← 辛普里丘

亚里士多德《论灵魂》注释

§158.9-159.18

触觉的单一性与第一触觉器官

注疏亚里士多德《论灵魂》422b17,探讨了触觉的单一性以及触觉器官所在位置(肉还是心脏)这两个疑难,将肉定位为同生的具感觉能力之中介而将心脏视为主感官,并在物体的本原性质中找到了可触对象的共通基础。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.178

" Περὶ δὲ τοῦ ἁπτοῦ καὶ περὶ ἁφῆς ὁ αὐτὸς λόγος." Διότι ὡς ἐπὶ τῶν ἄλλων ἀπὸ τοῦ γνωστοῦ τὴν σύστοιχον ἐθεώρει γνῶσιν, οὕτω καὶ νῦν ἀπὸ τοῦ ἁπτοῦ τίς ἡ ἁφὴ διορίζεται, δύο προτείνας περὶ αὐτῆς ἄπορα· ἓν μὲν πότερον μία ἡ ἁπτικὴ αἴσθησις ἢ πλείους, διὰ τὸ καὶ τὰ ἁπτὰ πλείονα εἶναι καὶ ἀνομοιογενῆ δοκοῦντα καὶ ἐναντιώσεις ἔχειν πλείστας, ἕτερον δὲ εἰ τὸ αἰσθητήριον αὐτῆς, καὶ τὸ τῇ ἁπτικῇ ὑπεστρωμένον αἰσθήσει πρώτως ὄργανον ἡ σάρξ ἐστιν ἐν τοῖς ἐναίμοις ζῴοις καὶ τὸ ἐν τοῖς ἀναίμοις ἀνάλογον τῇ σαρκί, ἢ ταῦτα μὲν μεταξύ, ὡς ἐπὶ τῶν πρώτων τριῶν αἰσθήσεων ὁ ἀήρ, τὸ δὲ αἰσθητήριον ἑτέροις. καὶ οὕτω γε αὐτὸς φαίνεται ἐγκρίνων τὸ πρῶτον τῆς ἁφῆς αἰσθητήριον οὐκ εἶναι τὴν σάρκα ἢ τὸ ἀνάλογον, ἀλλ’ ὡς ἐν τῷ Περὶ αἰσθήσεως λέγει, πρὸς τῇ καρδίᾳ τό τε τῆς ἁφῆς καὶ τὸ τῆς γεύσεως, αἰσθητικῆς μὲν οὔσης καὶ τῆς σαρκὸς καὶ τῶν νεύρων, ἀλλ’ οὐ πρώτως. ὅπερ ζητῶν τὴν σάρκα ὡς μὴ αἰσθητικήν, ἀλλ’ ὡς ἀνάλογον τοῖς μεταξὺ τῷ ἀέρι καὶ τῷ ὕδατι διαγράφει. δηλοῖ γοῦν συμπεραινόμενος τὸν λόγον καὶ ἁπτὰς μὲν εἶναι λέγων τὰς διαφορὰς τοῦ σώματος ᾗ σῶμα, τὸ δὲ αἰσθητικὸν αὐτῶν τὸ ἁπτικόν, καὶ ἐν ᾧ ἡ καλουμένη ἁφὴ ὑπάρχει αἴσθησις πρώτῳ τὸ δυνάμει τοιοῦτον εἶναι μόριον, προσθεὶς τὸ πρώτῳ, ἵνα δῆλον ᾖ περὶ οὗ ἐζήτει ἁπτικοῦ αἰσθητηρίου, ὅπου αὐτὸ θετέον, καὶ πρὸς ὃ ὁρῶν οὐκ ἐβούλετο εἶναι τὴν σάρκα τὸ αἰσθητήριον, ὡς πρῶτον μὲν τὴν καρδίαν εἶναι τὸ ἁφῆς καὶ γεύσεως αἰσθητήριον, τὴν δὲ σάρκα πρὸς μὲν ἐκείνην τὸν τῶν μεταξὺ λόγον ἔχειν, εἶναι δὲ καὶ αὐτὴν αἰσθητικήν, εἰ καὶ δευτέρως. ὅπερ δηλοῖ καὶ αὐτός, συμφυὲς καὶ οὐκ ἀλλότριον