- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:160.27-161.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了为何触觉单一的底层对象并不显明,解释了亚里士多德在确定可触之物前转向探究触觉器官的动机(即强化触觉非单一性的疑难,并揭示触觉更为具物体性与受动性的特征),进而阐释了为何即使接触肉的同时产生感觉,肉也并非真正的首要感官而只是同生的中介(422b32–423a1)。
" Ἀλλὰ τί τὸ ἓν τὸ ὑποκείμενον, ὥσπερ ἀκοῇ ψόφος, οὕτω τῇ ἁφῇ, οὐκ ἔστιν ἔνδηλον." Ἡ γὰρ ἀπορία οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων, ἀλλ’ ἐκ τῆς ἡμετέρας προτείνεται ἀγνοίας, διὸ οὐκ ἔφη μὴ εἶναι ἕν, ἀλλὰ μὴ εἶναι ἔνδηλον, ἴσως μὲν καὶ τῷ μὴ κεῖσθαι κοινὸν ὄνομα καὶ τῆς ἐννοίας ἡμᾶς ἀπολειπούσης τῆς τῶν πραγμάτων φύσεως, ἐνίοτε δὲ καὶ τὸ ἀνάπαλιν διὰ τὸ τὸ πρᾶγμα εἶναι δυσθεώρητον τὸ κοινῇ τῶν γενητῶν σωμάτων ὡς τοιούτων ὁριστικὸν καὶ τοῦ ὀνόματος ἐκλελοιπότος. ἀπορήσας δὲ ὁ φιλόσοφος τί τὸ κοινόν, πρὶν ἢ τὸ δοκοῦν ἀποφήνασθαι ζητεῖ τὸ τῆς ἁφῆς αἰσθητήριον· τοῦτο μὲν ἵνα1 ἐπιτείνῃ τέως διὰ τούτων τὴν περὶ τῆς ἁφῆς, ὅτι οὐ μία, ἀπορίαν τῷ ἐνίστασθαι πρὸς τὴν δοκοῦσαν τοῦ μίαν εἶναι ἀπόδειξιν ἀπὸ τοῦ ἓν τὸ ἁπτικὸν αὐτῆς εἶναι αἰσθητήριον. εἰ γὰρ μὴ ἡ σὰρξ τὸ πρῶτον αἰσθητήριον, μάλιστα μὲν ἄδηλον, εἰ μὴ πλείω τὰ πρῶτα. εἰ δὲ καὶ ἕν, οὔπω φανερόν, ὅτι καὶ ἡ ἁφὴ πάντων μία αἴσθησις· ὡς γὰρ τῆς γλώττης κοινοῦ ὑπεστρωμένου ὀργάνου τῇ τε ἁφῇ καὶ τῇ γεύσει οὐ μία αὗται, οὕτως οὐδὲ αἱ τῶν λεγομένων ἁπτῶν αἰσθήσεις πᾶσαι μία, κἂν κοινὸν ᾖ αἰσθητήριον πάντων. τοῦτο δὲ ἵνα διὰ τοῦ αἰσθητηρίου τὴν ἁφὴν σωματοειδεστέραν τῶν ἄλλων καὶ παθητικωτέραν δείξας αἰσθήσεων καὶ τὸ σύστοιχον αὐτῇ εὕρῃ αἰσθητόν, τῶν παθητικῶν ὂν σωμάτων χαρακτηριστικόν. πῶς οὖν ἡ ἁφὴ σωματοειδὴς καὶ παθητή, δείκνυται ἐκ τοῦ πρώτου αὐτῆς