← 辛普里丘

亚里士多德《论灵魂》注释

§149.21-150.31

灵魂作为发声动力因的作用与发声条件

辛普里丘注解了亚里士多德《论灵魂》420b24–421a1,论述声音并非仅是气息的运动,而是灵魂作为动力因使用呼吸器官击打内部空气的产物,并阐明了声音与咳嗽、舌音的区别以及屏息为何是发声的必要条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.157

" Τούτῳ γὰρ τῷ μορίῳ πλεῖον ἔχει τὸ θερμὸν τὰ πεζὰ τῶν ἄλλων." Πεζὰ πάντα λέγων τὰ μὴ ἔνυδρα, ὧν τὰ ἀναπνέοντα τῶν ἄλλων πεζῶν θερμότερα τούτῳ τῷ μορίῳ τῷ πνεύμονι, καὶ μειζόνως τῇ καρδίᾳ, ὡς μᾶλλον ἐγηγερμένα διὰ τὸ τελειότερον τῆς ζωῆς. ὥστε ἡ πληγὴ τοῦ ἀναπνεομένου ἀέρος ὑπὸ τῆς ἐν τούτοις τοῖς μορίοις ψυχῆς. ἐπεὶ γὰρ πάντα κινεῖται ὑπό τινος, ὑπὸ τῆς ψυχῆς δὲ αἱ ζωτικαὶ γίνονται κινήσεις, ἵνα τὸ κινοῦν δηλώσῃ ὁ φιλόσοφος, ἀκριβῶς ὑπὸ τῆς ψυχῆς ἔφη, ἀλλ’ οὐχ ὡς ὁ Ἀλέξανδρος κατὰ τὴν ψυχὴν ἀξιοῖ ἀκούειν·1 τὸ γὰρ ὑφ’ οὗ τοῦ κινητικοῦ δηλωτικόν, ὡς τὸ καθ’ ὃ τοῦ εἰδητικοῦ· τῆς δὲ ψυχῆς τὸ μέν ἐστι καθ’ ὅ, ὡς ζωτικοῦ ὀργάνου ὁριστικόν, ὃ καὶ μόνον ὁρᾷ ὁ Ἀλέξανδρος, τὸ δὲ ὡς τὸ ὑφ’ οὗ, τὸ χρώμενον τῷ ὀργάνῳ, ὃ καὶ κινεῖ τὸ ζῷον σῶμα. ἡ δ’ οὖν 〈ἐν〉 τοῖς ἀναπνευστικοῖς μορίοις τοῦ ὀργάνου ψυχή, τουτέστιν ἡ χρωμένη αὐτοῖς, διὰ τούτων ἐπισχοῦσα μικρὸν καὶ ἀθρόως κινοῦσα τὸν ἀναπνεόμενον ἀέρα καὶ δι’ αὐτοῦ πλήττουσα τόν τε ἐμμένοντα τῇ ἀρτηρίᾳ ἀέρα καὶ αὐτὴν τὴν ἀρτηρίαν κατὰ σημαντικήν τινα ὁρμήν, τὴν φωνὴν ἐργάζεται, αὐτὸ τοῦτο τὴν τοιαύτην οὖσαν πληγήν.2

“因为陆生动物在此部分比其他动物具有更多的热。” 他将一切非水生动物皆称为“陆生动物”,其中呼吸的动物比其他陆生动物在此部分即肺中更为温热,且在心脏中尤甚,因其生命的更为完满而更被激发。因此,呼吸的空气所受的击打乃是由存在于这些部分中的灵魂所致。因为凡物皆受某物推动,而生命运动是由灵魂产生的,哲学家为了指明发动运动者,故准确地说了“由灵魂”,而并非如亚历山大所主张的那样应当理解为“依照灵魂”;因为“所由之物”表示动力因,正如“所依之物”表示形式因;而灵魂的一方面是“所依之物”,即作为规定生命器官的原则——亚历山大仅看到了这一点——而另一方面则是作为“所由之物”,即使用该器官者,它亦推动动物的身体。无论如何,存在于器官呼吸诸部分中的灵魂,亦即使用它们的那一灵魂,通过这些部分稍加滞留,并一并推动呼吸的空气,且通过它依照某种具表意性的冲动既击打存留于气管中的空气,又击打气管本身,从而产生出声音,声音本身恰恰就是如此这般的击打。

