← 辛普里丘

亚里士多德《论灵魂》注释

§14.14-15.23

探究次序与本质及偶性的认识

辛普里丘注解了亚里士多德探讨考察灵魂的次序(先考察部分还是功能、先考察功能还是对象)以及本质与偶性在论证中的相互认识(402b11–402b25),阐明了认识的次序以及辨别真正定义与辩证空洞定义的标准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20

" Καὶ πότερον τὰ μόρια χρὴ ζητεῖν πρότερα ἢ τὰ ἔργα αὐτῶν." Ἐπιστημονικὴ μὲν ἡ ἐκ τῆς οὐσίας τῶν ἐνεργειῶν γνωστική, πρὸς ἡμᾶς δὲ σαφεστέρα ἡ ἀνάπαλιν. ἀλλὰ καὶ τὰς ἐνεργείας πρός τι οὔσας διὰ τὴν ἢ ὡς πρὸς γνωστὸν ἢ ὡς πρὸς ὀρεκτὸν ἢ ὡς πρὸς τὸ τρέφον ἀπότασιν οὐκ ἂν γνοίημεν ἄνευ τῶν πρὸς ἃ λέγεται· ἅπερ ἀντικείμενα κατὰ τὴν τῶν πρός τι ἀντίθεσιν,1 οἷον ἀντίβασίν τε καὶ ἀντέρεισιν οὖσαν καὶ σὺν ἀλλήλοις ὑπόστασιν. καὶ ἐναργεστέρα τῆς περὶ τῶν ἐνεργειῶν γνώσεως ἡ περὶ τῶν ἀντικειμένων, ὅταν αἰσθητικώτερα ᾖ τὰ ἀντικείμενα, ὡς αὐτὸ τὸ αἰσθητὸν καὶ τὸ ἐν τούτοις ὀρεκτὸν καὶ ὅσον ἐν τοῖς αἰσθητοῖς νοητόν. τὸ δέ γε ἐξῃρημένον τοῦ ἡμετέρου νοῦ ἐκ τοῦ νοῦ ληψόμεθα μᾶλλον.

“并且是应当先探求诸部分,还是先探求它们的功能。” 从实体出发去认识现实活动是具科学性的,但对我们而言,反过来的认识则更为清晰。然而,由于现实活动是朝向可知对象、或朝向欲求对象、或朝向滋养者展开的,因而属于关系概念,若脱离了它们所关联的对象,我们便无法认识它们;这些对象按照宛如立足点与支柱、且是彼此共同存立的关系概念的相对性,而作为相对者。而关于相对者的知识比关于现实活动的知识更为昭显,只要这些相对者更为可感,如可感物本身、在这些可感物中的欲求对象、以及凡在可感物中的思想对象。至于超越我们理智的对象,我们毋宁将从理智出发来把握它。

