- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:157.4-158.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德关于可饮与不可饮之物为触觉与味觉所共有、味觉器官对湿润可尝对象的适度状态,并论述了滋味在两极(甜与苦)与中间项之间的分类及感官的受动性。
" Ἔστι δὲ κοινὸν ἁφῆς καὶ γεύσεως τὸ ποτόν." Νῦν οὐ τὸ ἀνωτέρω ἀντιδιῃρημένον τῷ ἀπότῳ μόνον λέγων, ἀλλὰ τὸ κοινὸν ἀμφοῖν· καὶ γὰρ τὸ ἐκεῖ ἄποτον κοινὸν τῆς τε ἁφῆς ὡς ὑγρὸν καὶ τῆς γεύσεως ὡς κατὰ στέρησιν ὂν ἄγευστον ἢ δι’ ἀμυδρότητα ἢ δι’ ὑπερβολήν.
“可饮之物是触觉与味觉共有的。” 他现在不是仅在谈论上文与不可饮之物相对立的事物,而是在谈论两者共通的事物;因为在那里的不可饮之物,作为潮湿之物也同样共通于触觉,而作为依缺失(无论是由于隐约还是由于过度)而无味之物,也共通于味觉。
"Ἐπεὶ δ’ ὑγρὸν τὸ γευστόν, ἀνάγκη τὸ αἰσθητήριον αὐτοῦ μήτε ὑγρὸν εἶναι ἐντελεχείᾳ μήτε ἀδύνατον ὑγραίνεσθαι." Ὅτι μὲν ἄχυμον εἶναι δεῖ τὸ γευστικὸν αἰσθητήριον φανερόν, ἐπειδὴ τὸ ἴδιον τῆς γεύσεως αἰσθητὸν ὁ χυμός. ἵνα οὖν μὴ παραποδίζῃ ὁ ἐγκείμενος χυμὸς πρὸς τὴν τῶν ἄλλων κρίσιν, ἄχυμον εἶναι δεῖ, παθητικὸν δὲ ὑπὸ τῶν χυμῶν οὐ τῷ κατ’ οὐσίαν μεταβάλλειν, ἀλλ’ ἵνα σωζόμενον τῆς ποιότητος μεταλαμβάνῃ. ὁ δὲ Ἀριστοτέλης οὐδὲ ὑγρὸν εἶναι βούλεται διὰ τὸ εἰ καὶ μὴ τοῦ ὑγροῦ ὡς ὑγροῦ τὴν γεῦσιν εἶναι ἀντιληπτικήν, ὅμως οὐκ ἄνευ ὑγρότητος.1 ἀλλὰ νόσημα νομίζεται ἡ τῆς γλώττης ξηρότης· διὸ κατὰ φύσιν ἔχειν δεῖ τινα καὶ ὑγρότητα, εἰ καὶ ἄχυμον, ἢ τοσαύτην, ὥστε μὴ τῷ ἐξυδαροῦν τὸ ἐπεισιὸν ἔγχυμον ὑγρὸν παραποδίζειν αὐτοῦ τῇ ποιήσει. ἀλλὰ καὶ ἡ ξηρότης μαχομένη πρὸς τὴν ἐπεισιοῦσαν ὑγρότητα οὐκ ἐᾷ παθεῖν καὶ τῷ παθεῖν τὸ αἰσθητήριον κρῖναι τὸν ἐν τῷ ὑγρῷ χυμόν. ὅθεν οὔτε κατάξηρος οὖσα οὔτε ἄγαν ὑγρὰ εὐαίσθητος ἡ γλῶσσα, καὶ μάλιστα ἐὰν ἔγχυμος ἡ ἐν αὐτῇ ὑγρότης ᾖ, ὡς ἐπὶ τῶν ἰκτεριώντων ἢ ὡς ἐπὶ τῶν προγευσαμένων ἑτέρου τινὸς ἐγχύμου. αὕτη γὰρ ἡ ἁφὴ γίνεται τοῦ πρώτου ὑγροῦ, ἐπειδὴ οὐ διά τινος μεταξὺ ἀλλ’ ἁπτομένη ἡ γλῶσσα πάσχει ὑπὸ τοῦ γευστοῦ, ἐὰν τὸ περὶ αὐτὴν ὑγρὸν πλέον ᾖ τούτου ὡς προσεχοῦς οὗ ἡ ἁφή·2 ἵνα τὸ πρῶτον τοῦ προσεχοῦς ᾖ δηλωτικὸν ἢ καὶ τοῦ προυπάρξαντος ἐγχύμου ὑγροῦ, ὡς ἐπὶ τῶν προγευσαμένων ἐγχύμου τινός.
