- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:148.9-149.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘基于亚里士多德《论灵魂》420b5–23,讨论了声音的定义(具灵魂之物的音响,伴随表象与表意功能)及其器质条件(呼吸器官、气管、肺和心脏的作用)。他解释道,自然将吸入的空气用于双重目的:维持生命的必然功能(冷却心脏)以及用于良好状态(发声与言辞表达)。
" Ἡ δὲ φωνὴ ψόφος τίς ἐστιν ἐμψύχου." Εἶδός τι τοῦ ψόφου ἡ φωνή, ἄλλοις τε ὑπάρχουσα ζῴοις καὶ τῷ λογικῷ, καὶ ταύτῃ μία καὶ ὡς σημαντικὴ καὶ κοινωνική·1 διὸ καὶ ἰδίου λόγου τετύχηκε. σαφὲς δὲ καὶ ὅτι ἐν μόνοις τοῖς ἐμψύχοις ἡ φωνή, καὶ ὅτι αὐλὸς ἢ λύρα καθ’ ὁμοιότητα λέγεται φωνεῖν διὰ τὸ ἀπότασιν ἔχειν, ἥτις τὴν διαστηματικὴν παρὰ τοῖς μουσικοῖς φωνὴν λεγομένην δηλοῖ, οἵα ἡ μελιζομένη, ἣν τὰ μουσικὰ μιμεῖται ὄργανα. τῇ μὲν οὖν ἀποτάσει τὸ ἐν τῇ φωνῇ μιμεῖται μέλος, τῇ δὲ τῶν ἤχων διαστάσει τὴν διάλεκτον ταῖς συλλαβαῖς διωρισμένην. ἐναργὲς δὲ καὶ τὸ πολλὰ τῶν ζῴων μὴ φωνεῖν, ὅσα μὴ ἀναπνεῖ.
“声音是有生命之物的某种响声。” 声音是响声的一个种,既属于其他动物亦属于合乎理性的动物,在此方面为一,且作为具表意性与社会性亦[为一];因此它亦获得了自身的定义。显然,声音仅存在于有生命之物中,而笛或竖琴依相似性被说成是“发声”,乃由于具有张力,这种张力表明了音乐家们所谓的音程性声音,正如那被吟唱的声音,乐器所模仿的正是这种声音。因此,它借张力模仿声音中的曲调,借音响的间距模仿由音节所区分的言语。同样显而易见的是,许多动物并不发声,即凡不呼吸的动物都不发声。
"Εἴπερ ἀέρος κίνησίς ἐστιν ὁ ψόφος." Ἀέρος μὲν λέγει τοῦ ἀναπνεομένου, ψόφον δὲ οὐ πάντα, ἐπεὶ καὶ ἐν ὕδατι γίνεται, ἀλλὰ τὸν φωνητικόν. καὶ ὅταν ἐπάγῃ ἀλλ’ ἐπεὶ πᾶν ψοφεῖ τύπτοντός τινος καί τι καὶ ἔν τινι, τοῦτο δέ ἐστιν ἀήρ, τὸ ἔν τινι δηλαδὴ τὸ μάλιστα λέγει ἠχητικὸν καὶ οὗ ἐν τῇ φωνῇ χρεία,2 ἐπεὶ καὶ τὸ ὕδωρ διηχές, εἰ καὶ ἧττον. διὰ τί οὖν μὴ καὶ ἐν ὕδατι ἡ φωνή; ἢ ἐπειδὴ κατὰ φαντασίαν γίνεται σημαντικήν, τὸ δὲ σημαίνειν ζωῆς ἐστι τελειοτέρας καὶ κοινωνικῆς καὶ φαντασίας διηρθρωμένης, ὡς καὶ ὀργάνοις χρῆσθαι θερμοτέροις τε καὶ τοῖς καθαρωτέροις ἐνδιαιτωμένοις στοιχείοις· ὅθεν καὶ καρδίαν ἔχει τὰ φωνοῦντα καὶ τῷ ἀέρι ἐνδιαιτᾶται. ἀλλὰ καὶ ἡ φωνὴ ὡς ἀρίστη ἐν ἤχοις διὰ τὸ ἀπὸ ζωῆς προϊέναι τελειοτέρας καὶ τῷ μάλιστα διηχεῖ εὐλόγως ἐγγίνεται.
