- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:147.1-148.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明亚里士多德虽引介却反驳了将高音与低音的差异归因于速度快慢的观点(如柏拉图《蒂迈欧篇》),而是依物体尖锐与迟钝的类比将其规定为穿刺与推压运动。他进而讨论了速度对音高的随附性与偶属性,并探讨了文本异文与省略句的补全。
" Τὸ μὲν γὰρ ὀξὺ κινεῖ τὴν αἴσθησιν ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολύ." Ὀξὺ μὲν τὸ ἀκουστὸν νῦν φησιν, αἴσθησιν δὲ τὴν αἰσθητικήν. τοῦ δὲ ταχέως καὶ ἐπὶ πολὺ διάστημα καὶ ἐπὶ πολὺν ἐπιμένοντος χρόνον ἐξακούστου δηλωτικὸν τὸ ἐν ὀλίγῳ ἐπὶ πολύ, ὡς τὸ βαρὺ ἐν πολλῷ ἐπ’ ὀλίγον λέγεται διὰ τὸ καὶ βραδέως ἐξακούεσθαι καὶ ἐπ’ ἔλαττον διϊέναι διάστημα καὶ ἐπὶ βραχύτερον ἐπαρκεῖν χρόνον. οὐ δὴ δοκοῦντα ἑαυτῷ ταῦτα ὁ Ἀριστοτέλης, ἀλλ’ ὡς ἑτέρων λεγόντων γράφει·1 καὶ ἔοικε πρὸς τὸν Τίμαιον ἀποτείνεσθαι, τὴν συμφωνίαν βουλόμενον τοῦ ὀξέος καὶ βαρέος ἤχου γίνεσθαι, προλαμβάνοντος τοῦ ὀξέος καὶ θᾶττον κινοῦντος τὴν ἀκοὴν καὶ τὴν μὲν ἀρχὴν σφοδρότερον, ἔπειτα ἀμυδρότερον, ὅτε ὁ σύμφωνος αὐτῷ βαρὺς ὁμοίως τῷ ἀπολήγοντι ὀξεῖ προσπίπτων λεῖος ἀλλ’ οὐ τραχὺς γίνεται διὰ τὴν ὁμοιότητα, ὡς πρότερον τοῦ ὀξέος κινοῦντος τὴν ἀκοὴν καὶ ἐπὶ χρόνον μένοντός τινα, τοῦ δὲ βαρέος ὕστερον. ὁ δὲ Ἀριστοτέλης οὐ τῷ ταχεῖ καὶ βραδεῖ ἀξιοῖ τὸν ὀξὺν καὶ βαρὺν διακρίνειν, ἀλλὰ ἀνάλογον τῷ ἐπὶ τῶν ὄγκων ὀξεῖ καὶ ἀμβλεῖ, τῷ μὲν κεντοῦντι τῷ δὲ ὠθοῦντι, ὡς καὶ τὸ ἐν ἤχοις ὀξὺ διεισδύνειν καὶ οἷον κατὰ βάθος πλήττειν, τὸ δὲ βαρὺ οἷον ἐπιπολαιότερον καὶ κατὰ θλῖψιν, ὡς τὰ ἐπικείμενα καὶ ὠθοῦντα. διὸ τὴν τῶν ἄλλων δόξαν εἰπὼν ἐπάγει·
“因为尖锐之物在短时间内在很大程度上运动感觉。” 此处他将可听之物称为“尖锐之物”,而将感觉能力称为“感觉”。“在短时间内在很大程度上”表明它被听见是迅速的、跨越很大距离的、且持续很长时间的,正如低沉之物被说成是“在长时间内在较小程度上”,乃是因为它被听见是缓慢的、穿透的距离较短、且维持的时间较为短暂。亚里士多德写下这些,并非作为他自己所认同的主张,而是作为他人所言;并且他似乎是将此论针对《蒂迈欧篇》,后者主张尖锐与低沉之声的和协之生成,是由于尖锐之声先行且更快地运动听觉,且起初更强烈,继而更微弱,此时与其和协的低沉之声,以类似于逐渐减弱的尖锐之声的方式与之相遇,因相似性而变得平滑而非粗糙,仿佛尖锐之声先运动听觉并停留一段时间,而低沉之声则在其后。但亚里士多德认为,不应以快与慢来区分尖锐与低沉,而应比照物体上的尖锐与迟钝,一者穿刺而另一者推压,以至于声音中的尖锐亦穿透并如同在深度上击打,而低沉则如同更偏于表面且依挤压而击打,正如压在上方并推挤之物。因此,他在述及他人的意见之后,接着引入道:
