- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:151.38-153.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘通过感官的不精确及其对剧烈受动的需要,解释了为何人类嗅觉劣于其他感觉以及许多动物,并论述了硬眼类动物视觉的类比以及嗅觉与味觉的比例关系。
" Ἀλλὰ χεῖρον πολλῶν ζῴων· φαύλως γὰρ ὁ ἄνθρωπος ὀσμᾶται." Φαύλως μὲν ὀσμᾶται, ἐπειδὴ συμπέφυρται ἐπὶ ταύτῃ τοῖς πάθεσιν ἡ κρίσις, καὶ ὡς πρὸς τὰς ἄλλας αἰσθήσεις φαύλως. χεῖρον δὲ τῶν ἄλλων ζῴων, οὐκ ἐπειδὴ τῶν ὀσφραντῶν εἰδῶν ἐκεῖνα κριτικώτερα1 (τοῦτο γὰρ ἐκείνοις κατὰ πᾶσαν αἴσθησιν ἀδύνατον, ἀλλὰ κατὰ πᾶσαν αἴσθησιν ἐν ἐκείνοις ἡ πρὸς τὰ πάθη τῆς κρίσεως σύγχυσις πολλῷ μειζόνως ἢ ἐν ἡμῖν ἐπὶ τῆς ὀσμῆς), ἀλλὰ πλεονεκτοῦσιν ἡμῶν ἐκεῖνα κατὰ τὸ πόρρωθεν ἀντιλαμβάνεσθαι τοῦ ὀσφραντοῦ, ὡς γῦπες καὶ τὰ ἔντομα, καὶ τὸ ἀπὸ σμικρᾶς ἀφορμῆς κινεῖσθαι πρὸς ταύτην, ὡς αἱ τοῖς ἴχνεσι τῶν θηρίων ἐπακολουθοῦσαι κύνες.
“但比许多动物都差;因为人嗅觉低劣。” 嗅觉低劣,是因为在这一[感觉]上判别与受动混合在一起,而且相比于其他感觉也是低劣的。但比其他动物差,并非因为那些动物对可嗅物的种类更具判别力(因为这对它们来说在每种感觉中都是不可能的,相反,在每种感觉中,它们身上的判别与受动的混淆远比我们在气味上的情形要严重得多),而是因为它们在从远处感知可嗅物上超过我们(如秃鹫和昆虫),以及从微小的线索便被驱动朝向这一感觉(如追踪野兽足迹的猎犬)。
"Καὶ οὐδενὸς αἰσθάνεται τῶν ὀσφραντῶν ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος, ὡς οὐκ ὄντος ἀκριβοῦς τοῦ αἰσθητηρίου." Οὐχ ὅτι μόνα ἔχει ταῦτα τὸ ἡδὺ καὶ τὸ λυπηρόν· ἑτέροις γὰρ ἀεὶ ταῦτα ἀκολουθεῖ· οὐδὲ ὅτι ἅμα ταῖς ἄλλαις διαφοραῖς τῶν ὀσφραντῶν καὶ τὸ ἡδὺ αὐτῶν καὶ λυπηρὸν διακρίνει· οὐ γὰρ ἂν διὰ τοῦτο ὡς μὴ ἀκριβοῦς κατεγίνωσκε τοῦ αἰσθητηρίου (τοὐναντίον γὰρ ἀκριβείας τοῦτο σημεῖον)· ἀλλ’ ἐκεῖνο λέγει ὡς σφοδροτέρας διὰ τὸ μὴ εἶναι πρὸς τὴν κρίσιν ἀκριβὲς τὸ ὀσφραντικὸν ἡμῶν ὄργανον δεῖται πείσεως2 καὶ πληκτικωτέρας, ἵνα πρὸς τὴν γνῶσιν διεγερθῇ, ὡς διὰ τὴν σφοδρότητα ἡστὴν ἢ λυπηρὰν γίνεσθαι τὴν πεῖσιν. καὶ διὰ τοῦτο οὐκ ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος, ὡς οὐκ ἄνευ τοῦ λυπεῖσθαι ἢ ἥδεσθαι, δεομένου σφοδροτέρας πάθης τοῦ αἰσθητηρίου ὡς μὴ ἀκριβοῦς. τοῦτο δὲ διὰ τὸ μὴ παρεσκευάσθαι πρὸς τὴν ῥᾳδίαν εἰς τὸ κρίνειν ἐνέργειαν, ὅθεν οὐδὲ καθαρὰν ἀποδίδωσι τὴν κρίσιν παραποδιζόμενον ὑπὸ τῆς πάθης. δεῖ μὲν γὰρ πάντως παθεῖν τι ὑπὸ τοῦ αἰσθητοῦ τὸ αἰσθητήριον, ἀλλὰ τὸ σφοδρότερον πάθος κωλύει τὴν κριτικὴν ἐνέργειαν. κατὰ φύσιν οὖν ἐν ἡμῖν τὸ ὀσφραντικὸν αἰσθητήριον ἰσχυροτέρας δεόμενον πάθης, ὡς δηλοῖ τὸ πάντως ἥδεσθαι ἢ λυπεῖσθαι, ἀμυδροτέραν εἰκότως ὡς πρὸς τὰς ἄλλας ἐν ἡμῖν αἰσθήσεις ἔχοι τὴν κρίσιν.