“既然可尝之物是潮湿的,其感官就必然既不是现实中潮湿的,也不是不能被弄湿的。” 味觉器官必须无味,这是显而易见的,因为滋味是味觉固有的感觉对象。因此,为了不让内在的滋味妨碍对其他滋味的判定,器官必须是无味的;但它又必须能承受滋味的作用,这并非通过实体上的变化,而是为了在保全自身的同时分有这种性质。但亚里士多德甚至不希望它是潮湿的,因为即使味觉不是把潮湿作为潮湿来把握,却也绝不能脱离潮湿。然而舌头的干燥被视为一种病态;因此它依自然本性必须具有某种湿气(即使是无味的),或者仅仅具有不至于因稀释流入的具有滋味的潮湿物而妨碍其发挥作用的湿气。可是干燥也会与流入的潮湿相对抗,不允许器官受到作用,并因受到作用而判定潮湿之物中的滋味。因此,舌头无论在极度干燥还是过度潮湿时都不能敏锐地感觉,尤其是当其内部的湿气带有滋味时更是如此,例如在患黄疸者或预先尝过其他有滋味之物的人身上。因为这种接触乃是与第一种湿气发生的——由于舌头不是通过媒介而是通过直接接触承受可尝之物的作用——如果舌头周围的湿气多于这作为与之接触的直接之物的湿气;在此,“第一”或者是指代直接之物,或者也指代预先存在的带有滋味的湿气,正如在预先尝过某种有滋味之物的人身上那样。
"Τὰ δὲ εἴδη τῶν χυμῶν." Ὡς ἐν χρώμασιν ἄκρα τὸ λευκὸν καὶ τὸ μέλαν, τὰ δὲ ἄλλα μέσα τούτων, οὕτως ἐν χυμοῖς ἄκροι γλυκὺς καὶ πικρός, μεταξὺ δὲ οἱ λοιποί· καὶ οἱ μὲν ἄκροι ἁπλοῖ ὡς ἄμικτοι πρὸς ἀλλήλους, οἱ δὲ μέσοι ἐκ τῶν ἄκρων μικτοί, οὐχ ὡς ἐξ ἐκείνων συγκιρνάμενοι, ἁπλοϊκῶς δὲ καὶ αὐτοὶ ὑφιστάμενοι διὰ τὴν πρὸς ἑκάτερον τῶν ἄκρων κοινωνίαν μικτοὶ ἐνίοτε καὶ ἐξ ἀλλήλων λέγονται.3 οἱ μὲν οὖν ἄλλοι κατ’ εἶδος ἀλλήλων διάφοροι, ὁ δὲ στρυφνὸς δοκεῖ ἐπίτασις εἶναι τοῦ αὐστηροῦ. ἀπερίληπτοι μὲν οὖν αἱ τῶν χυμῶν ἰδέαι, ὡς δὲ εἰς ἐναργεστέρας ταύτας πειρῶνται πάσας ἀνάγειν. διὸ καλῶς ἔφη τὸ σχεδὸν τοσαύτας δοκεῖν εἶναι τὰς διαφοράς. εἰπὼν δὲ τί τὸ γευστόν, τὸ γευστικόν, περὶ οὗ καὶ προὔκειτο λέγειν, τὸ δυνάμει τοιοῦτον εἶναί φησιν, ἐπειδὴ καὶ ἡ κατ’ ἐνέργειαν γνῶσις τῷ γνωστῷ ὁρίζεται καὶ κατὰ τὸ ἐκείνου ἵσταται εἶδος. πάσχει δηλαδὴ τὸ ὄργανον, καὶ πάσχειν ποιεῖ τὸ γευστὸν τῷ εἰς τὸ ὄργανόν τι δρᾶν.
“至于滋味的种类。” 正如在颜色中白与黑是极端,而其他颜色是这二者之中间,在滋味中甜与苦也是极端,其余则是中间;而且极端作为彼此未混合之物是单纯的,而中间之物是由极端混合而成的,但并非作为由极端复合在一起,而是它们自身也是单纯地自立的,由于与两极端各自具有共通性,有时也被称为混合的以及彼此派生的。因此其他滋味在种上彼此相异,但涩味似乎是酸涩味的增强。滋味的样式固然是不可穷尽的,但人们试图把它们全部归结为这些较为明晰的样式。因此他恰当地说这些差异“似乎大致有这么多”。在说明了何为可尝之物后,对于原本计划讨论的味觉器官,他说它在潜能上就是这样的,因为现实中的认识也是由可知对象所规定,并依据其形式而确立的。也就是说,器官受到作用,而可尝之物通过对器官施加某种活动而使其受到作用。
- 2.176διὰ τὸ εἰ καὶ μὴ τοῦ ὑγροῦ ὡς ὑγροῦ τὴν γεῦσιν εἶναι ἀντιληπτικήν, ὅμως οὐκ ἄνευ ὑγρότητος
让步条件从句 εἰ καὶ μὴ ... 被嵌入由介词 διά 支配的冠词不定式结构 διὰ τὸ ... εἶναι 中。在 ὅμως 引出的后续归结部分,紧承前面的宾格加不定式结构省略了谓语动词(如 εἶναι),从而构成“味觉不能脱离潮湿”之意。
- 2.176ἐὰν τὸ περὶ αὐτὴν ὑγρὸν πλέον ᾖ τούτου ὡς προσεχοῦς οὗ ἡ ἁφή
τούτου 是由比较级 πλέον 所要求的比较属格,指代侵入的潮湿物。关系代名词 οὗ 是以 προσεχοῦς 为先行词的宾格性属格,依附于 ἡ ἁφή,意为“与之的接触”。
- 2.177οὐχ ὡς ἐξ ἐκείνων συγκιρνάμενοι, ἁπλοϊκῶς δὲ καὶ αὐτοὶ ὑφιστάμενοι διὰ τὴν πρὸς ἑκάτερον τῶν ἄκρων κοινωνίαν μικτοὶ ἐνίοτε καὶ ἐξ ἀλλήλων λέγονται
以 οἱ δὲ μέσοι 为主语,否定的分词短语(οὐχ ὡς ... συγκιρνάμενοι)与肯定的分词短语(ἁπλοϊκῶς δὲ καὶ αὐτοὶ ὑφιστάμενοι)形成对比并列,共同修饰主谓语 μικτοὶ ... λέγονται。该结构表明中间项本身是自立的,仅由于兼具两极的特征才被称为“混合的”。