"Οὐ δὴ ταχὺ τὸ ὀξύ, τὸ δὲ βαρὺ βραδύ." Κἂν γὰρ ἕπηται τῷ ὀξεῖ ἡ ταχυτής, ὡς ἐπὶ τῶν πόρρωθεν γινομένων ἀπηχήσεων (ἐπὶ γὰρ τῶν ἐγγὺς ἢ οὐ γίνεται ἢ ἀνεπαίσθητος ἡ τοῦ ὀξέος πρόληψις), ἀλλ’ ὅμως ἑτέρα ἡ ἰδιότης καὶ ἴδιόν τινα δηλοῦσα φύσιν. ἀλλὰ κἂν ἕπηται ὡς εἴπομεν τῇ ὀξύτητι μὲν τὸ τάχος, τῇ δὲ βαρύτητι τὸ βραδύ, ὅμως οὐ ταὐτόν, ἀλλὰ γίνεται φησι τοῦ μὲν διὰ τὸ τάχος ἡ κίνησις τοιαύτη, τοῦ ὀξέος ἡ ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολύ· διὰ τὸ τάχος, τουτέστι κατὰ τὸ τάχος, ἀλλ’ οὐ κατὰ τὴν ὀξύτητα· τὸ γὰρ ἐν ὀλίγῳ χρόνῳ τὴν αἴσθησιν κινεῖν ταχυτῆτος ἀλλ’ οὐκ ὀξύτητος παραστατικόν, ὡς ἡ ἐν πολλῷ χρόνῳ ἐπ’ ὀλίγον κίνησις βραδυτῆτος ἀλλ’ οὐ βαρύτητος. διὸ κἂν τοῦ βαρέος καὶ τοῦ ὀξέος τοιαύτας λέγωμεν τὰς κινήσεις, οὐχ ὡς ὀξέος καὶ βαρέος, ἀλλ’ ὡς ταχέος καὶ βραδέος ἐροῦμεν. ὡς γὰρ τὸ ἐν ὄγκοις ὀξὺ καὶ ἀμβλύ, κατὰ τὰ σχήματα ὄντα τοιαῦτα, ὡς τὸ μὲν κεντεῖν τὸ δὲ ὠθεῖν, διὰ τὸ κινεῖν τὸ μὲν ἐν ὀλίγῳ χρόνῳ τὸ δὲ ἐν πολλῷ τὸ μὲν ταχὺ τὸ δὲ βραδὺ συμβαίνει εἶναι (κατὰ συμβεβηκὸς γάρ πως καὶ οὐ καθ’ αὑτὸ ταχὺ τὸ ὀξὺ ἢ βραδὺ τὸ ἀμβλύ), οὕτω καὶ τὸ ἐν ἤχοις ὀξὺ καὶ βαρὺ οὐχ ᾗ τοιαῦτα, ἀλλ’ ἑπομένως τὸ ταχὺ ἔχει καὶ βραδύ. καὶ τοιαύτη μὲν ἡ τῶν προκειμένων ἔννοια. ἐν δὲ τῇ λέξει εἰ μὴ ἔχοι ἡ γραφὴ οὐ δὴ ταχὺ τὸ ὀξύ, ἀλλ’ οὕτω δὴ ταχὺ τὸ ὀξύ, ὡς ἐφιστάνοντος ἀκουστέον τῷ ἐναργῶς ψευδεῖ,2 τῷ τὸ ταχὺ καὶ ὀξὺ ταὐτὸν λέγοντι καὶ τὸ βαρὺ καὶ τὸ βραδύ. ἐφ’ οἷς κατὰ τὸ δοκοῦν αὐτῷ διακρίνει, ὅπως γίνονται ἡ μὲν τοῦ ὀξέος κίνησις ἐν ὀλίγῳ, ἡ δὲ τοῦ βαρέος ἐν πολλῷ, ὅτι κατὰ τὸ ταχὺ καὶ βραδύ. πάλιν ἐν τῇ λέξει τῇ τὸ μὲν γὰρ ὀξὺ οἷον κεντεῖ, τὸ δὲ ἀμβλὺ οἷον ὠθεῖ διὰ τὸ κινεῖν τὸ μὲν ἐν ὀλίγῳ, τὸ δὲ ἐν πολλῷ ἐλλείπει τὸ τὸ μέν ἐστι ταχὺ τὸ δὲ βραδύ. οὕτω γὰρ εὐλόγως ἐπάγεται τὸ ὥστε συμβαίνει καὶ οἷον κατὰ συμβεβηκὸς τὸ μὲν ὀξὺ ταχὺ εἶναι, τὸ δὲ ἀμβλὺ βραδύ.
