← 辛普里丘

亚里士多德《论灵魂》注释

§156.1-157.3

感觉对象的缺失与过度及无味物的区分

辛普利丘根据亚里士多德的文本(422a20–31),分析了各种感觉如何认知其固有对象的“缺失”与“过度”,特别阐明了味觉中“无味之物”的诸种划分(微量、劣质、毁坏性)以及为何“可饮与不可饮之物”构成了味觉的原理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.173

" Ὥσπερ δὲ καὶ ἡ ὄψις ἐστὶ τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου." Πολλάκις εἰρημένον ἐστὶν ἐναργές, ὡς ἑκάστη αἴσθησις, προηγουμένως καὶ κατ’ ἐπιβολὴν τὸ οἰκεῖον γνωρίζουσα αἰσθητόν, τῷ μὴ αἰσθάνεσθαι πειρωμένη καὶ αὐτῷ τῷ μὴ ἐπιβάλλειν1 καὶ τῆς στερήσεως ἀντιλαμβάνεται τοῦ οἰκείου αἰσθητοῦ. ἀλλὰ ταύτης μὲν ὡς κατ’ ἔνδειαν ἀναισθήτου, οὐ παρόντος τῷ ὑποκειμένῳ τοῦ αἰσθητικοῦ εἴδους· γνωρίζει δὲ καὶ τὸ ἀσυμμέτρως ὑπερβάλλον αἰσθητόν, ἄλλως εἰκότως ἀναίσθητον λεγόμενον ἢ ἡ στέρησις· ἀντικειμένως γὰρ δι’ ὑπερβάλλουσαν τοῦ αἰσθητικοῦ εἴδους παρουσίαν. οὐ γὰρ οἷά τε αὐτῷ ὡς ἂν ὑπερβάλλοντι συναρμόζεσθαι, καὶ πάλιν αὐτῷ τῷ μὴ συναρμόζεσθαι τὸ ἀναίσθητον αὐτοῦ γνωρίζει. οὕτως ἡ ὄψις τὸ ἄγαν λαμπρὸν καὶ ἡ ἀκοὴ τὴν ὑπεραίρουσαν βροντὴν ἥ τε γεῦσις τὸ φθαρτικὸν τῆς γεύσεως καὶ ἀπαμβλῦνον αὐτῆς τῇ προσβολῇ τὴν ἐνέργειαν. ὅταν μὲν οὖν ἀναίσθητον λέγωμεν κατὰ στέρησιν ἐπὶ τοῦ ὑποκειμένου τοῦ καὶ τῷ κατ’ ἐπιβολὴν αἰσθητῷ ὑπεστρωμένου, ὃ ἀναίσθητον λέγομεν, ὅταν μὴ ἔχῃ τὸ εἶδος,2 καίτοι πεφυκὸς ἔχειν, ἢ ἔχῃ μὲν ἀμυδρῶς δέ, ὡς τὸ ἄπουν καὶ ἀπύρηνον ἐνίοτέ φαμεν ἐπὶ τῶν εὐτελῶς ταῦτα ἐχόντων, τὸ τοιοῦτον ἀναίσθητον γνωρίζει ἡ οἰκεία ἑκάστου αἴσθησις. ὅταν δὲ ἀντὶ ἀποφάσεως τὸ ἀναίσθητον λέγωμεν, ὡς τὴν φωνὴν ἀόρατον, οὐκέτι πάντως τὸ τοιοῦτον αἰσθητὸν τῇ οἰκείᾳ αἰσθήσει, ἐπειδὴ ἡ ἀπόφασις καὶ ἐπὶ τῶν μὴ ὑποκειμένων τῷ εἴδει φέρεται. διὸ καὶ αὐτὸς ἐφ’ ἑνὸς τοῦ ἀοράτου ὁσαχῶς λέγεται ἐπέστησεν, ἵνα εἰδῶμεν ποῖον μὲν ἀόρατον γνωρίζει ἡ ὄψις, ποῖον δὲ οὐχί. τοῦ μὲν γὰρ ἀδυνάτου ὁραθῆναι, ὡς ἔχει ἡ φωνή, οὐκ ἀντιλαμβάνεται ἡ ὄψις, τὸ δὲ πεφυκὸς κἂν μὴ ἔχῃ ἢ φαύλως ἔχῃ, γνωρίζει· φαύλως δὲ ἔχει ἢ τὸ ἀμυδρῶς ἢ τὸ δι’ ὑπερβολὴν βλαπτικῶς. οὕτω δὲ καὶ ἡ γεῦσις τοῦ γευστοῦ καὶ ἀγεύστου, οὐ τοῦ ἀδυνάτου δηλαδή· ὅθεν τοῦτο μὲν ἀφεῖται, διαιρεῖται δὲ τὸ ὑποπῖπτον ἄγευστον, τὸ ἢ μικρόν φησιν ἢ φαῦλον ἔχον χυμὸν ἢ φθαρτικὸν τῆς γεύσεως· τὸ μικρὸν ἢ ἀντὶ τοῦ οὐδὲ ὅλως κατὰ Ἀττικὴν εἰρηκὼς συνήθειαν,3 ὅταν πεφυκὸς ἔχειν μὴ ἔχῃ, ἢ τοῦτο μὲν παρεὶς ὡς ἐκ τῶν πολλάκις εἰρημένων γνώριμον ὄν, μικρὸν δὲ λέγων τὸ ἀμυδρῶς ἔχον καὶ φαῦλον, οὐκ ἐκ παραλλήλου τὸ αὐτὸ δηλῶν, ἀλλ’ οἶμαι τὸ ἀηδίζον τὴν γεῦσιν, ὃ καὶ αὐτὸ ἄγευστόν πως τῷ ἀνίλλεσθαι περὶ αὐτὸ τὴν γεῦσιν· παρὰ δὲ τοῦτο τὸ φθαρτικόν.