“并且感知任何可嗅物都不能没有痛苦或快乐,如同感官并不精确一样。” 这并不是说气味仅具有快乐和痛苦(因为这些总是伴随于其他事物);也不是说在可嗅物的其他差异之外它还辨别它们的快乐和痛苦;因为他绝不会因此而谴责感官不精确(相反,这是精确的标志)。他说的乃是这一点:由于我们的嗅觉器官在判别上并不精确,它需要更剧烈和更有冲击性的受动,以便被激发去认知,以至于由于这种剧烈性,受动变得令人快乐或令人痛苦。正因如此,它不能没有痛苦或快乐,即如同不能不感到痛苦或快乐,因为感官由于不精确而需要更剧烈的受动。而这是由于它未曾准备好进行轻易朝向判别的现实活动,因此它受阻于受动,不能给出纯粹的判别。因为感官固然无论如何都必须受感物的某种影响,但更剧烈的受动却妨碍了判别性的现实活动。因此,我们身上的嗅觉器官依自然需要更强烈的受动,正如它必然感到快乐或痛苦所表明的,相较于我们身上的其他感觉,它理所当然具有更为模糊的判别。
"Εὔλογον δ’ οὕτω καὶ τὰ σκληρόφθαλμα τῶν χρωμάτων αἰσθάνεσθαι." Παραδείγματι οὐκ ἀκριβοῦς αἰσθητηρίου τῷ σκληροφθάλμῳ χρῆται· καὶ γὰρ ἐν τοῖς σκληροφθάλμοις οἷον ἐν τῷ καρκίνῳ μείζονος τὸ ὀπτικὸν αἰσθητήριον καὶ σφοδροτέρας δεῖται πάθης.
“硬眼类动物以这种方式感知颜色也是合乎情理的。” 他用硬眼类动物作为不精确感官的例证;因为在硬眼类动物中,例如螃蟹,其视觉感官同样需要更大且更剧烈的受动。
"Καὶ μὴ διαδήλους αὐτοῖς εἶναι τὰς διαφορὰς τῶν χρωμάτων πλὴν τῷ φοβερῷ καὶ ἀφόβῳ." Οὐχ ὅτι μόνον τοῦ φοβεροῦ καὶ ἀφόβου, οὐχὶ δὲ χρώματος ἢ τῶν ἐν χρώματι διαφορῶν αἰσθάνεται ταῦτα τὰ ζῷα (οὐ γὰρ ἔστι φοβεῖσθαι ἐπὶ μηδενί, ὡς οὐδὲ ἥδεσθαι· εἰ δὲ καὶ ποτὲ μὲν φοβεῖται ποτὲ δὲ ἀντικειμένως διατίθεται, δῆλον ὡς καὶ διαφόρων αἰσθάνεται ὁρατῶν· ὁρᾶται δὲ τὰ χρώματα), ἀλλ’ ὅτι οὐκ ἄλλως αὐτῶν ἀντιλαμβάνεται ἢ τῷ καταπλήττεσθαι ἢ καταλεαίνεσθαι, ὧν τὸ μὲν φοβερὸν τὸ δὲ ἄφοβον προσαγορεύει, διὰ τὸ μὴ κινεῖσθαι αὐτῶν τὸ ὀπτικόν, εἰ μὴ τῷ σφόδρα παθεῖν. καὶ τοῦτο δηλοῖ τὸ πλὴν τῷ φοβερῷ καὶ ἀφόβῳ ἀντὶ τοῦ εἰ μὴ 〈τῷ〉 φοβεῖσθαι καὶ ἀφοβεῖν,3 οὐκ ἀποφατικῶς τοῦ ἀφόβου εἰρημένου, ἀλλ’ ἀντικειμένης τῷ φοβερῷ διαθέσεως δηλωτικοῦ.