βουλόμενος εἶναι μέσον· ἡ δὲ συμφυὴς μεσότης καὶ οὐκ ἀπηλλοτριωμένη κοινωνεῖ τῆς πρὸς τὸ ἡγεμονικὸν ζωῆς. ἀλλ’ οὐχὶ διὰ τί καὶ τὰ ὀστᾶ φαίη ἄν τις αἰσθητικά, καίτοι συμφυῆ ὄντα;1 ἐπειδή, ἐρῶ, οὐδὲ τὸν τῶν μεταξὺ πρὸς τὴν αἴσθησιν σώζει λόγον, κατὰ τὴν φυτικὴν ζωὴν ὄντα συμφυῆ. οὕτω μὲν οὖν τὸ δεύτερον διορίζεται πρόβλημα. τὸ δὲ πρότερον διαπορήσας, μή τι πλείους αἱ τῶν λεγομένων ἁπτῶν αἰσθήσεις διὰ τὰς πλείους αὐτῶν ἐναντιώσεις (μηδὲ γὰρ εἰ ἓν ἁπασῶν κοινὸν τὸ αἰσθητήριον, εἴτε τὸ πρῶτον εἴτε τὸ συμφυὲς μεταξύ, ἱκανὸν εἶναι τοῦτο πρὸς πίστιν τοῦ μίαν ὑπάρχειν, ἐπειδὴ καὶ τῆς γλώττης κοινῆς ἁφῆς οὔσης καὶ γεύσεως κἂν οὐ μία αὗται), τίθεται ὅμως ὑπάρχειν μίαν τὴν ἁπτικήν, δεικνὺς καλῶς καὶ τῶν ἄλλων ἑκάστην πλειόνων οὖσαν ἐναντιώσεων. καὶ ζητῶν πάλιν ὀρθῶς (ὡς, εἰ καὶ πλείους, ἀλλ’ εἶναι δεῖ τινα μίαν φύσιν καθ’ ἑκάστην αἴσθησιν, περὶ ἣν αἱ πλείους, ὡς ἐν ὄψει μὲν τὸ φῶς· καὶ γὰρ τὸ χρῶμα ὡς φῶς τι ὁρατόν· ἐν δὲ ἀκοῇ ὁ ψόφος, ἐν ὀσφρήσει δὲ ἡ ὀσμή, τὸ ἐναποπλυνόμενον οὖσα τῷ κοινῷ ἀέρος καὶ ὕδατος ὑγρῷ ἔγχυμον, ὡς τῇ γεύσει ὁ χυμός) ζητῶν οὖν ὀρθῶς, τί τὸ ἐν ἁφῇ κοινόν,2 κἂν μὴ ὠνόμασται, τίθεται αὐτὸ τὸ σωμάτων ὡς σωμάτων διοριστικόν, ὧν ἀρχαὶ τὰ τέτταρα στοιχεῖα, τουτέστι τῶν γενητῶν καὶ φθαρτῶν. ἔστι γάρ τι κοινὸν ὡς γινομένων ὁριστικὸν εἶδος, ἰδίας ἔχον ἐπακολουθούσας ποιότητας, κατὰ μὲν τὴν θέσιν βαρύτητα καὶ κουφότητα καὶ τὰς τούτων μέσας ῥοπάς, κατὰ δὲ τὰς εἰς ἄλληλα αὐτῶν ποιήσεις θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα καὶ τὰς ἐκ τούτων συμπλεκομένας, λειότητα τραχύτητα, σκληρότητα μαλακότητα, τὰς ὁμοίας· ὡς παραδεδόσθαι ἡμῖν ὑπ’ αὐτοῦ καὶ τὸ ἓν κοινὸν γένος τῶν ἁπτῶν, τό γε πρᾶγμα, κἂν ὄνομα αὐτῷ μὴ κέηται. ἀλλ’ ἐπὶ τὴν λέξιν ἰτέον. τὸν αὐτὸν εἶναί φησι περί τε τοῦ ἁπτοῦ καὶ τῆς ἁφῆς λόγον.