αἰσθητηρίου, αὐτόθεν μὲν οὐδὲ τούτου, ὥσπερ οὐδὲ τῶν ἄλλων τι, ἀμέσως τῷ αἰσθητῷ προσπελάζοντος, ἵνα μὴ σφοδρὰ πάθη τὴν κριτικὴν παραποδίζῃ ἐνέργειαν, οὐ μὴν ἔτι δυναμένου διὰ τῶν ἀλλοτρίων μεταξὺ τοῦ αἰσθητοῦ ἀντιλαμβάνεσθαι, ἀλλὰ συμφυοῦς μέσου δεηθέντος, ζωτικῶς ὑπὸ τοῦ αἰσθητοῦ πάσχοντος καὶ ἤδη, εἰ καὶ ἀμυδρῶς καὶ δευτέρως, κατὰ τὴν κριτικὴν ἐνέργειαν ἱσταμένου καὶ τότε τὸ πρώτως καὶ καθαρώτερον ἑστὼς κατ’ αὐτὴν κινοῦντος, ὡς τοῦ πρώτου τῆς ἁφῆς αἰσθητηρίου (καὶ γὰρ ἡ γεῦσις ἁφή τις καὶ οὐ καλῶς πρὸς τὴν οἰκείαν ἐγειρομένη ἐνέργειαν, εἰ μὴ ὑπὸ τοῦ ζωτικοῦ καὶ ἤδη αἰσθητικοῦ κινηθείη,) καὶ δραστικωτέρου τοῦ κινοῦντος χρῄζοντος, οὐκ ἂν † εἰ ἡ ὁρίζουσα αὐτὸ ζωὴ ὁμοίως ἦν ταῖς ἄλλαις αἰσθήσεσιν ἀπόλυτος,2 ἀλλὰ διὰ τὸ μᾶλλον εἶναι ἀχώριστος οὐκ ἐπεκτεινομένη καὶ ἐπὶ τὰ ἀλλότρια.
“然而,正如声音对于听觉那样,触觉底层的单一之物究竟是什么,并不显明。” 因为这一疑难并非产生于事物的本性,而是出自我们的无知,因此他没有说不存在单一之物,而是说它并不显明,这或许是因为既未确立共通的名称,而我们的概念也逊于事物的本性,并且有时相反,是因为事物本身——即作为此类事物的生成物体的共通定义性之物——难以被辨明,而且名称也付之阙如。这位哲学家在对共通之物是什么提出疑难之后,在阐明自己的见解之前,先探究触觉的感觉器官:这一方面是为了通过这些论述暂时强化关于触觉并非单一的疑难,其做法是反对那种由于触觉的感觉器官是单一的就认为触觉是单一的表面证明。因为如果肉不是首要的感觉器官,那么首要的感觉器官是否不止一个就是极其不明朗的;而且即便它是一个,触觉对于所有[可触之物]是否也是一种感觉,也尚未显明;因为正如舌头虽然是触觉与味觉共同底层的器官,但它们并非单一的感觉,同样,即使所有对象都有一个共通的感觉器官,所谓可触之物的诸感觉也不全都是一种感觉。另一方面,这是为了通过感觉器官证明触觉比其他感觉更具物体性且更具受动性,从而找到与它相对应的、作为受动性物体特性的感觉对象。那么,触觉如何是具物体性且受动的,乃是从它的首要感觉器官得到证明的:这个器官本身与其余任何感觉器官一样,并不会直接贴近感觉对象(以免剧烈的受苦阻碍判断活动),然而它再也不能通过外在的中介去感知感觉对象,而是需要一个同生的中介,该中介被感觉对象以生命的方式所作用,并且哪怕是模糊地且次要地,它也已经立于判断活动之中,并在那时促动那首要地且更纯粹地立于这一活动的[器官];因为触觉的首要感觉器官(味觉也是一种触觉,若不被生命的且已经具有感觉能力之物所促动,便不能恰当地被唤醒至其固有的活动)需要一个更主动的促动者;如果规定它的生命像其他诸感觉那样是独立的,就不会[需要这种中介],但由于它毋宁是不可分离的,所以并不能延伸到外在之物上。
