确立的前提背景。根据上下文,αὐτῆς 是指代触觉(ἁφή)的属格代词。

  2. 2.188ἐν δὲ τῷ ἀδύνατον ἄλλο ἄλλου ἅψασθαι ἐν ὕδατι τὸ ἀμέσως προσυπακουστέον

    注解者针对亚里士多德原文(423a23–24)提出的句法补充说明。在“在水中一物不可能触碰另一物”这一句中,并非接触本身不可能,而是应当心领神会地补充(προσυπακουστέον)副词“直接地”(ἀμέσως)。

  3. 2.190Τὸ μὲν ἕκαστον εἶπεν ἐκείνων, καίτοι δύο προειρηκὼς τὸν ἀέρα καὶ τὸ ὕδωρ, ἢ ὅτι πρὸς τρεῖς αὐτὰ ἔφη διακονεῖν αἰσθήσεις, ἢ τὸ ἐκείνων οὐκ ἀέρος καὶ ὕδατος ἀκουστέον, ἀλλὰ τῶν διαφανῶν ἁπλῶς καὶ διηχῶν καὶ διόσμων.

    对亚里士多德引文中代词短语 ἐκείνων ἕκαστον(“那些事物中的每一个”)指称对象的双重解释。通过 ἢ ὅτι ... ἢ ... 并列了两种可能:(1) 虽然前面只提到空气和水两种元素,但由于它们服务于三种感觉,故用了“每一个”;(2) ἐκείνων 所指的并非空气和水,而是抽象的媒介性质,即透明者、传声者与传气味者这三者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:163.5-164.16