- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:154.29-155.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释422a6–422a15,解释气味属于干、滋味属于湿,论证可尝物是一种不通过外部中介的可触物,辨析其与颜色及视觉的区别,并阐明滋味在口中得以现实化的具体方式。
" Ἔστι δ’ ἡ ὀσμὴ τοῦ ξηροῦ, ὥσπερ ὁ χυμὸς τοῦ ὑγροῦ." Ἐν γὰρ τῷ διόσμῳ ἐναποπλυνόμενον τὸ ἔγχυμον ξηρὸν τὸ ὀσφραντὸν ἐργάζεται, ὡς ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν ἐρεῖ· τὸ δὲ γευστὸν κἂν ξηρὸν ᾖ, οὐ γίνεται αἰσθητὸν τῇ γεύσει κατὰ τὸν χυμὸν μὴ ὑγρανθέν, ὡς μετ’ ὀλίγον ἐρεῖ. δυνάμει δὲ τὸ ὀσφραντικὸν οἷον τὸ ὀσφραντόν, ἐν τῷ ἐνεργεῖν κατὰ τὸ εἶδος αὐτοῦ ἱστάμενον, ὥσπερ καὶ πᾶσα αἴσθησις κατὰ τὸ τοῦ οἰκείου αἰσθητοῦ· πρὶν δὲ ἐνεργεῖν δυνάμει ἐστίν.
“气味属于干燥之物,正如滋味属于潮湿之物。” 因为正如他在《论感觉及其对象》中所要说的,具有滋味的干燥之物在透臭体中被冲洗出来,便产生了可嗅物;另一方面,可尝物即使是干燥的,如果不被湿润,也不会如他稍后所要说的那样依滋味而成为味觉所能感觉的对象。嗅觉能力在潜能上就如同可嗅物,在现实活动时依照它的形式而确立,正如每一种感觉依照其固有的感觉对象的形式确立一样;但在现实活动之前,它是在潜能中的。
"Τὸ δὲ γευστόν ἐστιν ἁπτόν τι." Οὐ καθ’ αὑτό, κατὰ δὲ τὸ ὑποκείμενον. καθ’ αὑτὸ μὲν γὰρ γευστὸν ὁ χυμός, ἐν ὑποκειμένῳ δὲ τὴν χυμώδη γενέσθαι δεῖ ποιότητα, εἰ ἐνεργείᾳ μέλλει γενέσθαι γευστή. διὸ τὸ γευστὸν καὶ ἁπτὸν τῷ ὑποκειμένῳ· ἁπτὴ γὰρ ἡ ὑγρότης. οὐδὲν δὲ ἁπτὸν κινεῖ τὴν ἁφὴν διά τινος ἔξωθεν ὄντος μεταξύ· εἰ γὰρ καὶ διά τινος μέσου, ἀλλ’ οἰκείου. ὥστε οὐδὲ τὸ γευστὸν τὴν γεῦσιν· σὺν γὰρ τῷ ὑγρῷ κινεῖ, τὸ δὲ ὑγρὸν ἁπτόν. τὸ δὲ οὐδὲ γὰρ ἡ ἁφὴ ἀποδέδοται πρὸς τὸ διὰ τοῦ μεταξὺ ἀλλοτρίου ὄντος σώματος. καὶ τὸ σῶμα δέ, ἐν ᾧ ὁ χυμός, τὸ γευστόν, ἐν ὑγρῷ ὡς ὕλῃ. τὴν λέξιν ὧδε χρὴ καταστῆσαι·1 καὶ τὸ σῶμα τὸ τῇ χυμώδει ποιότητι γευστῇ οὔσῃ ἐν ὑγρῷ πάντως γινομένῃ ὑποκείμενον ὡς ὕλη ὑπέστρωται. οὐ γὰρ ὡς τὸ διαφανὲς οὐ τὰ χρώματα, ἀλλὰ τὴν ἀπ’ αὐτῶν ἐνέργειαν, οὕτω καὶ τὸ ὑγρὸν τὴν τοῦ χυμοῦ ἐνέργειαν, ἀλλὰ καὶ αὐτὸν δέχεται τὸν χυμόν, ὡς ἡ ὕλη τὰ εἴδη, κατὰ μόνην ἀναλογοῦσα τὴν δεκτικὴν ὑπόθεσιν πρὸς τὰ πράγματα, ὧν λέγεται δεκτική, ἐπεὶ δηλονότι πῇ μὲν ὡς συμβεβηκὸς ὁ χυμὸς ἐν τῷ ὑγρῷ, ὡς ἑδραζόμενος ἐν αὐτῷ, πῇ δὲ ὡς τὰ εἴδη ἐν τῇ ὕλῃ, ὡς ἀνέχοντα καὶ στηρίζοντα ἐν ἑαυτοῖς ἐκείνην.