"Οὐδὲν δοκεῖ σημεῖον εἶναι τὸ γίνεσθαι αἴσθησιν ἅμα θιγγανομένῳ·3" Ὡς διὰ τὸ σωματοειδέστερον καὶ παθητικώτερον καὶ τοῦ πρώτου ἁπτικοῦ αἰσθητηρίου ὑπόνοιαν παρέχοντος προσπελάζειν ἀμέσως τῷ αἰσθητῷ, πρὸς ὃ πρῶτον Ἀριστοτέλης ἐνίσταται, ὅτι οὐ τὸ πρῶτον αἰσθητήριον ἡ σάρξ, κἂν ἅμα τῷ ταύτην θιγεῖν αἰσθανώμεθα. καὶ γὰρ εἰ τῷ δακτύλῳ περιταθείη ὑμήν, ἅμα τῇ θίξει ἡ ἁφή, καὶ ἔτι θᾶσσον, εἰ καὶ συμφυὴς αὐτῷ γένοιτο, οὐ μὴν καὶ διὰ τοῦτο ζωτικῶς τῆς αἰσθητικῆς μετέχων ζωῆς. διὰ γὰρ τοῦτο θᾶσσον, ἀλλ’ ὅμως οὐκ ἐν τῷ ὑμένι οὐδὲ ἐν τῷ συμφυέντι τὸ πρῶτον αἰσθητικόν. πῶς οὖν οὐχὶ καὶ ἡ ἁφὴ γίνοιτο ἂν διὰ μέσου ἀλλοτρίου, εἴπερ καὶ δι’ ὑμένος καὶ δι’ ὕδατος ἐπὶ τοῦ ὑγρανθέντος αἰσθανόμεθα δακτύλου; ἢ οὐ διὰ τοῦ μέσου, ὡς τὸ ὁρατικόν, ὡς αὐτὸς σαφηνιεῖ διὰ τοῦ κατὰ τὴν ἀσπίδα παραδείγματος.
“在被触碰的同时产生感觉,这似乎并不是什么证据;”由于触觉更具物体性且更具受动性,以致让人猜疑首要的触觉器官也是直接贴近感觉对象的,亚里斯多德首先反驳这一点,指出肉并不是首要的感觉器官,即便我们在触及肉的同时产生感觉。因为即使在手指周围套上一层薄膜,在接触的同时也会产生触觉,如果薄膜与手指同生,产生触觉还会更快,但这并不意味着薄膜由此就以生命的方式分有了感觉的生命。因为由此固然更快,但首要的感觉部分无论在薄膜中还是在同生之物中都不存在。那么,如果在湿润的手指的情形中我们既透过薄膜也透过水进行感觉,触觉难道不也是通过外在的中介产生的吗?抑或它并非像视觉那样通过中介产生,正如他本人将通过关于盾牌的例子所阐明的那样。
- 2.182τοῦτο μὲν ἵνα ... τοῦτο δὲ ἵνα
副词性宾格τοῦτο μέν与τοῦτο δέ各自引导一个目的从句(ἵνα ...),并列地陈述了亚里士多德在指明触觉的共通对象之前转向探究触觉器官的双重目的。
- 2.182οὐκ ἂν † εἰ ἡ ὁρίζουσα αὐτὸ ζωὴ ὁμοίως ἦν ταῖς ἄλλαις αἰσθήσεσιν ἀπόλυτος
尽管此处带有残损标记(crux),但其句法显然是由包含直陈式过去时(ἦν)的非真实条件从句与带有ἄν的归结分句(省略了谓语动词,如ἐδεῖτο)构成的反事实条件句,意指若规定它的生命如其他感觉那样是独立的,它就不会需要更具主动性的促动者及同生中介。
- 2.183ἅμα θιγγανομένῳ
ἅμα支配与格,θιγγανομένῳ是现在时被动(或中动)分词的中性单数与格,可作无人称理解(即“在触碰发生的同时”)。虽然从语法上也可以指代被触碰的受体,但结合亚里士多德的原句(423a1)及辛普里丘随后的解释(ἅμα τῇ θίξει),将其理解为表示接触这一事件的中性抽象含义最为贴切。