“正如视觉既属于可见之物,也属于不可见之物。” 屡次谈到且显而易见的是,每种感觉在主要地且通过直接专注来认知固有的感觉对象时,在尝试时通过不感觉——并且正是通过不施加直接专注——也把握了固有感觉对象的缺失。然而对于这种缺失,它是作为依匮乏而不可感觉之物来把握的,因为感觉形式在基底中并不在场;但它也认知那不成比例地过度的感觉对象,后者按理说是在另一种意义上被称为“不可感觉的”,与缺失不同:因为它是以对立的方式、由于感觉形式的过度在场所致。由于感觉无法与作为过度的事物相协调,因而反过来正是由于未能相协调,感觉认知了它的不可感觉性。视觉依此认知过度耀眼之物,听觉认知压倒一切的雷声,味觉认知毁坏味觉以及因冲击而使感觉活动迟钝之物。因此,当我们对于那同样作为直接专注之感觉对象的基底下垫物、依缺失而言说“不可感觉的”时——即当下垫物虽自然适合拥有该形式却没有拥有,或者只是隐约拥有(正如我们有时对于极微弱地拥有这些事物的东西称之为“无足的”和“无核的”那样)我们称之为不可感觉的——各自固有的感觉就认知这样的不可感觉物。然而,当我们用“不可感觉的”来表示纯粹否定时,例如说声音是“不可见的”,这样的东西就不再必定对其固有的感觉而言是可感觉的了,因为否定也适用于那些不作为该形式之基底的事物。正因如此,他本人在“不可见的”这一事例上指出了它的多种含义,以便我们明白视觉认知何种“不可见的”,而不认知何种。因为对于不可能被看见的事物(如声音那样),视觉并不去把握,但对于自然适合被看见、哪怕没有或者劣质地具有的事物,视觉则能够认知;而劣质地具有,要么是指隐约地具有,要么是指因过度而有害地具有。味觉对于可尝之物和无味之物也是如此,当然这并非指不可能有味之物;因此后者被略去,而隶属于味觉的“无味之物”被划分开来,他说这包括具有少量滋味、劣质滋味或毁坏味觉的事物:他说“少量”,要么是依照雅典习惯指代“完全没有”(当自然适合拥有却没有时),要么是把这一点当作屡次言说中人所共知的而略去,称“少量”是指隐约具有滋味的东西,而称“劣质”并不是并列地表达同一件事,而是我认为指使味觉感到不悦的事物,这本身也由于味觉在其周围退缩回避而在某种意义上是“无味的”;此外还有“毁坏性的”。

