← 辛普里丘

亚里士多德《论灵魂》注释

§145.23-146.36

受限定的空气对听觉的作用与声音高低的借喻

辛普里丘阐释了亚里士多德关于我们借由具有“被限定”空气之物而听闻的论点,论证了击打者与被击打者皆因空气的反弹而成为声音的主因,并解析了尖锐与低沉等声音差异如何在现实的声音中显明以及如何由触觉借喻而来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.146

" Καὶ διὰ τοῦτό φασιν ἀκούειν τῷ κενῷ καὶ ἠχοῦντι, ὅτι ἀκούομεν τῷ ἔχοντι ὡρισμένον τὸν ἀέρα.1" Ὅσοι οὐκ ὀρθῶς κενὸν τὸν ἀέρα προσαγορεύουσι, καὶ ἡμᾶς φασιν ἀκούειν τῷ κενῷ, ἐπειδὴ τῷ συμφυεῖ ὡς ὀργάνῳ προσεχεῖ ἀκούομεν ἀέρι, ἕως ἂν ἐρρωμένος ᾖ (ὅπερ σημαίνων τὸ ἠχοῦντι προστέθεικεν, ἐν τῇ ἐκ τῆς χειρὸς δηλαδὴ οὕτως ὤσει), καὶ ὅτι ἀκούομεν τῷ ἔχοντι ὡρισμένον τὸν ἀέρα. ὡρισμένος μὲν οὖν οὐχ ὁ περιγεγραμμένος· τοῦτο γὰρ ἂν καὶ ὁ ἔξωθεν πάθοι· ἀλλὰ τῷ ζωτικῷ ἤχῳ χαρακτηριζόμενος. ἀκούομεν δὲ ἡμεῖς οἱ σύνθετοι ἢ καὶ οἱ κατὰ ψυχὴν ὅλην ἑστῶτες τῷ ἔχοντι τὸν ὡρισμένον ἀέρα, τουτέστι τῇ χρωμένῃ αὐτῷ ὡς ὀργάνῳ ἀκουστικῇ ζωῇ.

“且正因这一缘故,他们说[我们]借由虚空且鸣响之物而听,因为我们借由具有被限定之空气者而听。” 那些不恰当地将空气称为“虚空”的人,亦说我们借由虚空而听,因为只要同生空气强健(他加上“鸣响之物”正表明这一点,显然是在由手如此推压的情况下),我们便以它作为直接器官而听,且因为我们借由具有被限定之空气者而听。所谓“被限定的”,并非指被划定外形界限者;因为外部的[空气]亦可能遭受这种情态;而是指以生命性的鸣响为特征者。而我们这些复合者,或者依整个灵魂而成立者,是借由具有被限定之空气者、即借由将其用作器官的听觉生命而听的。