“关于可触之物和触觉也是同样的道理。” 因为正如在其他感官的情形中,他从可知对象考察相应的知觉一样,现在他也同样从可触之物来界定触觉是什么,并就此提出了两个疑难:其一,由于可触之物数量较多、看似不同属且包含极多的对立,触觉究竟是一种感觉还是多种感觉;其二,它的感觉器官,即首要地作为触觉感觉基础的器官,在有血动物中究竟是肉、在无血动物中是与肉类比的事物,还是说这些只是中介,犹如前三种感觉中的空气一样,而感觉器官另有其物。事实上,他自己似乎也判定触觉的首要感觉器官不是肉或其类比物,而是正如他在《论感觉》中谈到触觉和味觉器官时所说,是在心脏附近;肉与神经虽然也具有感觉能力,但并非首要地具有。在探求这一点的过程中,他将肉描摹为并非有感觉的,而是类似于空气与水这些中介的物。无论如何,他在为这一论述作结时指出,物体作为物体的差异乃是可触之物,能够感觉它们的是触觉器官,而被称为触觉的感觉首要地寓于其中的部分在潜能上就是这样的部分;他加上“首要地”,正是为了明确他所探究的触觉器官应当置于何处,以及他是出于何种考量不希望肉作为感觉器官。这就是说,心脏首要地是触觉和味觉的感觉器官,而肉相对于它具有中介的比例,肉自身虽然是次要的,但也同样具有感觉能力。他自己也表明了这一点,希望中介是同生的而非外在的;而同生的、未被异化的中介分有了通向主导中枢的生命。然而有人或许会问:“为什么骨头虽然也是同生的,却不是有感觉的呢?”我将回答说:因为骨头甚至没有保持中介相对于感觉的比例,它们仅仅是按照植物性生命而是同生的。第二道疑难便是这样被界定的。至于前一道疑难,在探讨了所谓的可触之物的感觉是否会由于它们的多种对立而有多种之后(因为即使对于它们全体而言器官是单一且共通的,无论是首要的器官还是同生的中介,这都不足以证明触觉只有一种,毕竟舌头虽然共通于触觉和味觉,它们也并非单一的感觉),他仍然设定触觉是单一的,并出色地指明其他每种感觉也包含着多种对立。而且他再次正确地探求(因为即使对立有多种,但在每种感觉中也必然存在某种单一的本性,这多种对立围绕着它展开,正如在视觉中是光——因为颜色作为某种光是可见的——在听觉中是声音,在嗅觉中是气味,即被冲洗进空气与水共有的湿气中的具有滋味之物,正如在味觉中是滋味一样)——那么,在正确地探求了触觉中的共通者究竟为何之后,即便它没有被命名,他也将其设定为物体作为物体的规定者,即以四元素为始基之物、亦即生成与毁灭之物的规定者。因为存在着某种共通的形式,它规定着生成之物,并具有其固有的伴随性质:就处所而言具有重与轻以及这二者的中间倾斜度,就它们彼此之间的作用而言具有热与冷、干与湿,以及由这些复合而成的光滑与粗糙、坚硬与柔软及类似性质;因此,即使没有为其确立一个名称,可触之物的单一共通属——至少就其实事而言——已经被他传授给我们了。但我们必须进入本文。他说,关于可触之物和触觉也是同样的道理。

语法注2 条
  1. 2.178ἀλλ’ οὐχὶ διὰ τί καὶ τὰ ὀστᾶ φαίη ἄν τις αἰσθητικά, καίτοι συμφυῆ ὄντα;

    短语 οὐχὶ διὰ τί 以修辞性问句引入假想的反驳:“然而有人或许会问,骨头虽然也是同生的,为什么不是有感觉的呢?”紧随其后的 ἐπειδή, ἐρῶ(“我将回答说:因为……”)是作者对该疑问的直接回答。

  2. 2.178καὶ ζητῶν πάλιν ὀρθῶς ... ζητῶν οὖν ὀρθῶς, τί τὸ ἐν ἁφῇ κοινόν

    由分词 ζητῶν πάλιν ὀρθῶς 开头的句子被一段与其他感官作类比的长插入句(ὡς, εἰ καὶ πλείους...)打断,随后通过 ζητῶν οὖν ὀρθῶς 恢复并引导回主动词 τίθεται,属于典型的复收(resumptive)结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:158.9-159.18