“而可尝物是某种可触物。” 这不是依其自身,而是依其基底。因为依其自身,滋味是可尝物,但具有滋味的性质若要成为现实中可尝的,就必须在基底中产生。因此,可尝物也依其基底而是可触物;因为潮湿是可触的。然而,没有任何可触物是通过处于外部中间的某种东西来打动触觉的;因为即使是通过某种媒介,也是通过固有的媒介。因此,可尝物也不会[通过外部媒介]打动味觉;因为它是与潮湿之物一起打动味觉的,而潮湿之物是可触的。所谓“因为触觉也不……”这句表述,是针对通过作为异质物体的中间物[进行感觉]而说的。再者,滋味(即被尝之物)处于其中的物体,在作为质料的潮湿之物中。原文必须这样来理解:“并且,为那作为可尝物且必然产生于潮湿之物中的有味性质作基底的物体,作为质料铺垫在下。”因为绝非像透明体接受的不是颜色而是来自颜色的现实活动那样,潮湿之物也接受滋味的现实活动;相反,潮湿之物接纳滋味本身,正如质料接纳诸形式一样,它仅仅在作为具有接纳性的前提基础这一点上,与那些它被称为接纳者的事物相类比。因为显然,滋味一方面作为偶性处于潮湿之物中,即安顿在它之中;另一方面则如同诸形式处于质料中,即诸形式在自身中承担并支撑着质料。
"Διὸ καὶ εἰ ἐν ὕδατι ἦμεν, ᾐσθανόμεθα ἂν ἐμβληθέντος τοῦ γλυκέος·2" Οὐχ ὡς τὴν ἐνέργειαν τοῦ γλυκέος διαβιβάζοντος τοῦ ὕδατος, ὡς ὁ ἀὴρ τῶν χρωμάτων, ἀλλ’ ὡς αὐτοῦ πάσχοντος τὴν γλυκύτητα καὶ ὡς γλυκέος εἰς τὸ αἰσθητήριον ἐνεργοῦντος. διὸ οὐκ ἦν ὡς διὰ 〈τοῦ〉 μεταξύ.
“因此,即使我们是在水中,若甜的东西被投入,我们也是能感知到的;”这并非因为水传递了甜的现实活动(如空气传递颜色那样),而是因为水自身承受了甜,并作为甜的东西对感觉器官施加现实活动。因此,这并不如同通过中间媒介。
"Τὸ δὲ χρῶμα οὐχ οὕτως ὁρᾶται τῷ μίγνυσθαι." Ἡ πρός τι τινὸς μῖξις τὴν παθητὴν δηλοῖ μέθεξιν, τὸ δὲ χρῶμα τῷ ἀέρι ἀπολύτως καὶ κατ’ ἐνέργειαν πάρεστιν. οὐ γὰρ χρωματίζεται ὁ ἀὴρ καὶ οὕτως εἰς τὸ αἰσθητήριον δρᾷ· οὐ μὴν οὐδὲ σωματικαῖς ἀπορροίαις ἑαυτοῦ εἰς τὸ αἰσθητήριον φερομέναις τὸ κεχρωσμένον ὁρᾶται.
