- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:159.19-160.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解亚里士多德《论灵魂》422b17–27,梳理了关于触觉是一还是多的否定换位论证结构,并阐明为何肉并非首要的感觉器官而是次要的器官(中介)。进而,他通过证明其他各感觉同样能认知多种对立,阐述了基于对立多数性的疑难是如何得到局部解决的。
" Εἰ γὰρ ἡ ἁφὴ μὴ μία ἐστὶν αἴσθησις, ἀλλὰ πλείους, ἀναγκαῖον καὶ τὰ ἁπτὰ πλείω εἶναι αἰσθητά." Ἀληθὲς μὲν καὶ τὸ ἀντίστροφον, τὸ εἰ πλείω αἰσθητὰ τὸ ἁπτόν, καὶ τὴν ἁφὴν πλείους εἶναι αἰσθήσεις· ἀλλ’ ἐπεὶ ὁ προηγούμενος νῦν λόγος περὶ τῆς ἁφῆς, ἀπὸ ταύτης ἄρχεται, ἵνα δείξας ὅτι μὴ πλείω αἰσθητὰ τὰ ἁπτὰ ὁμολογούμενον ἔχῃ κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν1 καὶ τὸ τὴν ἁφὴν μίαν εἶναι αἴσθησιν. ἀναλαβὼν δὲ τὴν ἀπορίαν, πότερον μία ἢ πλείους, ἐπισυνάπτει καὶ τὴν ἑτέραν, τί τὸ αἰσθητήριον τοῦ ἁπτικοῦ, πότερον ἡ σὰρξ καὶ τοῖς ἄλλοις ἀνάλογον ἢ οὔ, ἄλλοις λέγων τοῖς ἀναίμοις ζῴοις· καὶ εὐθὺς τὸ δοκοῦν αὐτῷ ἐνδείκνυται, ὡς τοῦτο μέν ἐστι τὸ μεταξύ. καὶ ὅπως μεταξύ, ᾐνίξατο ἐπάγων·
“因为如果触觉不是一种感觉,而是多种,那么可触之物也必然是多种感觉对象。” 其逆命题也是真实的,即可触之物若是多种感觉对象,触觉也是多种感觉;但由于眼下首要的论述是关于触觉的,所以他从触觉开始,以便在证明了可触之物并非多种感觉对象之后,通过否定换位使得触觉也是一种感觉这一点成为公认的。在探讨了是一还是多的疑难之后,他又附加上另一道疑难:触觉器官是什么,究竟是肉以及在其他动物中与肉类比之物,还是并非如此——所谓“其他动物”,他指的是无血动物。他随即表明了自己的观点:肉乃是中介。至于如何是中介,他接着暗示道:
"Τὸ δὲ πρῶτον αἰσθητήριον ἄλλο τί ἐστιν ἐντός·" Ὡς καὶ τῆς σαρκὸς μὲν οὔσης αἰσθητηρίου, δευτέρου δέ·2 οὐ γὰρ ἂν τὸ ἄλλο πρῶτον αἰσθητήριον ἦν, ἀλλ’ ἁπλῶς αἰσθητήριον, ὡς τὸ τοῦ ὀφθαλμοῦ ὑγρὸν καὶ ὁ ἐν τοῖς ὠσὶν ἀήρ. οὐ γὰρ ἦν ἐκεῖ τὸ μεταξὺ αἰσθητήριον, ὁ ἔξω ἀὴρ ἢ τὸ ὕδωρ. εἶτα τὴν πρώτην ἐπεξεργάζεται ἀπορίαν ἐκ τοῦ δοκεῖν ἑκάστην τῶν ἄλλων αἰσθήσεων περὶ μίαν ἔχειν ἐναντίωσιν, ταύτην δὲ περὶ πλείους.