“并且除了依可怖和不可怖[的区别]之外,颜色的差异对它们并不分明。” 这并不是说这些动物只感知可怖与不可怖、而不感知颜色或颜色中的差异(因为在毫无对象的情况下产生恐惧就像毫无对象产生快乐一样是不可能的;如果它们有时恐惧而有时处于相反的性向,显然它们也感知到了不同的可见物,而可见之物正是颜色),而是说它们对其感知无非是通过被震慑或被抚慰——对于这些,他把前者称为“可怖的”,后者称为“不可怖的”——因为它们的视觉若非剧烈受动就不会被推动。而这一点由“除了依可怖和不可怖”代替“除非通过恐惧和不恐惧”表达出来表现得十分清楚,“不可怖”并不是否定性地说的,而是表明与可怖相对立的性向。
"Ἔοικε μὲν γὰρ ἀνάλογον ἔχειν πρὸς τὴν γεῦσιν καὶ ὁμοίως τὰ εἴδη τῶν χυμῶν τοῖς τῆς ὀσμῆς." Ὡς γὰρ ἡ ὄσφρησις πρὸς τὰ ὀσφραντά, ἡ γεῦσις πρὸς τὰ γευστά, καὶ ἐναλλὰξ ὡς ἡ ὄσφρησις πρὸς τὴν γεῦσιν, τὰ ὀσφραντὰ πρὸς τὰ γευστά. ταῦτα δὲ οἰκειότητα ἔχει πρὸς ἄλληλα, εἴ γε γευστὸν μὲν ὁ χυμός, ὅς ἐστι ξηροῦ ἐν ὕδατι ἀπόπλυσις, ὀσφραντὸν δὲ ἡ τοῦ ἐγχύμου ξηροῦ ἐν τῷ κοινῷ ὕδατος καὶ ἀέρος ὑγρῷ.4 καὶ τῇ ὀσφρήσει ἄρα οἰκειότης ἐστὶ πρὸς τὴν γεῦσιν ὡς συγγενοῦς ἀντιληπτικῇ, ἀλλὰ τῇ ἀκριβείᾳ ὑπερέχει τὴν ὄσφρησιν ἡ γεῦσις, διὰ τὸ ἁφήν τινα καὶ ταύτην εἶναι, τὴν δὲ ἁφὴν ἀκριβεστάτην ἔχειν τὸν ἄνθρωπον διά τε τὴν λεπτότητα τοῦ δέρματος καὶ τὴν τοῦ ὅλου σώματος εὐκρασίαν.
“因为它似乎与味觉成比例,且滋味的种类与气味的种类相似。” 因为正如嗅觉之于可嗅物,味觉之于可尝物;反之,正如嗅觉之于味觉,可嗅物之于可尝物。而这些彼此之间具有亲缘性,既然可尝物是滋味,即干燥物在水中的冲洗,而可嗅物是具有滋味的干燥物在水与空气之共同潮湿中的[冲洗]。因此,嗅觉与味觉具有亲缘性,因其能感知同类之物,但味觉在精确性上超越了嗅觉,因为味觉也是某种触觉,而人由于皮肤的细腻和整个身体的良好调和,最精确地拥有触觉。
- 2.161οὐκ ἐπειδὴ τῶν ὀσφραντῶν εἰδῶν ἐκεῖνα κριτικώτερα
ἐκεῖνα(那些动物)为主语,κριτικώτερα 为表语形容词,而属格 τῶν ὀσφραντῶν εἰδῶν 并非比较属格,而是由形容词 κριτικός 所支配的宾格性属格(“判别可嗅物的种类”)。
- 2.162ὡς σφοδροτέρας διὰ τὸ μὴ εἶναι πρὸς τὴν κρίσιν ἀκριβὲς τὸ ὀσφραντικὸν ἡμῶν ὄργανον δεῖται πείσεως
此结构展现了语序倒置(hyperbaton)。分句的核心为 ὡς δεῖται σφοδροτέρας πείσεως,动词 δεῖται 支配属格补足语 σφοδροτέρας πείσεως。其间插入了表示原因的介词短语 διὰ τὸ μὴ εἶναι πρὸς τὴν κρίσιν ἀκριβὲς τὸ ὀσφραντικὸν ἡμῶν ὄργανον(其中 τὸ ... ὄργανον 为不定词 εἶναι 的主语)。
- 2.164ἀντὶ τοῦ εἰ μὴ 〈τῷ〉 φοβεῖσθαι καὶ ἀφοβεῖν
ἀντὶ τοῦ... 用以替代原句。中性冠词 τοῦ 将随后的整个短语 εἰ μὴ 〈τῷ〉 φοβεῖσθαι καὶ ἀφοβεῖν 名词化,说明亚里士多德原文中的与格结构(τῷ φοβερῷ καὶ ἀφόβῳ)应当被理解为相当于表达恐惧和不恐惧之受动状态的动词与格不定词。
- 2.165ὀσφραντὸν δὲ ἡ τοῦ ἐγχύμου ξηροῦ ἐν τῷ κοινῷ ὕδατος καὶ ἀέρος ὑγρῷ
名词 ἀπόπλυσις(冲洗)和系动词 ἐστί 从前一分句(γευστὸν μὲν ὁ χυμός, ὅς ἐστι ξηροῦ ἐν ὕδατι ἀπόπλυσις)中承前省略;句法应补足理解为 ἡ [ἀπόπλυσις] τοῦ ἐγχύμου ξηροῦ....