“如果响声确是空气的运动。” 他说空气是指被吸入的空气,说响声则非指一切响声——因为在水中亦会产生——而是指具发声能力的响声。而当他接着引入“但由于每当某物在某物中击打某物时皆会作响,而这就是空气”时,所谓“在某物中”显然是指最易鸣响的、且在声音中有所需要的介质,因为水即使程度较低,亦能传声。那么为何在水中没有声音?难道不是因为声音是依照具表意性的表象而产生的,而表意属于更完满且具社会性的生命以及分节清晰的表象,以至于使用既更温热、又栖息于更纯净元素中的器官?由此,发声之物亦具有心脏且栖息于空气中。不仅如此,声音作为响声中最优秀的,因其出于更完满的生命,故合乎情理地产生于最能传声的介质中。
"Ἤδη γὰρ τῷ ἀναπνεομένῳ καταχρῆται ἡ φύσις ἐπὶ δύο ἔργα." Ἀναγκαίως μὲν ἐπὶ τὴν ἔμψυξίν τε τοῦ περικαρδίου θερμοῦ καὶ αὖ ἀνέγερσιν τῷ ῥιπίζειν· ἀκίνητόν τε γὰρ μένον κατασβέννυται, καὶ μὴ ἐμψυχόμενον φθείρει τὸ ζῷον τῇ ὑπερβολῇ· ἔτι τε καὶ 〈ἐπὶ〉 τὸ τὰ λιγνυώδη συνιστάμενα ἐκεῖ περιττώματα ἐξάγειν. ταῦτα μὲν οὖν πάντα κἂν πλείω ᾖ ἔργα, κοινὸν ἔχοντα τὸ ἀναγκαῖον ὡς ἓν διὰ τοῦτο λέγεται, καὶ παραδέδοται ὑπ’ αὐτοῦ ἔν τε τῇ Περὶ μορίων ζῴων καὶ ἐν τῷ Περὶ ἀναπνοῆς.
“因为自然已经将呼吸之物充作两种功用。” 出于必然性的一方面,是为了冷却心周之热,并通过扇动使之再次苏醒;因为若保持不动它便会熄灭,若不被冷却则会因过度之热毁灭动物;此外亦为了排出聚集于该处的煤烟状排泄物。因此,所有这些功用纵然有多重,但因共同具有必然性,在此意义上被说成是一种,且已由他在《动物部分论》与《论呼吸》中加以传授。
"Καὶ πρὸς τὴν φωνήν, ὅπως ὑπάρχῃ τὸ εὖ." Διακρίνει γὰρ Πλατωνικῶς καὶ αὐτὸς τὰ πρὸς τὸ εἶναι συντελοῦντα, ἐν οἷς τὸ ἀναγκαῖον, τῶν πρὸς τὸ εὖ εἶναι· ὁποῖον ἥ τε φωνὴ ἁπλῶς, διὰ τὸ σημαντικὸν καὶ κοινωνικὸν γενομένη καὶ ἔτι μᾶλλον ἡ ἑρμηνεία ὡς καὶ τὸν λόγον τελειοῦσα. ἡ γὰρ γεῦσις ὅτι ἀναγκαία πρόδηλον, πρὸς τροφὴν συνεργοῦσα, δι’ ἧς τὸ εἶναι τοῖς ζῶσιν. ὄργανον δὲ τῇ ἀναπνοῇ ὁ φάρυγξ ἢ ἡ τραχεῖα καλουμένη ἀρτηρία, δι’ ἧς εἴσεισί τε καὶ ἔξεισιν ὁ ἀναπνεόμενος ἀήρ, οὐχ ὅλως αὐτὴν ἀπολιμπάνων διὰ τὸ μὴ ὁμοίως ταῖς ἄλλαις ἀρτηρίαις συστέλλεσθαι καὶ συμπίπτειν, κωλυούσης τῆς στερεότητός τε καὶ παχύτητος, ὡς ἔχειν ἀεὶ ἀέρα3 ἐν αὑτῇ· ὡς τῷ ἐκπνεομένῳ ἀέρι τῷ κατασχεθέντι χρόνον τινὰ καὶ ἀθρόως ἐκπεμπομένῳ πλήττεσθαι ἐν τῇ φωνῇ οὐ τὴν ἀρτηρίαν μόνην, ἀλλὰ καὶ τὸν ἐν αὐτῇ περιεχόμενον ἀέρα.