“而首要的感觉器官是内部的另一事物;”这是由于肉虽也是感觉器官,却是次要的;因为否则的话,另一事物就不会是“首要的”感觉器官,而仅仅是感觉器官了,正如眼中的液体和耳中的空气一样。因为在那些情形中,中介——即外部的空气或水——并不是感觉器官。随后,他从其他每种感觉似乎都关乎单一的对立,而触觉却关乎多种对立这一事实出发,详细阐述第一道疑难。
"Ἔχει δέ τινα λύσιν πρός γε ταύτην τὴν ἀπορίαν·" Καλῶς καὶ τινὰ φάμενος τὴν λύσιν καὶ πρὸς μόνην τὴν ἐκ τῶν πλειόνων ἐναντιώσεων ἀπορίαν.3 ἐπάξει γὰρ καὶ ἑτέραν περὶ τοῦ αὐτοῦ τοῦ πότερον μία ἢ πλείους, ἐκ τοῦ μὴ φαίνεσθαι ἕν τι κοινὸν τῶν ἁπτῶν γένος· πρὸς ἣν ἡ νῦν λύσις μὴ ἀπαντῶσα, ἀλλὰ πρὸς μόνην τὴν ἐκ τῶν πλειόνων ἐναντιώσεων εἰκότως οὐχ ἁπλῶς ἀλλά τίς ἐστι λύσις. τίς οὖν ἡ λύσις; καὶ ὅτι ἐπὶ τῶν ἄλλων αἰσθήσεών εἰσιν ἐναντιώσεις πλείους. δῆλον γὰρ ὡς τὸν ψόφον ἡ ἀκοὴ κατὰ πᾶσαν προσοῦσαν αὐτῷ ἰδιότητα γνωριεῖ, καὶ τὰς ἀντικειμένας αὐτῷ συμπιπτούσας, οἷον μέγεθος καὶ μικρότητα, λειότητα καὶ τραχύτητα· οὐ τὰ ἐν τοῖς ὄγκοις λέγων, ἵνα τὰ κοινὰ οὐ δέον παρεισάγῃ αἰσθητά, ὡς ὁ Ἀλέξανδρος ᾠήθη, ἀλλὰ τὰ τῶν ἤχων ἴδια, ὧν μόνη γνωριστικὴ ἡ ἀκοή· διὸ καὶ τὸ τῆς φωνῆς πρόσκειται, ὡς καλῶς καὶ ὁ Πλούταρχος ἐπέστησεν. εἰσὶ δὲ καὶ περὶ χρώματα διαφοραὶ τοιαῦται ἕτεραι, οἷον μέγεθος μὲν ἐπὶ τοῦ στίλβοντος χρώματος καὶ ὅλως θᾶττον ὁρωμένου καὶ σφοδρότερον τὴν ὄψιν πλήττοντος, ὡς τὸ τοῦ χρυσοῦ ἔχει χρῶμα καὶ ἀργύρου, σμικρότης δὲ ὡς ἐπὶ τοῦ καὶ πλείονος δεομένου φωτὸς πρὸς τὸ ὁραθῆναι καὶ ἀμυδρότερον κινοῦντος τὴν ὄψιν, οἷον τὸ τοῦ μολύβδου· καὶ λειότης μὲν ἐπὶ τῶν προσηνῶν τῇ ὄψει, οἷα ἡ τῶν ἀνθῶν, ὡς τραχύτης ἐπὶ τῶν μεμερισμένων. εἰ δὲ καὶ πᾶσι τοῖς ὁρωμένοις κοινὸν τὸ φῶς, πλείστας ἂν εὕροις διαφορὰς κατά τε τὰ φωτίζοντα λαμπρὰ καὶ τὰ μή, ἀλλ’ ἐν σκότει ὁρώμενα, καὶ ἐν αὐτοῖς τοῖς τε φωτίζουσι πρὸς ἄλληλα καὶ ἐν