← 辛普里丘

亚里士多德《论灵魂》注释

§153.19-154.28

触觉与人类的明智及动物的气味感知

注解亚里士多德《论灵魂》421a22–26,解释了人类触觉的卓越为何带来理智与明智的优越,说明了为何将滋味的词汇(“甜”、“辛辣”等)转用于气味,并阐明了不具呼吸器官的水生与陆生动物(如鱼和昆虫)如何在不吸气的情况下感知气味。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.166

" Διὸ καὶ φρονιμώτατόν ἐστι τῶν ζῴων." Ὡς τοῦ ἀνθρωπείου ὅλου ὀργάνου δι’ εὐκρασίαν ἱκανοῦ πρὸς ὑποδοχὴν τῆς κατὰ φρόνησιν ἐνεργούσης ψυχῆς.1 φρονιμώτατον δὲ εἴρηται ἢ ὡς καὶ τῶν ἄλλων, ὅσα διηρθρωμένην καὶ εὐμήχανον ἔχει φαντασίαν, κοινότερον φρονίμων λεγομένων, ὡς καὶ ἀρετὴν ἵππου φαμέν, ἢ ὡς μόνον τὸ ἀνθρώπειον ζῷον καὶ φρονήσεως καὶ τῆς ἀρίστης ἔν γε τοῖς ἐν γενέσει τυγχάνον.

“因此[人]也是动物中最明智的。” 这是因为整个人类器官凭借良好的调和,足以接纳依明智而现实活动的灵魂。而说“最明智”,要么是因为其他动物中凡是具有清晰且机敏的表象的,也较为宽泛地被称为明智(正如我们也说到马的德性一样);要么是因为在生成的事物中,唯有人类动物获得了明智,且获得了最好的明智。