§2.174

"Δοκεῖ δὲ εἶναι ἀρχὴ τὸ ποτὸν καὶ ἄποτον." Ἔστι μὲν τὸ εἶδος τοῦ γευστοῦ ὁ χυμός, ἀλλ’ ἐπεὶ οὗτος ἢ ἐνεργείᾳ ἢ δυνάμει ἐστὶν ὑγρός, εἰ μέλλοι εἶναι αἰσθητός, πρὸ δὲ τοῦ δυνάμει τὸ ἐνεργείᾳ, τὸ δὲ ἐνεργείᾳ ὑγρὸν ποτόν, εἰκότως τοῦτο ἀρχή. καλεῖ δὲ ποτὸν νῦν τὸ ἔγχυμον ὑδατῶδες ὑγρὸν καὶ προσηνῆ τὸν χυμὸν καὶ ἐναργῆ ἔχον, ἵνα ἄποτον ᾖ, ὡς ἐξ ὧν αὐτὸς εἴρηκεν φανερόν, τὸ ὑδατῶδες μὲν ὑγρόν,4 ἄχυμον δὲ ἢ ἀμυδρὸν ἢ ἀηδῆ χυμὸν ἔχον ἢ φθαρτικὸν τῆς γεύσεως. οὐ γὰρ ἂν ἀρχὴ εἴη μὴ ὑγρὸν ὄν· σαφῶς δὲ τὸ φαῦλον εἴρηται, ἐν ᾧ καὶ τὸ μηδ’ ὅλως ἔγχυμον καὶ τὸ ἀμυδρῶς καὶ τὸ ἀηδῶς περιληπτέον· εἴρηται γὰρ καὶ τὸ φθαρτικόν.

“可饮之物与不可饮之物似乎是一个原理。” 可尝物的形式固然是滋味,但由于滋味若要是可感觉的,就必须现实地或潜能地是潮湿的,而现实的先于潜能的,现实中潮湿之物又是可饮的,因此这理所当然是一个原理。他现在把具有滋味且滋味宜人而明晰的水性潮湿之物称为“可饮之物”,从而正如从他自己所说的那样显然可见,“不可饮之物”是指虽为水性潮湿之物,但无味、或具有隐约或令人不悦的滋味,抑或毁坏味觉的事物。因为若不是潮湿之物,它就不可能是原理;而“劣质”已经被明确道出,在其中必须一并涵括完全没有滋味、隐约具有以及令人不悦地具有滋味的事物;因为“毁坏性的”也已经被说出了。

语法注4 条
  1. 2.173τῷ μὴ αἰσθάνεσθαι πειρωμένη καὶ αὐτῷ τῷ μὴ ἐπιβάλλειν

    主格阴性分词 πειρωμένη(意为“在尝试时”)修饰主语 ἑκάστη αἴσθησις,表示手段的冠词不定式与格 τῷ μὴ αἰσθάνεσθαι 则修饰主句动词 ἀντιλαμβάνεται,并通过后面的 καὶ αὐτῷ τῷ μὴ ἐπιβάλλειν(“正是通过不施加直接专注”)进行了进一步的同位阐释与强化。

  2. 2.173ὃ ἀναίσθητον λέγομεν, ὅταν μὴ ἔχῃ τὸ εἶδος

    关系代词 ὃ 指向前项 ὑποκειμένου,作 λέγομεν 的宾语,ἀναίσθητον 作宾语补足语(“即我们称之为不可感觉的基底”)。紧接着的 ὅταν 从句规定了该基底被如此称呼的条件,形成嵌套在更长的主从条件句内部的关系结构。

  3. 2.173τὸ μικρὸν ἢ ἀντὶ τοῦ οὐδὲ ὅλως κατὰ Ἀττικὴν εἰρηκὼς συνήθειαν

    句首的宾格短语 τὸ μικρόν 作为受词或话题提前,由完成时主格分词 εἰρηκώς 支配。全句由两个平行的分词短语 ἢ... εἰρηκώς 与 ἢ τοῦτο μὲν παρείς... λέγων 构成选择结构,省略了限定动词,直接呈现对亚里士多德用语的两种可能解释。

  4. 2.174ἵνα ἄποτον ᾖ, ὡς ἐξ ὧν αὐτὸς εἴρηκεν φανερόν, τὸ ὑδατῶδες μὲν ὑγρόν

    ἵνα 从句在此作结果/归结从句使用(“从而使得……”),而非纯粹的目的从句。ᾖ 的语法主语是 τὸ ὑδατῶδες μὲν ὑγρόν,中间插入了说明性短语 ὡς ἐξ ὧν αὐτὸς εἴρηκεν φανερόν(“正如从他自己所说的那样显然可见”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:156.1-157.3