§2.147

"Πότερον δὲ ψοφεῖ τὸ τυπτόμενον ἢ τὸ τύπτον; ἢ καὶ ἄμφω." Τὰ μὲν ἦν κύρια τοῦ ψόφου τὰ τύπτοντα καὶ τὰ τυπτόμενα, τὰ δὲ δεκτικὰ αὐτοῦ ὡς τὰ διηχῆ. εἴρηται δ’ ὡς πολλάκις τοὺς ἀμφοτέρους ἓν καὶ τὸ αὐτὸ ἐπιδέχεται λόγους. ἅμα τε γὰρ τύπτων ἐστὶ καὶ τυπτόμενος ὁ ἀὴρ καὶ δεχόμενος τὸν ἦχον· ὁμοίως δὲ καὶ τὸ ὕδωρ. πότερον οὖν κυριώτερον τὸ τύπτον ἢ τὸ τυπτόμενον ζητεῖ καὶ ἐπιφέρει ὡς ἄμφω, εἰ καὶ τρόπον ἕτερον, τὸ μὲν ὡς ποιοῦν τὸ δὲ ὡς πάσχον. τύπτει δὲ τὸ κινούμενον καὶ προσπταῖον, τὸ δὲ ᾧ προσπταίει τύπτεται. τοῦ δὲ ἄμφω εἶναι κύρια δεικτικὸν τὸ τὸ μεταξὺ ἐναπολαμβανόμενον διηχὲς οὕτως ἀποπάλλεσθαι,2 ὡς τὰ ἀπὸ τῶν λείων, ὅταν τις κρούσῃ, ἁλλόμενα. διὰ γὰρ τὸ μὴ θρύπτεσθαι ἀνάγκη οὕτως ἀποπάλλεσθαι, ὥστε μένειν ἓν καὶ συνεχές, πληγὲν μὲν ἢ πρώτως ἢ καὶ προηγουμένως ἄλλοις πληγεῖσι συμπαθόν, οὕτω δὲ πληγέν, ὡς φθάνειν τὴν πληγὴν καὶ τὴν ἐπ’ αὐτῇ ἐνδιδομένην ἠχητικὴν τῶν πληξάντων ἐνέργειαν πρὸ τῆς θρύψεως. καὶ ἡ κίνησις αὕτη οὐ φορὰ οὖσα ὡς ἡ τῶν ἁλλομένων, ἀλλὰ διάδοσις ταχεῖα τῆς τε πληγῆς καὶ τῆς ἐνεργείας, ἀπεικασθεῖσα τῇ ἅλσει τῇ ἀπὸ τῶν λείων, ὅταν τις κρούσῃ, διά τε τὸ κατὰ πληγὴν καὶ ταύτην γίνεσθαι καὶ στερεῶν καὶ λείων καὶ ἀθρόαν, καὶ ἔτι ἀπὸ τούτων ἐπ’ ἄλλα μεταβαίνειν. ἐπεὶ οὖν καὶ τὸ τύπτον καὶ τὸ τυπτόμενον πλάτος τι ἔχειν χρὴ καὶ ὁμαλόν, τουτέστι λεῖον, ὥστε τὸν ἀέρα πλείω ἐναπολαμβανόμενον ἀθρόον ἀφάλλεσθαι καὶ σείεσθαι, εἰκότως οὐ τὸ τύπτον μόνον [πλάτος τι ἔχειν χρή], ἀλλὰ καὶ τὸ τυπτόμενον κύριον τοῦ ἤχου. πάλιν δὲ τὸ ἀφάλλεσθαι τὴν τῆς πληγῆς καὶ τοῦ ἤχου δηλοῖ ταχεῖαν διάδοσιν.

“究竟是被击打者发声,还是击打者发声?抑或两者皆然。” 声音的主因曾是击打者与被击打者,而接纳声音的则如传音之物。且已曾述及,同一物往往兼具这两种规定。因为空气既是击打者又是被击打者,同时亦接纳鸣响;水亦同样如此。因此,他探讨究竟击打者还是被击打者更为主要,并补充说两者皆然,哪怕是以不同的方式:一者作为主动者,另一者作为受动者。运动并碰撞者施加击打,而受其碰撞者则承受击打。而证明两者皆为主因的,乃是夹在中间的传音之物会如此反弹,正如某人击打时从光滑表面跳起之物那样。因为由于未被击碎,它必然如此反弹,以至于保持为一个连续的整体——无论它是首要地被击打,还是与其它先前被击打者共受影响;但它被击打的方式,使得这一击打以及因击打而由击打者赋予的鸣响活动赶在了被击碎之前。而这种运动并非如跳跃之物的位移运动,而是击打与活动的迅速传播;它之所以被比作某人击打时从光滑表面跳起,是因为这种运动亦是依循击打而发生,且属于坚硬而光滑之物,并且是一并发生的,进而还从这些物体传布到其它物体。因此,既然击打者与被击打者皆须具有某种宽度和平整即光滑,以便夹在中间的更多空气能一举反弹并振动,那么理所当然不仅击打者[须具有宽度],被击打者亦是鸣响的主因。而“反弹”又表明了击打与鸣响的迅速传播。

§2.148

"Αἱ δὲ διαφοραὶ τῶν ψοφούντων ἐν τῷ κατ’ ἐνέργειαν ψόφῳ δηλοῦνται." Ἀπὸ γὰρ τῆς ἐνεργείας φησὶ Πλάτων τὰς δυνάμεις καὶ τὰς οὐσίας τῶν πραγμάτων γινώσκομεν. ὥσπερ οὖν ὅτι ψοφητικὸν ἐκ τοῦ ψόφου, οὕτω καὶ ὅτι τοίως ἐκ τοῦ τοιουδὶ ψόφου γινώσκομεν. ὥσπερ γὰρ ἄνευ φωτὸς οὐχ ὁρᾶται τὰ χρώματα, οὕτως οὐδὲ ἄνευ ψόφου τὸ ὀξὺ καὶ τὸ βαρύ· οὐ λέγων ὀξὺ καὶ βαρὺ αὐτοὺς τοὺς ψόφους, ἀλλὰ τὰ ψοφητικὰ ὀξέως ἢ βαρέως,3 ἵνα καὶ ἀκόλουθα ᾖ τῷ προειρημένῳ. τὰ ψοφοῦντα δὲ εἴρηται, ἵνα ὡς τὸ φῶς ἕτερον τῶν χρωμάτων, οὕτω καὶ ὁ ψόφος τοῦ ὀξέος καὶ βαρέος, πλὴν ὅτι τὸ μὲν φῶς αἴτιον τοῖς χρώμασι τοῦ ὁρᾶσθαι ὡς ποιητικόν, ὁ δὲ ψόφος τοῦ γινώσκεσθαι τὸ ὀξὺ καὶ βαρὺ ὡς ἀποτέλεσμα αὐτῶν σημαντικόν.