“因此绝非尖锐者为快,而低沉者为慢。” 因为即使如远方传来的回响那样,速度伴随着尖锐者(因为在近处,尖锐者的先行并未发生,或是不可察觉的),然而其固有属性是相异的,且表明某种独特的自然本性。但是,即便如我们所言,快伴随着尖锐,慢伴随着低沉,它们终究不是同一回事;他反而说,一者的运动因速度而成为如此,尖锐者的运动在短时间内跨越很大范围是由于速度;是由于速度,即按照速度,而非按照尖锐;因为在短时间内运动感觉代表的是速度而非尖锐,正如在长时间内跨越较小范围的运动代表的是慢而非低沉。因此,即使我们说低沉者与尖锐者的运动是如此这般的,我们亦不是作为尖锐与低沉,而是作为快与慢来称呼它们。因为正如物体中的尖锐与迟钝,依其形状如此而一者穿刺一者推挤,因一者在短时间内运动而另一者在长时间内运动,遂成为一者快而另一者慢(因为尖锐者为快或迟钝者为慢,在某种程度上是偶适的而非就其自身而言的),同样,声音中的尖锐与低沉亦非作为它们自身,而是作为随附结果而具有快与慢。摆在面前的内容之要旨便是如此。而在文句上,如果异文不是“因此绝非尖锐者为快”,而是“如此,尖锐者确乎为快”,则必须理解为这是在提醒人们注意那一显而易见的谬论,即声称快与尖锐同一、低沉与慢同一的说法。在此之上,他依其自己的主张区分了尖锐者的运动何以在短时间内发生,而低沉者的运动何以在长时间内发生,即这是按照快与慢而然的。再者,在“因为尖锐者犹如穿刺,而迟钝者犹如推压,乃因一者在短时间内运动,而另一者在长时间内运动”这句文句中,缺少了“一者为快,另一者为慢”。因为唯有这样,“以至于尖锐者为快而迟钝者为慢便伴随发生并犹如偶适”这一结论才能合理地被引出。
- 2.150οὐ δὴ δοκοῦντα ἑαυτῷ ταῦτα ὁ Ἀριστοτέλης, ἀλλ’ ὡς ἑτέρων λεγόντων γράφει
δοκοῦντα 为宾格分词,作主句动词 γράφει 的宾语,意为“并非作为他自己所认同的主张”。ἑαυτῷ 为动词 δοκέω 所支配的与格。它与后文的 ὡς ἑτέρων λεγόντων(属格绝对结构)形成对比,表明该命题并非亚里士多德的自见,而是引述他人之说。
- 2.151ὡς ἐφιστάνοντος ἀκουστέον τῷ ἐναργῶς ψευδεῖ
非人称动词性形容词 ἀκουστέον(“应当理解/听作”)与 ὡς + 属格分词 ἐφιστάνοντος 相结合,用以表示隐含主语(亚里士多德)的意图或态度。动词 ἐφίστημι 与与格 τῷ ἐναργῶς ψευδεῖ 连用,意为“使人注意……”或“对……提起注意”。