§2.167

"Ἔστι δ’ ὥσπερ χυμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρός, οὕτω καὶ ὀσμαί." Ἀπὸ μὲν τῶν χυμῶν καὶ εἰς τὰς ὀσμὰς μετενήνεκται τὰ ὀνόματα, τὸ γλυκὺ τὸ δριμὺ καὶ τὰ ὅμοια. οὐ μάτην δέ (διὰ τί γὰρ μὴ ἀπὸ τῶν ἁπτῶν ἢ ἀκουστῶν;) ἀλλ’ ἐπειδή, ὡς εἴρηται, καὶ κατὰ τὰ πράγματά ἐστι συγγένεια τοῖς ὀσφραντοῖς πρὸς τὰ γευστὰ διὰ τὴν τοῦ ἐγχύμου ἀπόπλυσιν ἐν τῷ κοινῷ ἀέρος τε καὶ ὕδατος ὑγρῷ. διὰ τί οὖν μὴ ἀεὶ τῷ γλυκεῖ χυμῷ ἡ γλυκεῖα ἀκολουθεῖ ὀσμή; ἐπειδὴ παρατρέπεται ἐνίοτε τὸ ἐναποπλυνόμενον ἔγχυμον, ἡ δὲ παρατροπὴ εἴς τι φέρει ὁμογενὲς ἢ εἰς τὴν οἰκείαν τοῦ πράγματος στέρησιν. ἡ μὲν γλυκεῖα κρόκου καὶ μέλιτος,2 ἐπὶ μὲν τοῦ μέλιτος συντρεχούσης τῇ γλυκείᾳ ὀσμῇ τῆς γεύσεως, οὐχὶ δὲ καὶ ἐπὶ τοῦ κρόκου, ἀλλὰ διαφωνεῖ πρὸς τὴν ὀσμὴν γλυκεῖαν οὖσαν οὐ τοιαύτη ὑπάρχουσα ἡ γεῦσις. ὅτι δὲ μετενήνεκται ἀλλ’ οὐ προηγουμένως ἐπὶ τῶν ὀσφραντῶν κεῖται τὰ ὀνόματα, δηλοῖ τὸ ἄκυρον. τίς γὰρ ἂν κυρίως γλυκεῖαν ἢ ὀξεῖαν εἴποι ὀσμήν, εἰ μὴ κατὰ τὴν πρὸς τὰ γευστὰ ἀναφοράν; ὅτι δὲ καὶ ἡ ὄσφρησις τοῦ ἀνοσφράντου πάντῃ ἀντιλαμβάνεται αὐτῷ τῷ μὴ αἰσθάνεσθαι,3 καὶ οὐ τοῦ σφόδρα μόνου, ἀλλὰ καὶ τοῦ ἀμυδρῶς ὀσμώδους ἐναργές. ἀλλὰ καὶ ὅτι διά τινος ἔξωθεν μεταξὺ ὄντος καὶ διαβιβάζοντος τοῦ ὀσφραντοῦ τὴν ἐνέργειαν εἰς τὴν αἴσθησιν, πρόδηλον, καὶ ὅτι κοινὸν τοῦτο τοῦ ἀέρος καὶ ὕδατος, ὃ δίοσμον καλοῦμεν. καὶ γὰρ οἱ ἰχθύες ὀσμῶνται ἐν ὕδατι πρὸς τὸ δέλεαρ σπεύδοντες, ὥσπερ καὶ τὰ ἐν ἀέρι. ἔστι γὰρ οὐ μόνον ἐν ὕδατι ἄναιμα, ὡς τὰ ὀστρακόδερμα ἐν αὐτοῖς, ἀλλὰ καὶ ἐν ἀέρι ὡς τὰ ἔντομα, ἃ καὶ μὴ ἀναπνέοντα ὀσφραίνεται. καίτοι καὶ πεφυκὼς ὀσμᾶσθαι ἄνθρωπος καὶ ὅσα ἀναπνευστικά, ὅταν μὴ εἰσπνέῃ, ἀλλ’ ἢ ἐκπνέῃ ἢ ἐπέχῃ τὸ πνεῦμα, οὐκ ὀσφραίνεται. πῶς οὖν ἐκεῖνα μηδὲ πεφυκότα ἀναπνεῖν; τάχα γὰρ ἂν δόξειε διὰ τὸ μὴ ἀναπνεῖν μηδὲ ὀσμᾶσθαι, ἀλλ’ ἑτέρᾳ αἰσθήσει τῶν ὀσφραντῶν ἀντιλαμβάνεσθαι. ὅτι γὰρ ἀντιλαμβάνεται ἐναργές, ἐπὶ τὸ μέλι φοιτώσης τῆς μελίσσης καὶ πόρρωθεν, 〈καὶ φευγούσης αὖθις〉 ὅταν κάηται· ἀλλὰ καὶ φθειρόμενα 〈φαίνεται〉 ὑπὸ τῶν δυσωδῶν ἢ βαρέων. εἰ δὲ αἰσθάνεται, δῆλον ὡς κατὰ τὴν ὀσφραντικήν· αὐτὸ γὰρ τοῦτό ἐστιν ἡ ὄσφρησις, ἡ τῶν ὀσμῶν ἀντιληπτικὴ αἴσθησις. καὶ τῷ ἀέρι κἀκεῖνα διόσμῳ ὄντι χρῆται, διαβιβάζοντι τὴν ἐνέργειαν τοῦ ὀσφραντοῦ, οὐχ ὡς ἀναπνεομένῳ, ἀλλ’ ὡς διόσμῳ προσπελάζοντι μέχρι τοῦ ὀσφραντικοῦ αἰσθητηρίου. οὕτω γὰρ καὶ ἡμεῖς χρώμενοι αὐτῷ ὀσφραινόμεθα, ὡς διόσμῳ προσπελάσαντι τῷ αἰσθητηρίῳ. ἀλλ’ ἡμεῖς μέν, ἵνα προσπελάσῃ, διανοῖξαι τέως βουλόμεθα τὰ τέως εἴργοντα τὴν προσπέλασιν,4 καὶ πρὸς τὸ διανοῖξαι οἷον τῷ ἀέρι ὡς ἀναπνεομένῳ χρώμεθα· ἐκεῖνα δὲ οὐδὲν δεῖται ὡς μὴ ἔχοντα τὸ διεῖργον. οὕτω δὲ καὶ τὰ τῶν σκληροφθάλμων ὄμματα οὐκ ἴσχοντα βλέφαρα εὐθέως ὁρᾷ μὴ κινοῦντά τι. δῆλον δὲ ὡς καὶ τὰ ἀναπνέοντα οὐχ οἷά τε ὀσμᾶσθαι ἐν ὕδατι, ἐπεὶ μηδὲ ἀναπνεῖν.