§2.158

"Ἔστι γὰρ καὶ τῇ γλώττῃ ψοφεῖν, καὶ ὥσπερ οἱ βήττοντες." Ὅτι μὲν ἐν τῇ γλώττῃ ψόφος, οὐ φωνή, ὡς οὐδὲ ὁ ἐν ταῖς χερσίν, ἐναργές· ἡ δὲ βὴξ δόξειεν ἂν φωνὴ διὰ τὸ πρὸς τῇ ἀρτηρίᾳ γίνεσθαι ὑπὸ τοῦ ἀναπνεομένου πνεύματος. οὐ μὴν ἔστιν· βίαιος γὰρ καὶ οὐ καθ’ ὁρμὴν πρόσπτωσις πρὸς αὐτὴν τὴν ἀρτηρίαν τοῦ ἀναπνεομένου ἀέρος ἡ βήξ, ἡ δὲ φωνὴ καθ’ ὁρμὴν καὶ οὐκ ἀμέσως τοῦ ἀναπνεομένου ἀέρος τὴν ἀρτηρίαν πλήττοντος (ὅπερ ἐπὶ τῆς βηχὸς συμβαίνει διὰ τὸ ἐμπεσὸν εἰς αὐτὴν φλέγμα ἢ ἄλλο τι στερεὸν ἢ ὑγρὸν ἀποτρίψασθαι τὴν φύσιν ἐπιχειρεῖν), ἀλλὰ διὰ μέσου τοῦ ἐνυπάρχοντος ἀέρος τῇ ἀρτηρίᾳ, ὡς τὸν ἀναπνεόμενον ἀέρα κατασχεθέντα καὶ ἀθρόως τὸν ἐνυπάρχοντα ἀέρα τύψαντα δι’ αὐτοῦ πλῆξαι τὴν ἀρτηρίαν. καὶ τοῦτο δηλοῖ λέγων, ὅτι ψόφος ἐστὶν ἡ φωνὴ οὐ τοῦ ἀναπνεομένου ἀέρος, ὥσπερ ἡ βήξ, ἀμέσως αὐτὴν πλήττοντος, ἀλλὰ τούτῳ τῷ ἀναπνεομένῳ δηλαδὴ τύπτει τὸ ἔμψυχον (τοῦτο γὰρ τὸ ἔμψυχον εἴρηκε) τὸν ἐν τῇ ἀρτηρίᾳ πρὸς αὐτήν· ὡς τὸν περιεχόμενον εἶναι τὸν ὑπὸ τῆς ἀθρόας κινήσεως τοῦ ἀναπνεομένου κινούμενον καὶ τῇ ἀρτηρίᾳ σφοδρότερον προσπταίοντα.3

“因为用舌头亦能作响,正如咳嗽者那样。” 舌中的响声是响声而非声音——正如手中的响声亦非声音——这是显而易见的;然而咳嗽或许看似是声音,乃因其发生在气管处且是由呼吸的气息所致。然而它绝非声音:因为咳嗽是呼吸的空气对气管本身猛烈且非依冲动的撞击,而声音则是依照冲动的,且并非由呼吸的空气直接击打气管(这发生于咳嗽中,由于自然试图擦除落入气管的粘液或其他某种固体或液体),而是通过气管中所固有的空气作为中介,从而呼吸的空气在被滞留并一并击打固有空气后,通过它击打气管。他亦通过指出声音并非如咳嗽那样由呼吸的空气直接击打气管的响声,而是有生命之物显然借由这种呼吸的空气(因为他说了“有生命之物”)击打气管中的空气撞向气管本身,从而表明了这一点;因此,被容纳的空气乃是受呼吸空气的一并运动所推动、并更猛烈地撞向气管之物。