τοῖς ἐν σκότει ὁρωμένοις· ἔν τε τοῖς διαφανέσι πλείστη διαφορά, ἐναργέστερον ἢ ἀμυδρότερον φωτιζομένοις, ἢ διὰ τὸ τῶν φωτιζόντων ἢ τῶν διαφανῶν διάφορον, ἢ καὶ παρὰ τὸ συναμφότερον. οὐ θαυμαστὸν οὖν, εἰ καὶ περὶ μίαν τὴν τοῦ ἁπτοῦ φύσιν πολλαὶ συμβαίνοιεν διαφοραί. ἡ μὲν οὖν ἀπὸ τοῦ πλήθους τῶν ἀντιθέσεων ἀπορία λέλυται, ζητεῖ δὲ λοιπόν·
“然而至少对于这一疑难而言,存在着某种解决方式:” 他称这种解决为“某种”解决,且仅仅针对由多种对立所引起的疑难,这是很恰当的。因为关于究竟是一还是多的同一个问题,他还将依据可触之物并未显现出某个单一共通的属这一事实引出另一道疑难;眼下的解决并未回应后一道疑难,而仅仅回应了由多种对立引起的疑难,因此理所当然不是一般的解决,而是“某种”解决。那么,这一解决是什么呢?那就是在其他诸感觉的情形中也存在着多种对立。因为显而易见,听觉将根据声音所具备的每一种固有属性及其伴随的对立性质来认知声音,例如大与小、光滑与粗糙;他并不是指体积上的这些性质——以免如亚历山大所认为的那样不必要地引入共通感觉对象——而是指声音所固有的、唯有听觉能够认知的性质;因此正如普鲁塔克恰当地注意到的那样,文中也加上了“声音的”这一限定。在颜色方面也存在着其他此类差异:例如在闪耀的、总体上更快被看见且更剧烈地冲击视觉的颜色中具有“大”,如金和银的颜色那样;而在需要更多光线才能被看见、更微弱地触动视觉的颜色中具有“小”,如铅的颜色那样;在令视觉感到舒适的颜色中(如花朵的颜色)具有“光滑”,而在细碎之物中具有“粗糙”。即便光对于一切可见之物是共通的,人们也能根据照明的明亮之物与并非如此而是在黑暗中被看见之物,在相互对照的照明物本身之中以及在黑暗中被看见之物之中,发现极多的差异;在透明之物中也存在着极大的差异,它们由于照明物或透明物本身的差异,或者由于这两者的共同作用,而被更清晰或更暗淡地照亮。因此,即便围绕着可触之物的单一本性伴随着许多差异,也并不足为奇。于是,由对立的多数性所引起的疑难得到了解决,接下来他探究:
- 2.179κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν
古代逻辑学术语,指“附带对立(否定)的换位”,即“否定换位法”(contraposition)。指从假言前提“如果触觉不是一种,可触之物就是多种”(非P则非Q)通过逆否转换得出“如果可触之物不是多种,触觉就是一种”(Q则P)的逻辑推论关系。
- 2.180Ὡς καὶ τῆς σαρκὸς μὲν οὔσης αἰσθητηρίου, δευτέρου δέ
带有连词 ὡς 的属格独立结构,说明亚里士多德说“首要的感觉器官在内部”的依据或意图。该结构依存于省略的述谓动词,意在引申其思想:“这是由于肉虽也是感觉器官,但只是次要的感觉器官”。
- 2.181Καλῶς καὶ τινὰ φάμενος τὴν λύσιν καὶ πρὸς μόνην τὴν ἐκ τῶν πλειόνων ἐναντιώσεων ἀπορίαν
首句省略了主要动词(如 εἶπε)。副词 καλῶς 修饰分词 φάμενος,并通过双重连词 καὶ ... καί ...(“既称为……,又针对……”)指出亚里士多德在两方面皆很恰当:既将解决冠以限定词 τινά,又将该解决仅针对由对立多数性所引发的疑难。