§1.21

"Ἔοικε δὲ οὐ μόνον τὸ τί ἐστιν γνῶναι χρήσιμον εἶναι πρὸς τὸ θεωρῆσαι τὰς αἰτίας τῶν συμβεβηκότων καὶ ἑξῆς." Ἐπειδὴ τὰ προβλήματα ἐκτιθέμενος καὶ τὴν χαλεπότητα τῆς θεωρίας ἐξέφαινε, τὸ μετὰ τοῦτο εὐπορίας ἀφορμὰς παραδίδωσι, καὶ πρῶτον εἰς τὴν παντὸς ὁρισμοῦ εὕρεσιν. ἐπιστημονικὸν μὲν γὰρ ἐκ τοῦ τί ἐστι τουτέστιν ἐκ τοῦ τὸ εἶναι ἐκφαίνοντος ὁρισμοῦ τὰ καθ’ αὑτὰ συμβεβηκότα θεωρεῖν ταῖς οὐσίαις, διότι ἐξ αἰτίου ἡ θεωρία· αἰτία γὰρ τῶν συμβεβηκότων ἡ οὐσία. οὐσίαν δὲ ἀκουστέον νῦν κοινότερον πᾶν εἶδος, κἂν ὑπὸ ἡντιναοῦν τελῇ κατηγορίαν. τὸ γοῦν εὐθὺ καὶ τὸ τρίγωνον εἴληπται, οἷς τὰ συμβαίνοντα ἐκ τοῦ ὁρισμοῦ αὐτῶν γνωρίζομεν. ὁ γὰρ ὁρισμὸς οἰκείως τὸ εἶναι αὐτῶν ἐκφαίνων παρασκευάζει ἡμᾶς ῥᾳδίως καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ τοιῷδε ὄντι γνωρίζειν. ἐπιστημονικὸν οὖν τοῦτο, ἐπειδὴ τὸ ἑκάστου ὂν τῶν ὑπαρχόντων αὐτῷ αἴτιον. ἀλλὰ τὸ ὂν ἐνίοτε οὐκ ἐξ ἑαυτοῦ ὂν γνώριμον ἀνάπαλιν ἐκ τῶν καθ’ αὑτὰ συμβεβηκότων αὐτῷ, ὧν καὶ ἡ αἴσθησις καὶ ἡ φαντασία ἀντιληπτική, γινώσκεται. ἐπὶ μὲν οὖν τῶν μαθημάτων γνώριμον τὸ τί ἦν εἶναι ἑκάστου διὰ τὸ ποσὰ ἄττα ἢ ποιὰ εἶναι τὰ ὁριζόμενα, ὧν καὶ ἡ αἴσθησις καὶ ἡ φαντασία ἀντιληπτική. ὅσα δὲ οὐσίαι, ὧν λόγος καὶ νοῦς θεωρητικός, οὐκ ἐξ αὐτῶν φανερὰ τοῖς κατ’ αἴσθησιν ζῶσιν, ἀλλ’ ἐκ τῶν συμβεβηκότων αὐτοῖς ἡ ἐπ’ αὐτὰ ἀναφορά· ὃς δὴ τρόπος ἐπὶ ψυχῆς ἀναγκαῖος. ἐν δὲ τῷ· "Πάσης γὰρ ἀποδείξεως ἀρχὴ τὸ τί ἐστιν "ὁ αἰτιολογικὸς πρόσκειται σύνδεσμος δηλῶν ὡς καὶ διὰ τοῦτο περισπούδαστος ἡ τῆς οὐσίας θεωρία διὰ τὸ καὶ ἀρχὴν ἔχειν ἀποδείξεως. ἀπόδειξις δὲ ἡ ἐκ τοῦ τί ἐστι τὰ συμβεβηκότα συλλογιζομένη, ἀλλ’ οὐχὶ ἀνάπαλιν ἡ ἐκ τούτων εἰς τὴν οὐσίαν ἀναδρομή. φησὶν οὖν ὡς ἕξομέν τι λέγειν περὶ τῆς οὐσίας κάλλιστα, ἵνα καὶ ἀποδείξεως ἡμῖν ἀρχὴ ᾖ τὸ τί ἐστιν. ἐφ’ οἷς οἷον πόρισμα ἐπάγει πρὸς διάκρισιν τῶν τε ὀρθῶς καὶ τῶν οἷον ὑπογραφικῶς καὶ ἐπιπολαίως ἀποδιδομένων ὁρισμῶν. ἐκ μὲν γὰρ τῶν τῆς φύσεως τοῦ ὑποκειμένου ἐχομένων ὅρων ἢ ἐναργέστερον ἢ ἀμυδρότερον ἀκολουθεῖ ἡ τῶν συμβεβηκότων γνῶσις· εἰ δὲ μὴ ἕπεται, διαλεκτικῶς εἴρηνται καὶ κενῶς ἀντὶ τοῦ λογικῶς καὶ οὐ φυσικῶς.2 εἴωθε γὰρ τῷ φυσικῶς ἀντιδιαστέλλειν τὸ λογικῶς τὸ κατὰ τὸ φαινόμενον καὶ ἔνδοξον, ἀλλ’ οὐ κατὰ τὴν φύσιν καὶ τὸ εἶναι τῶν πραγμάτων εἰλημμένον· οὐ γὰρ ἐπὶ τῆς πραγματειώδους, ἀλλ’ ἐπὶ τῆς ἐνδόξου γνώσεως τὸ τῆς διαλεκτικῆς αὐτὸς φέρει ὄνομα. καὶ ὡς τῆς φύσεως καὶ τοῦ βάθους τῶν ὄντων ἀποπίπτον κενὸν προσαγορεύει.

“看来不仅知晓什么是它对于考察偶性的原因是有用的,等等。” 既然在陈述诸难题时揭示了考察的困难,在这之后他便提供了解决疑难的契机,且首先是指向一切定义的发现。因为从“什么是它” ——即从彰显存在的定义——出发去考察实体固有的偶性是具科学性的,盖这种考察发自原因;因为实体乃是偶性的原因。但这里应当将“实体”更共通地理解为每一个形相,哪怕它隶属于任何一个范畴。至少直线和三角形已被采纳,我们从它们的定义出发而认识发生于它们身上的事情。因为定义本然地彰显它们的存在,使我们易于认识那些自身属于此类存在的事物。因此这是具科学性的,既然每一个事物的存在乃是属于它的诸性质的原因。然而存在有时并非依其自身可知,反而从其固有的偶性中被认识,感觉与表象皆能把握这些偶性。因而在数学对象上,每一个的本质是可知的,盖被界定者是某些数量或性质,感觉与表象皆能把握它们。但是凡作为实体之物——理性与理智是它们的观照者——对于依感觉而生活的人们而言并非依其自身是显明的,而是从其偶性出发回溯到它们;这一途径在灵魂上乃是必然的。而在,“因为一切论证的本原乃是什么是它”一句中,附加上了因果连词,表明正因其持有论证的本原,对实体的考察亦因此非常值得探求。论证乃是从“什么是它”出发去推演诸偶性,而不是反过来从这些偶性回溯到实体。因此他说,我们将能够以最美好的方式就实体有所陈述,以便“什么是它”对于我们而言亦是论证的本原。在此之上,他附加了一个宛如系论的说明,用以辨别正确给出的定义与那些如同勾画般肤浅给出的定义。因为从紧扣主词本性的定义出发,对偶性的认识便或更为明晰、或更为晦暗地随之而来;但若未随之而来,则它们乃是辩证地且空洞地被述说的,意指“逻辑地而非自然学地”。因为他惯于将“逻辑地”与“自然学地”相对立,将其理解为依照显象与通见而非依照事物的本性与存在而被把握的;盖他将辩证法的名称赋予基于通见的知识,而非基于事物本身的知识。并且因其脱离了事物的本性与深邃,他称之为“空洞的”。

语法注2 条
  1. 1.20ἅπερ ἀντικείμενα κατὰ τὴν τῶν πρός τι ἀντίθεσιν

    关系代词 ἅπερ 的先行词是前文的 τῶν πρὸς ἃ λέγεται(与其相关联的对象)。在句法结构上,系词 ἐστί 被省略,ἀντικείμενα 用作主格表语,表明这些对象依照关系词特有的相对性相互规定并同时并存。

  2. 1.22ἀντὶ τοῦ λογικῶς καὶ οὐ φυσικῶς

    介词短语 ἀντὶ τοῦ 在此处并非表示字面上的替代或交换,而是注解中的惯用句法,意为“在……的意义上”或“也就是说”。它将亚里士多德所说的“辩证地且空洞地(διαλεκτικῶς καὶ κενῶς)”阐释为“在逻辑的(形式性的)而非自然学的意义上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:14.14-15.23