§2.159

"Σημεῖον δὲ τὸ μὴ δύνασθαι φωνεῖν ἀναπνέοντα μηδ’ ἐκπνέοντα, ἀλλὰ κατέχοντα· κινεῖ γὰρ τούτῳ ὁ κατέχων." Κινεῖ μὲν ὁ ἀναπνέων, ἔμψυχος δηλαδὴ ὢν καὶ κινούμενος ὑπὸ τῆς ψυχῆς, χρώμενος δὲ τῷ ἀναπνεομένῳ οὐ πρὸς τὸ εἰσπνεῖν ἢ ἐκπνεῖν, ἀλλὰ κατέχων, ἵνα τούτῳ ἀθρόως τύψῃ τὸν ἐν τῇ ἀρτηρίᾳ καὶ προσκρούσῃ αὐτὸν τῇ ἀρτηρίᾳ. διὸ οὐχ οἷόν τε ἅμα ἀναπνεῖν τε καὶ φωνεῖν, εἴ γε ἡ μὲν φωνὴ ἐν κατοχῇ τοῦ ἀναπνεομένου ἀέρος καὶ τῇ ἐν αὐτῇ τῇ ἀρτηρίᾳ αὐτοῦ κινήσει, ἡ δὲ ἀναπνοὴ ἐν διεξόδῳ ἢ ἔξω ἢ εἴσω πρὸς τὸν πνεύμονα. περὶ δὲ τῶν ἰχθύων ὡς μὴ ἀναπνεόντων εἰς τὴν Περὶ ζῴων μορίων πραγματείαν ὡς ἐρῶν ὑπερτίθεται· τῷ γὰρ ὕδατι ἀντὶ τοῦ ἀέρος καὶ τοῖς βραγχίοις ἀντὶ τοῦ πνεύμονος πρὸς κατάψυξιν τοῦ περικαρδίου χρῶνται θερμοῦ.

“其征兆乃是:吸气或呼气时皆不能发声,唯在屏息时能发声;因为屏息者以此推动。” 呼吸者作为显然有生命且受灵魂推动之物进行推动,使用呼吸的空气却非为了吸气或呼气,而是在屏息时使用,以便以此一并击打气管中的空气并将其撞向气管。因此不可能同时既呼吸又发声,既然声音在于呼吸空气的滞留及其在气管本身的运动,而呼吸则在于向外或向内朝向肺部的通行。关于鱼类因不呼吸的事宜,他推迟讨论,意在《动物部分论》中加以论述;因为它们用水代替空气、用鳃代替肺,以冷却心周之热。

语法注3 条
  1. 2.157ἀκριβῶς ὑπὸ τῆς ψυχῆς ἔφη, ἀλλ’ οὐχ ὡς ὁ Ἀλέξανδρος κατὰ τὴν ψυχὴν ἀξιοῖ ἀκούειν

    关于亚里士多德原文中的“由灵魂”(ὑπὸ τῆς ψυχῆς),亚历山大主张将其理解为形式因或规定性意义上的“依照灵魂”(κατὰ τὴν ψυχήν),而辛普里丘则指出介词 ὑπό 严格表示动力因或运动发动者(τὸ ὑφ’ οὗ),反对亚历山大的替代解释。

  2. 2.157αὐτὸ τοῦτο τὴν τοιαύτην οὖσαν πληγήν

    这是对主句动词 ἐργάζεται 的宾语 τὴν φωνήν 所作的同位补充成分。宾格代词 αὐτὸ τοῦτο 起主语作用,带有分词 οὖσαν 及宾格表语 τὴν τοιαύτην πληγήν,表明“声音本身恰恰就是如此这般的击打”这一本质同一关系。

  3. 2.158ὡς τὸν περιεχόμενον εἶναι τὸν ὑπὸ τῆς ἀθρόας κινήσεως τοῦ ἀναπνεομένου κινούμενον καὶ τῇ ἀρτηρίᾳ σφοδρότερον προσπταίοντα

    由 ὡς + 不定词构成的表示结果或推论的句式。不定词 εἶναι 的逻辑主语是带有冠词的实质化分词短语 τὸν περιεχόμενον[ἀέρα](被容纳的空气),而表语则是紧随其后带冠词的分词短语 τὸν... κινούμενον... προσπταίοντα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:149.21-150.31