“正如滋味有甜有苦,气味也是如此。” 名称是从滋味转用到气味上的,如“甜”、“辛辣”及类似名称。但这并非徒劳(因为何不从触觉对象或听觉对象转用呢?),而是因为正如所说,通过具有滋味之物在空气与水的共同潮湿中被冲洗出来,可嗅物与可尝物在实际事物中也存在亲缘性。那么,为什么甜的味道并不总是伴随着甜的气味呢?这是因为被冲洗出的具有滋味之物有时会发生变质,而变质会导向某种同类之物,或导向该事物特有的缺失。番红花和蜂蜜的[气味]是甜的,在蜂蜜上,味觉与甜的气味相符,但在番红花上则不然,味觉并不作为这般状态存在,因而与甜的气味不一致。而名称是转用的、并非本原性地适用于可嗅物,这一点从其非本义性便可表明;因为若非依与可尝物的关联,谁会把气味在本义上称为甜或酸锐呢?再者,嗅觉正是通过未感知这一行动本身而在各方面感知无气味之物,且不仅感知极端之物,还感知微弱带气味之物,这是显然的。但嗅觉通过某种处于外部中间且将可嗅物的现实活动传递至感觉的媒介来进行,并且这种媒介是空气与水所共有的(我们称之为透臭体),这也是显而易见的。因为鱼也在水中嗅闻而争相扑向鱼饵,就像空气中的动物一样。因为不仅水中有无血动物(如其中的介壳类),而且空气中也有无血动物(如昆虫),它们即便不呼吸也能嗅闻。然而,天生具有嗅觉能力的人以及一切呼吸的动物,在不吸气而是呼气或屏住呼吸时,都闻不到气味。那么,那些甚至天生不呼吸的动物又是如何嗅闻的呢?因为人们或许会认为,由于不呼吸,它们甚至根本没有嗅闻,而是通过另一种感觉来感知可嗅物。因为它们进行感知是显然的,蜜蜂甚至从远处飞向蜂蜜,并在蜂蜜被焚烧时再次逃遁;此外,它们也显出被恶臭或沉闷的气味所毁灭。如果它们在感知,显然是依嗅觉能力来感知的;因为嗅觉本身正是接纳气味的感觉。并且那些动物也是利用透臭的空气(它传递着可嗅物的现实活动),不是将其作为被呼吸之物,而是作为透臭体接近直至嗅觉器官。因为我们自己也是以这种方式利用它,作为接近感官的透臭体而嗅闻的。然而在我们这里,为了让它接近,我们暂时想要敞开此前阻挡接近的构造,并且为了敞开,我们就像使用被呼吸之物那样利用空气;而那些动物因为没有任何阻隔,所以根本不需要这些。这正如硬眼类动物的眼睛没有眼睑,无需动任何东西便能立刻看见。显然,呼吸的动物无法在水中嗅闻,因为它们甚至无法在水中呼吸。

语法注4 条
  1. 2.166Ὡς τοῦ ἀνθρωπείου ὅλου ὀργάνου δι’ εὐκρασίαν ἱκανοῦ πρὸς ὑποδοχὴν τῆς κατὰ φρόνησιν ἐνεργούσης ψυχῆς.

    表原因的连词 ὡς 引导了一个省略了分词 ὄντος 的属格绝对结构(τοῦ ... ὀργάνου ... ἱκανοῦ),构成了注解者对经文引句“最为明智”的原因说明。

  2. 2.167ἡ μὲν γλυκεῖα κρόκου καὶ μέλιτος

    阴性单数主格形容词 ἡ γλυκεῖα 省略了名词 ὀσμή,指“番红花与蜂蜜的[甘甜气味]”。紧随其后的 συντρεχούσης τῇ γλυκείᾳ ὀσμῇ τῆς γεύσεως 证实了这一省略。

  3. 2.167αὐτῷ τῷ μὴ αἰσθάνεσθαι

    带否定词 μή 的定冠词不定词与格,表示手段或原因(“正是通过不感知这一事实”),描述了嗅觉感知无气味状态的佯谬方式。

  4. 2.167διανοῖξαι τέως βουλόμεθα τὰ τέως εἴργοντα τὴν προσπέλασιν

    副词 τέως 出现了两次:前者意为“暂且 / 首先(在实现目的之前)”,后者意为“此前 / 一直以来”,对比了人类必须通过吸气先打开覆盖构造,而昆虫等则原本就不存在阻隔结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:153.19-154.28