“而发声之物的差异在处于现实活动的声音中得以显明。” 因为如柏拉图所说,我们从现实活动中认识事物的潜能与实体。因此,正如我们从声音中认识到[事物]具有发声能力,同样,我们亦从某种特定的声音中认识到[它]以某种特定的方式[具有发声能力]。因为正如没有光颜色便不可见,同样没有声音尖锐与低沉亦不被[认识];他并非称声音本身为尖锐和低沉,而是指能发出尖锐或低沉声音之物,以便与前述之论相一致。而之所以说“发声之物”,是为了表明正如光不同于颜色,声音亦不同于尖锐与低沉,只是光作为作用因是颜色被看见的原因,而声音作为尖锐与低沉的表现性结果则是它们被认识的[原因]。

§2.149

"Ταῦτα δὲ λέγεται κατὰ μεταφορὰν ἀπὸ τῶν ἁπτῶν." Οὐ τὰ ὀνόματα ὁμοίως ἔχειν λέγων τοῖς ἐπὶ τῶν ἁπτῶν τὰ ἐπὶ τῶν ἀκουστῶν· τὸ γὰρ ἐπὶ τῶν ἁπτῶν ἀντικείμενον τῷ ὀξεῖ οὐ βαρὺ ἀλλὰ ἀμβλὺ καλοῦμεν· ἀλλὰ τὰ πράγματα ὁμοίως ἔχειν κατὰ ἀναλογίαν, ὡς σαφῶς ἐρεῖ, βούλεται.

“而这些是借由触觉对象的隐喻而说的。” 他并非说可听事物上的名称与可触事物上的名称类似(因为在可触事物中,与尖锐对立的我们不叫沉重而叫迟钝);而是意指事物依比例而言具有类似的情况,正如他将清楚指出的那样。

语法注3 条
  1. 2.146τῷ ἔχοντι ὡρισμένον τὸν ἀέρα

    τῷ ἔχοντι 为中性实体化分词的与格,表示手段或工具,依附于主句动词 ἀκούομεν(“我们借由……而听”)。它在句法上与前面的 τῷ κενῷ καὶ ἠχοῦντι(“借由虚空且鸣响之物”)平行,以 τὸν ἀέρα 为直接宾语,ὡρισμένον 作表语性宾格或限定修饰(“具有被限定的空气”)。注疏者将其解释为指代具有内含空气的感觉器官,或使用该工具的听觉生命。

  2. 2.147τοῦ δὲ ἄμφω εἶναι κύρια δεικτικὸν τὸ τὸ μεταξὺ ἐναπολαμβανόμενον διηχὲς οὕτως ἀποπάλλεσθαι

    δεικτικόν(中性单数主格)置于主语之前作为句子的表语名词,由属格冠词不定式短语 τοῦ ἄμφω εἶναι κύρια(“证明两者皆为主因的”)对其进行补充说明。全句的主语是由双重冠词 τὸ τό 引导的长不定式从句:第一个 τό 使不定式 ἀποπάλλεσθαι 实体化,第二个 τό 则修饰从属的主语成分 τὸ μεταξὺ ἐναπολαμβανόμενον διηχές(“夹在中间的传音之物”)。

  3. 2.148οὐ λέγων ὀξὺ καὶ βαρὺ αὐτοὺς τοὺς ψόφους, ἀλλὰ τὰ ψοφητικὰ ὀξέως ἢ βαρέως

    λέγων 是伴随状况分词,其逻辑主语为亚里士多德。它构成双重宾格结构:αὐτοὺς τοὺς ψόφους(“声音本身”)与 ἀλλὰ τὰ ψοφητικά(“而是能发声之物”)为直接宾语,而 ὀξὺ καὶ βαρύ 则作为宾语补足语(表语性宾格),即“并非称声音本身为尖锐和低沉,而是……”。副词 ὀξέως ἢ βαρέως 修饰动词性形容词 ψοφητικά 所隐含的动词含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:145.23-146.36