- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:150.32-151.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《论灵魂》421a7,指出嗅觉不精确的原因不仅在于人类接受能力的局限,还在于可嗅物本身的复合与中间本性,并阐明了注文中“气味”与“可嗅物”的用语对应关系。
" Περὶ δὲ ὀσμῆς καὶ ὀσφραντοῦ ἧσσον εὐδιόριστόν ἐστι τῶν εἰρημένων· οὐ γὰρ δῆλον ποῖόν τί ἐστιν ὀσμὴ οὕτως ὡς ὁ ψόφος ἢ τὸ φῶς ἢ τὸ χρῶμα." Ὅτι μὴ ἀκριβὴς μηδὲ διηρθρωμένη ἡμῖν ἡ ὀσφραντικὴ ὑπάρχει αἴσθησις, δηλοῖ οὐ σαφῶς τὸ ὑποκείμενον γνωρίζουσα1 ὅ τι ποτέ ἐστι, πλὴν ὡς ὀσφραντόν. οὐ γὰρ ὡς ὁρατὸν μόνον, ἀλλὰ καὶ ὡς φῶς ἢ ὡς χρῶμα καὶ τὰ τούτου εἴδη ἡ ὄψις γνωρίζει· ἥ τε ἀκοὴ καὶ ὡς ψόφον καὶ τὰς τούτου διαφοράς. οὐχ οὕτως ἡ ὀσφραντικὴ τί τὸ ὑποκείμενον γνωρίζει, οὔτι παντελῶς ἀγνοοῦσα, εἴ γε ἡ μέν ἐστι γλυκεῖα, ἡ δέ ἐστι δριμεῖα ἢ αὐστηρὰ ἢ ὀξεῖα, ἀλλ’ οὐ σαφῶς διαρθροῦσα, ὡς μάλιστα μὲν ἄν τοῦτο ἐκ τῆς ἡμετέρας γνοίημεν συναισθήσεως. δῆλον δὲ καὶ ἐκ τοῦ μηδὲ ὄνομα τῷ κοινῷ κεῖσθαι ὀσφραντῷ τὴν ὑποκειμένην αὐτῷ δηλοῦν φύσιν καὶ ἐκ τοῦ τὰ μερικώτερα ἐκ τῶν γευστῶν πάντα εἰλῆφθαι· ἐκεῖθεν γὰρ καὶ τὸ γλυκὺ καὶ τὸ δριμὺ καὶ τὰ πικρά· ἀλλ’ οὐχ ὡς ἐπὶ τῶν ἁπτῶν, εἰ καὶ τὸ κοινὸν ἀνώνυμον διὰ τὴν κατὰ γένος αὐτῶν διαφοράν, οὐκ ἐξ ἄλλης τὰ μερικώτερα ὀνόματα αἰσθήσεως εἴληπται.2 δηλοῖ δὲ καὶ τὸ μηδενὸς αἰσθάνεσθαι τῶν ὀσφραντῶν ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος, οὐχ ὡς μόνων τούτων οὔσης τῆς ὀσφρήσεως, ὡς ὑπενόησεν ὁ Πλούταρχος (καὶ γὰρ ὅτι δριμὺ ἢ γλυκύ), οὐδὲ μὴν ὁμοίως τῇ γεύσει, ὡς ὁ Θεμίστιος βούλεται. ἐκείνη μὲν γὰρ ἐνίων χυμῶν ἴσως καὶ ἄνευ πάσης ἡδονῆς τε καὶ λύπης ἀντιλαμβάνεται, καὶ ἐφ’ ὧν δὲ τὸ ἡδὺ ἢ τὸ λυπηρὸν ἀκολουθεῖ, τὸ κριτικώτερον μᾶλλον ἐν τοῖς κατὰ φύσιν γευομένοις ἐπικρατεῖ ἢ τὸ κατὰ ἡδονὴν καὶ λύπην παθαινομένως εὐαρεστοῦν ἢ ἀνιλλόμενον· ἡ δὲ ὄσφρησις πολὺ κατὰ τοῦτο μᾶλλον ἢ κατὰ τὸ κριτικὸν τῶν ποιούντων τὴν ἡδονὴν ἢ τὴν λύπην ἵσταται. πότερον οὖν ὁ ἄνθρωπος αἴτιος φαύλως ὀσμώμενος, ὡς τῆς αἰσθήσεως ταύτης οὐκ ἀκριβῶς μετέχων, διὸ καὶ πολλῶν ἐν ταύτῃ ἀπολείπεται ζῴων, ἢ ὡς τῷ Πλάτωνι δοκεῖ, ἡ τῆς ὀσφρήσεως αὐτῆς φύσις τοιαύτη διὰ τὸ καὶ τὸ ὀσφραντὸν εἶναι ἡμιγενὲς καὶ οὐκ ἐν τοῖς στοιχείοις, ἀλλ’ ἐν τοῖς μεταξύ, οὐχ ὡς τῶν εἰδῶν τῶν ὀσφραντῶν ὄντων ἀτελῶν (πᾶν γὰρ εἶδος τέλειον, μᾶλλον δὲ τελειότης), ἀλλ’ ὡς τῶν δεχομένων αὐτὰ συνθέτων ὄντων καὶ οὐχ ἁπλῶν, καὶ κατὰ μεταβολὴν ὑφισταμένων (καὶ γὰρ ὁ Ἀριστοτέλης ἐν μίξει τοῦ ἐγχύμου ξηροῦ πρὸς τὸ κοινὸν ὕδατός τε καὶ ἀέρος ὑγρὸν τὸ ὀσφραντὸν τίθεται); ἢ ἄμφω ἀληθῆ· καὶ γὰρ τὸ ὀσφραντὸν οὐχ ἁπλοῦν καὶ διὰ τοῦτο καὶ ἡ ὄσφρησις οὐχ ὁμοίως ταῖς ἄλλαις ἀκριβής, καὶ ὁ ἄνθρωπος φαυλότερον αὐτῆς μετέχει πολλῶν ἄλλων ζῴων. ἀλλ’ ἐκ μέρους εἰπὼν τὴν αἰτίαν τοῦ ἧττον εὐδιόριστον εἶναι τὴν ὀσμὴν καὶ τὸ ὀσφραντόν, διὰ τὸ μὴ τὴν αἴσθησιν ταύτην ἔχειν ἡμᾶς ἀκριβῆ, ὑπόνοιαν δίδωσιν ὡς μόνον τοῦτο αἰτιώμενος. ἐν δὲ τῷ ποῖόν τί ἐστιν ἡ ὀσμὴ οὐ τὴν ὀσμὴν ἀντὶ τοῦ ὀσφραντοῦ ἀκουστέον,3 ἀλλὰ σὺν τῇ ὀσμῇ καὶ τὸ ὀσφραντὸν εἰλῆφθαι ἡγητέον, ἐπειδὴ ἡ κατ’ ἐνέργειαν ὀσμὴ καὶ τὸ ὀσφραντόν ἐστιν, ἵνα καὶ τὸ ὡς ὁ ψόφος ἢ τὸ φῶς ἢ τὸ χρῶμα ἀκολούθως ἐπάγηται, τὸ ἀκουστὸν καὶ τὸ ὁρατὸν τῷ ὀσφραντῷ.
