← 辛普里丘

亚里士多德《论灵魂》注释

§161.33-163.4

作为同生中介的肉与有灵魂身体的坚固性

为了论证肉并非触觉的首要器官而是同生的中介,注疏探讨了假定空气为同生的假说,以及有灵魂的身体为何必须是由土混合的固体而非空气或水,并通过舌头兼具触觉与味觉器官的例子分析了中介与多种感觉的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.184

" Ὥσπερ ἂν εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ ἀήρ." Διὰ τῆς τοιαύτης ὑποθέσεως ἅμα μὲν δεικνύς, ὡς οὐκ ἀνάγκη τὸ συμφυὲς ἡμῖν καὶ προσεχῶς ὁμιλοῦν τῷ αἰσθητῷ πρῶτον εἶναι αἰσθητήριον, ἅμα δὲ ὡς οὐκ ἀνάγκη διὰ τὸ ἓν τὸ μεταξὺ εἶναι καὶ μίαν εἶναι τὰς δι’ αὐτοῦ κινουμένου αἰσθήσεις, ἐπιτείνων1 τὴν πρώτην ἀπορίαν. ἀλλὰ νῦν διωρισμένου τοῦ μεταξὺ καὶ φανερῶν ὄντων τῶν αἰσθητηρίων ἐπὶ τῶν πρώτων τριῶν αἰσθήσεων τὸ πλῆθος αὐτῶν φαίνεται· ἐπὶ δὲ τῆς ἁφῆς τοῦτο νῦν ἄδηλον, τί τὸ πρῶτον αἰσθητικόν, καὶ εἰ μία ἢ πλείους αἱ ἁπτικαί.

“正如空气同生地生长在我们周围那样。” 通过这样的假说,他一方面表明,与我们同生且直接接触感觉对象之物并不必然是首要的感觉器官;另一方面表明,并不因为居间者是单一的,通过被促动的居间者〔产生〕的诸感觉就必然是单一的感觉,从而强化了最初的疑难。然而,现在在前三种感觉中,由于中介已被划分且感觉器官是显明的,它们的多样性便显现出来;但在触觉中,首要的感觉部分究竟是什么,以及触觉的感觉是一还是多,目前仍是不明朗的。

§2.185

"Ἐξ ἀέρος μὲν γὰρ ἢ ὕδατος ἀδύνατον συστῆναι τὸ ἔμψυχον σῶμα." Τὴν αἰτίαν εἰπεῖν διὰ τούτων βούλεται, δι’ ἣν ἄδηλον ἐπὶ τῆς ἁφῆς τὸ πρῶτον αἰσθητήριον· διὸ καὶ τῷ αἰτιολογικῷ χρῆται συνδέσμῳ τῷ γάρ· ἅμα δὲ καὶ ὁποῖον ἐπὶ τῆς ἁφῆς τὸ μεταξὺ σαφηνίζει. τίς οὖν αἰτία τῆς ἀδηλίας; ἐπειδὴ ἐν τῇ ἁφῇ αὐτὸ τοῦτο ἁφῇ οὔσῃ ἀμέσως δεῖ προσπελάζειν τὸ αἰσθητὸν τῷ ζῶντι σώματι καὶ αἰσθητικῷ, τὸ δὲ ζῶν ἐπὶ τῶν γενητῶν καὶ φθαρτῶν σῶμα οὐχ οἷόν τε ἢ ἀέριον ἢ ὑδάτινον εἶναι, ἵνα ἦν ἄν ὅμοιον τοῖς ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἀλλοτρίοις μεταξὺ γινομένοις, ἀλλὰ στερεὸν καὶ διὰ τοῦτο ἐκ γῆς τε καὶ τῶν λοιπῶν μικτόν.