“且为了发声,以便具有良好状态。” 因为他自己亦依柏拉图的方式,将有助于存在的事物——其中包含必然之物——与有助于良好状态的事物区分开来;此类事物中,因具表意性与社会性而产生的声音径直就是如此,而作为使理性达至完满的言辞表达则更是如此。因为味觉显然是必然的,它协助滋养,借此生存属于活物。而呼吸的器官是咽喉,即被称为气管的动脉,呼吸的空气通过它进入与呼出,空气并未完全离开它,因为气管不像其他动脉那样收缩和瘪陷,其坚硬与厚实阻碍了这一点,使其内部始终保有空气;从而借着被滞留一段时间并一并喷出的呼出空气,在发声时所击打的不仅是气管本身,亦是包含在其中的空气。
"Οὗ δ’ ἕνεκα καὶ τὸ μόριόν ἐστι τοῦτο, ὁ πνεύμων." Τὸ μὲν πρῶτον καὶ κυριώτερον οὗ ἕνεκα ἡ καρδία· προσεχὲς δὲ ὅμως τῇ ἀρτηρίᾳ τέλος ὁ πνεύμων, ἐπεὶ οὗτος προσεχῶς δεῖται τῆς ἀναπνοῆς. ἐπεὶ πρώτως ἡ καρδία· αὕτη γὰρ ἡ θερμοτάτη· καὶ ὁ πνεύμων διὰ τὴν ταύτης παράθεσιν.
“而这一部分亦为之而存在者,乃是肺。” 首要且更根本的目的乃是心脏;然而对于气管而言,近接的目的则是肺,因为肺近接地需要呼吸。因为首要的是心脏,盖因它是最热的;而肺则是由于贴近心脏的缘故。
- 2.152καὶ ταύτῃ μία καὶ ὡς σημαντικὴ καὶ κοινωνική
此处的 μία 承接前文 ἄλλοις τε ὑπάρχουσα ζῴοις καὶ τῷ λογικῷ(共同属于其他动物与理性动物),省略了补足语,意为“在此方面为一,且作为具表意性与社会性亦[为一/具有统一性]”。καὶ ὡς 引入并列的视角或根据。
- 2.153τὸ ἔν τινι δηλαδὴ τὸ μάλιστα λέγει ἠχητικὸν καὶ οὗ ἐν τῇ φωνῇ χρεία
此句为 λέγει 带有同位语或双重宾格性质的结构。亚里士多德原文中的词句 τὸ ἔν τινι(“在某物中”)以引语形式充当宾格,其后并列了说明性的同位语(或谓语性宾格)τὸ μάλιστα ἠχητικὸν(“最易鸣响的介质”)以及关系从句 οὗ ἐν τῇ φωνῇ χρεία(“在声音中有所需要的介质”)。
- 2.155ὡς τῷ ἐκπνεομένῳ ἀέρι τῷ κατασχεθέντι χρόνον τινὰ καὶ ἀθρόως ἐκπεμπομένῳ πλήττεσθαι ἐν τῇ φωνῇ οὐ τὴν ἀρτηρίαν μόνην, ἀλλὰ καὶ τὸν ἐν αὐτῇ περιεχόμενον ἀέρα
由 ὡς 与不定词(πλήττεσθαι)构成的结果从句。宾格短语 οὐ τὴν ἀρτηρίαν μόνην, ἀλλὰ καὶ τὸν ... ἀέρα 充当不定词的主语,而与格短语 τῷ ἐκπνεομένῳ ἀέρι ... 则充当表示击打手段或工具的工具与格。此句表述了气管内部恒常保留空气所带来的生理机制推论。