“然而颜色并不是通过被混合而以这种方式被看到的。” 某物与某物的混合表明了受动性的分有,而颜色则是无条件地且依现实活动呈现在空气中。因为空气并非被着色并以此方式对感觉器官发生作用;当然,着色之物也绝不是通过自身的物体性流出物流向感觉器官而被看到的。
"Ὡς μὲν οὖν τὸ μεταξὺ οὐδέν ἐστιν.3" Ὥσπερ ἐπὶ τῶν χρωμάτων καὶ τῆς ὄψεως ἔστι τι καὶ τὸ μεταξὺ ἀλλότριον τὸ διαφανές, οὐχ οὕτως ἐπὶ τῆς γεύσεως ἔστι τι μέσον ἔξωθεν. ὡς μέντοι τὸ χρῶμα πρὸς τὴν ὄψιν, οὕτως ἐστὶν ὁ χυμὸς πρὸς τὴν γεῦσιν. γίνεται δὲ γευστὸς ὁ χυμὸς ἢ ἤδη ὢν ἐν ὑγρῷ ἐνεργείᾳ, ὡς τὸ γλυκὺ τοῦ μέλιτος, ἢ δυνάμενος ὑγρανθῆναι, ὅταν ὑγρανθῇ ἢ αὐτὸς χεόμενος ὑπὸ τῆς ἐν τῷ στόματι θερμότητος, ὡς οἱ ὀποί, ἢ μιγνύμενος τῇ ἐν αὐτῷ ὑγρότητι ὡς τὸ πέπερι. οἱ δὲ ἅλες αὐτοί τε τηκόμενοι ὑπὸ τοῦ ἐν τῷ στόματι ὑγροῦ διαχέονται καὶ συντήκοντες τὴν γλῶσσαν ἔτι πλείονι τῷ περὶ αὐτὴν μίγνυνται ὑγρῷ.
“因此,作为中间媒介,什么也没有。” 正如对于颜色和视觉而言,存在某种异质的中间媒介(即透明体)那样,对于味觉而言并非以这种方式存在某种外部的中介。然而,正如颜色之于视觉,滋味也是如此之于味觉。滋味成为可尝物,要么是因为已经现实地处于潮湿之物中(如蜂蜜的甜),要么是因为能够被湿润(当它被湿润时)——要么像植物汁液那样由于口中的热而被融化,要么像胡椒那样与口中的潮湿混合。而盐自身被口中的湿气融解并分散开来,且通过溶解舌头,与舌周围更多的湿气相混合。
- 2.169τὴν λέξιν ὧδε χρὴ καταστῆσαι
亚里士多德原文“καὶ τὸ σῶμα δέ, ἐν ᾧ ὁ χυμός, τὸ γευστόν, ἐν ὑγρῷ ὡς ὕλῃ”语序倒错且结构凝练,辛普利丘将其改写为“καὶ τὸ σῶμα τὸ τῇ χυμώδει ποιότητι γευστῇ οὔσῃ ἐν ὑγρῷ πάντως γινομένῃ ὑποκείμενον ὡς ὕλη ὑπέστρωται”,以此澄清句子骨架:主语为 τὸ σῶμα,而 ἐν ὑγρῷ ὡς ὕλῃ 作为谓词性成分修饰说明。
- 2.170ᾐσθανόμεθα ἂν ἐμβληθέντος τοῦ γλυκέος
此处为跟在假设从句 εἰ ἐν ὕδατι ἦμεν 之后的结果从句。ἐμβληθέντος τοῦ γλυκέος 为属格独立结构,表示附加的时间或条件要素(“若甜物被投入”);未完成过去时 ᾐσθανόμεθα 加上 ἄν 构成反事实条件句的结论。
- 2.172Ὡς μὲν οὖν τὸ μεταξὺ οὐδέν ἐστιν
亚里士多德的原句引文是对比结构(ὡς μὲν οὖν τὸ μεταξὺ οὐδέν ἐστιν, ὡς δὲ τὸ χρῶμα ...)的前半段。辛普利丘将 ὡς μὲν 解释为“作为中间媒介而言无物存在”,并在其注疏中以 ὡς μέντοι 引出与之相对照的后半句功能,理顺了这一对照句式的关联。