“关于气味与可嗅物,比起前面所说者较不易被限定;因为气味究竟是何种事物,并不像声音、光或颜色那样明了。” 嗅觉在我们身上既不精确也未被清晰分节,这一点通过它不能清楚地认识到底层基体究竟是什么、而仅仅将其作为可嗅物来认识表现出来。因为视觉不仅将其对象作为可见物认识,而且作为光或作为颜色及其种类来认识,听觉也作为声音及其差异来认识;但嗅觉并非如此认识底层基体是什么。它并非完全无知,既然一种气味是甜的,另一种是辛辣的、干涩的或酸锐的,但它没有清晰地加以分节,这一点我们尤可从自身的知觉中认识到。这也清楚地表现于:对于共同的可嗅物,并没有确立表明其底层本性的名称,而且较为特殊的名称全部取自可尝物;因为甜、辛辣和苦皆源自彼处。然而这并不像触觉对象的情形,触觉对象中即使共同者因其属类的差异而无名,较为特殊的名称却并非取自另一种感觉。这也由以下事实表现出来:我们感知任何可嗅物都不能没有痛苦或快乐,但这并不像普鲁塔克所猜想的那样是由于嗅觉仅关乎这些(因为它也感知是辛辣还是甜),当然也不像德米斯提厄斯所主张的那样与味觉相同。因为味觉在感知某些滋味时或许完全没有任何快乐和痛苦,而在伴随快乐或痛苦的情形中,在顺应自然品尝的人身上,辨别性的能力比起依快乐和痛苦而受动地感到满意或厌恶更占主导;相反,嗅觉则远更依循这一[受动],而非依循对产生快乐或痛苦之物的辨别而确立。那么,究竟是因为人由于未能精确分有这种感觉而嗅觉低劣、并因而在这种感觉上落后于许多动物,从而人才是原因;还是如柏拉图所认为的那样,由于可嗅物也是半生成的、不在元素之中而在中间物之中,因而嗅觉本身的本性就是如此——这并非因为可嗅物的形式是不完全的(因为每个形式都是完全的,或者更确切地说是完全性本身),而是因为接受它们的事物是复合的而非单纯的,并且在变化中成立(事实上亚里士多德也把可嗅物置于有味之干燥与水及空气之共同潮湿的混合之中)?抑或两者皆为真?因为可嗅物确实并非单纯,且因此嗅觉也不像其他感觉那样精确,同时人比起许多其他动物也更低劣地分有嗅觉。但是,[亚里士多德]片面地把气味与可嗅物较不易被限定的原因说明为由于我们未能精确拥有这种感觉,从而让人怀疑他仅仅把这归为原因。在“气味究竟是何种事物”这句话中,不应把“气味”理解为代替“可嗅物”,而应认为可嗅物是与气味一同被把握的,因为现实活动中的气味也就是可嗅物,以便“像声音、光或颜色那样”这句能够一致地被引出,即可听物与可见物[相应地对应]于可嗅物。
- 2.160Ὅτι μὴ ἀκριβὴς μηδὲ διηρθρωμένη ἡμῖν ἡ ὀσφραντικὴ ὑπάρχει αἴσθησις, δηλοῖ οὐ σαφῶς τὸ ὑποκείμενον γνωρίζουσα
ὅτι 从句置于句首,充当主动词 δηλοῖ 的宾语从句(表示事实的名词从句)。由于现在分词 γνωρίζουσα 是阴性单数主格,从属从句中的主语 ἡ ὀσφραντικὴ αἴσθησις 通过句法预取(prolepsis)同时作为主句的暗示主语。
- 2.160ἀλλ’ οὐχ ὡς ἐπὶ τῶν ἁπτῶν, εἰ καὶ τὸ κοινὸν ἀνώνυμον διὰ τὴν κατὰ γένος αὐτῶν διαφοράν, οὐκ ἐξ ἄλλης τὰ μερικώτερα ὀνόματα αἰσθήσεως εἴληπται
短语 ἀλλ’ οὐχ 引导修饰整个句子的否定对比(“但并不像触觉对象的情形……”)。让步从句 εἰ καὶ... 插入在主谓语 οὐκ ἐξ ἄλλης... εἴληπται 之前,整个结构通过对比表明触觉对象的特殊名称并没有借自其他感觉,以凸显嗅觉名称依赖味觉的独特性。
- 2.160ἐν δὲ τῷ ποῖόν τί ἐστιν ἡ ὀσμὴ οὐ τὴν ὀσμὴν ἀντὶ τοῦ ὀσφραντοῦ ἀκουστέον
介词短语 ἐν τῷ... 将注文中的引文名词化(“在‘气味究竟是何种事物’这句话中”)。ἀκουστέον 是中性单数的动形容词,作非人称构式(相当于 δεῖ ἀκούειν),宾格 τὴν ὀσμὴν 是其意义上的直接宾语。