“因为有灵魂的物体不可能由空气或水构成。” 通过这些话,他意在说明在触觉中首要感觉器官之所以不明朗的原因;因此他也使用了表示原因的连词“因为”;同时他也阐明了在触觉中居间者究竟是怎样的。那么,不明朗的原因是什么呢?这是因为在触觉中,由于触觉本身即是触觉,感觉对象必须直接贴近活的且有感觉能力的物体,而在生成与毁灭的事物中,活的物体不可能由空气或水构成(否则它就会类似于在其他感觉中出现的外在中介),而是固体的,因此是由土及其他[元素]混合而成的。

§2.186

"Ὥστε ἀναγκαῖον καὶ τὸ σῶμα εἶναι τὸ μεταξὺ τοῦ ἁπτικοῦ προσπεφυκός.2" Τὸ μὲν σῶμα λέγει τὸ τῶν ζώντων· τοῦτο δὲ προσπεφυκὸς ὂν μεταξὺ ἀνάγκη εἶναι τοῦ τε ἁπτικοῦ καὶ τοῦ ἁπτοῦ. καὶ οὐ τοῦτο ἐξ ἀνάγκης συνῆκται ἐκ τῶν νῦν εἰρημένων, τὸ δεῖν προσπεφυκὸς εἶναι τὸ μέσον ἐπὶ τῆς ἁπτικῆς, ἀλλὰ τοῦτο μὲν εἴληπται ἔκ τε τοῦ πάντως τὸ δι’ οὗ ὑπάρχειν, ὅπερ ὕστερον ὑπομνησθήσεται, καὶ ἐκ τοῦ μὴ διά τινος ἔξωθεν τὴν κίνησιν γίνεσθαι ἐπὶ τῆς ἁπτικῆς, ἀλλ’ ὑπ’ αὐτοῦ δεῖν τοῦ αἰσθητοῦ πάσχειν τὸ σῶμα· οἷς ἐξ ἀνάγκης ἕπεται τὸ τὸ ἡμέτερον σῶμα (τοῦτο γὰρ δηλοῖ τὸ προσπεφυκὸς) τὸν δι’ οὗ ἔχειν λόγον. καὶ οὕτω νοητέον τὴν λέξιν, ὥστε ἀναγκαῖον τὸ προσπεφυκὸς σῶμα εἶναι τὸ μεταξὺ τοῦ ἁπτικοῦ, τοῦ τε πρώτου αἰσθητηρίου καὶ δηλονότι καὶ τοῦ ἁπτοῦ, ἐπειδὴ δεῖ μὲν εἶναι τὸ δι’ οὗ, οὐκ ἔξωθεν δὲ ἐπὶ τῆς ἁφῆς· τὰ δὲ ἐν μέσῳ καὶ οἷον τὸ δι’ οὗ ἑρμηνεύει· ὅτι γὰρ ἔμψυχον καὶ στερεόν, ἐκ γῆς τε καὶ τῶν λοιπῶν μικτόν. καὶ γὰρ ζωτικῶς δεῖ παθεῖν τὸ μεταξύ, ἵνα κινητικώτερον ᾖ τοῦ πρώτου ἁπτικοῦ, ἀργοτέρου ὄντος ἢ κατὰ τὰ ἄλλα αἰσθητήρια διὰ τὸ σωματοειδέστερον τῆς σωματικῆς ζωῆς, καὶ μικτὸν εἶναι, ἐπειδὴ τοιοῦτον τὸ συνιστάμενον ἔμψυχον σῶμα οἷον τὸ γενητὸν ζῷον. τὸ δὲ " δι’ οὗ γίνονται αἱ αἰσθήσεις πλείους οὖσαι "τὸν ἀπορητικὸν εἴρηκε τρόπον3 ἐκ τοῦ καὶ τὴν γλῶσσαν, ὡς αὐτὸς ἐπιφέρει, δύο εἶναι αἰσθήσεων ὄργανον, κατὰ τὸ αὐτὸ μόριον καὶ τῶν χυμῶν καὶ τῶν ἁπτῶν οὖσαν αἰσθητικήν, ὡς μιᾶς ἂν δοξουσῶν εἶναι ἀμφοῖν, εἰ καὶ ἡ ἄλλη σὰρξ τῶν χυμῶν ἦν κριτική· ἐπεὶ δὲ μόνων τῶν ἁπτῶν, ὡς μὴ ἀντιστρέφειν, ἀλλ’ ὅ τι μὲν [τὸ] τοῦ χυμοῦ, τοῦτο καὶ περὶ τῶν ἁπτῶν εἶναι κριτικόν, οὐχὶ δὲ τὸ τῶν ἁπτῶν πάντως καὶ χυμῶν, ἡ ἑτερότης αὐτῶν ἐστι φανερά.

“因此,这同生附着的物体也必然是触觉器官的居间者。” 他所说的“物体”是指有生命的物体的身体;而这具身体作为同生附着之物,必然是触觉器官与可触之物之间的居间者。并且,触觉中的中介必须是同生附着的这一点,并非从刚刚所说的内容中必然推导出来的,而是从“在任何情况下都必定存在着中介”(这一点随后将被重新提及),以及从“在触觉中运动并不是通过某种外在之物产生,而是物体必须受到感觉对象本身的直接作用”这两个前提中采纳的;从这些前提出发,必然得出我们的身体(因为“同生附着”指的正是这一身体)具有中介的作用。这里的语句应当这样理解:因此,同生附着的物体必然是触觉器官的中介,即首要感觉器官(并且显然也是可触之物)的中介,因为媒介物固然必须存在,但在触觉中却不是外在的;而居于其间〔的语句〕也阐释了作为媒介物的东西具有怎样的性质:因为它是有灵魂的且固体的,由土及其他[元素]混合而成。因为居间者也必须以生命的方式受动,以便更有能力促动首要的触觉器官(由于身体性生命的更具物体性质,首要触觉器官比其他感觉器官更为迟钝),并且必须是混合的,因为像生成的动物这种所构成的有灵魂身体正是如此的。 至于 “诸感觉虽然有数种,却是通过它产生的”这句,他是以提出疑难的方式说出的,其依据在于,正如他自己随后所补充的,舌头是两种感觉的器官,在同一部分上既能感知滋味也能感知可触之物;如果其余的肉也能辨别滋味,这两者就会被认为是一种感觉;但既然〔其余的肉〕仅〔能辨别〕可触之物,以致不可换位,而是凡能辨别滋味的也能辨别可触之物,但能感知可触之物的并不全都能辨别滋味,所以它们之间的差异是显而易见的。

语法注3 条
  1. 2.184Διὰ τῆς τοιαύτης ὑποθέσεως ἅμα μὲν δεικνύς... ἅμα δὲ ... ἐπιτείνων

    分词 δεικνύς 与 ἐπιτείνων 缺乏限定动词主谓结构,用以解释前述引文中亚里斯多德论证的意图。此处在句法上省略了主句动词(如 λέγει 或 ἐπιχειρεῖ),或者分词从句作为对引文的说明性解释而独立使用。

  2. 2.186Ὥστε ἀναγκαῖον καὶ τὸ σῶμα εἶναι τὸ μεταξὺ τοῦ ἁπτικοῦ προσπεφυκός.

    在引文的语序中,προσπεφυκός 位于句末,但辛普利丘随后将其语序重构为“καὶ οὕτω νοητέον τὴν λέξιν, ὥστε ἀναγκαῖον τὸ προσπεφυκὸς σῶμα εἶναι τὸ μεταξὺ τοῦ ἁπτικοῦ”。这意味着将 προσπεφυκός 作为 τὸ σῶμα 的定语修饰成分(“同生附着的身体”)置于主语位置,而将 τὸ μεταξὺ τοῦ ἁπτικοῦ 视为宾语补足成分(表语)。

  3. 2.187τὸν ἀπορητικὸν εἴρηκε τρόπον

    τὸν ἀπορητικὸν ... τρόπον 作为方式状语的副词性宾格修饰动词 εἴρηκε,意为“[亚里斯多德]是以提出疑难的方式说出的”。未明述的主语是亚里斯多德。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:161.33-163.4