← 辛普里丘

亚里士多德《论灵魂》注释

§144.12-145.22

耳中同生空气的防护与鼓膜及内部鸣响

注解亚里士多德《论灵魂》420a9–420a15,解释耳中同生空气受坚硬结构封闭以防直接撞击的原因、鼓膜类似角膜的作用,以及耳朵如角号般内部持续鸣响作为听觉能力标志的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.143

" Ὁ δ’ ἐν τοῖς ὠσὶν ἐγκατῳκοδόμηται πρὸς τὸ ἀκίνητος εἶναι, ὅπως ἀκριβῶς αἰσθάνηται πάσας τὰς διαφορὰς τῆς κινήσεως." Ὁ συμφυὴς ἀὴρ τῇ ἀκοῇ περιπέφρακται στερεοῖς, ἵνα μὴ ὑπὸ τοῦ πλήττοντος προσεχῶς κινῆται, διὰ τὸ ἀκριβῆ γενέσθαι τὴν αἴσθησιν τῶν διαφόρων κινήσεων πασῶν. δεῖ μὲν γὰρ καὶ παθεῖν τι τὸ αἰσθητήριον, ἀλλὰ σύμμετρον εἶναι τὸ πάθος, ἵνα ἡ κριτικὴ ἐπικρατῇ καὶ μὴ ἀμβλύνηται ὑπὸ τοῦ πάθους ἐνέργεια. ἦν δ’ ἂν ἀσύμμετρον τὸ πάθος, εἰ προσεχῶς ἐπλήττετο. ἵνα δὲ ἀκριβῶς αἰσθάνηται, οὐ πάσχειν δεῖ σφοδρῶς, ἀλλ’ ἐνεργεῖν καθαρῶς· παραποδίζει γὰρ ἡ σφοδροτέρα πάθη τὴν κρίσιν.

“而耳中的[空气]被构筑为不动的,以便准确感知运动的一切差异。” 与听觉同生的空气被坚硬的部分封闭起来,以免直接被击打者运动,这是为了使对一切不同运动的感知变得准确。因为感觉器官固然必须遭受某种情态,但这种情态必须适度,以便辨别活动占据主导,而不被情态所钝化。如果它是直接被击打的,情态就会是不适度的。而为了准确感知,它决不能剧烈受动,而必须纯粹地进行现实活动;因为更为剧烈的情态会阻碍辨别。

§2.144

"Διὰ ταῦτα δὲ καὶ ἐν ὕδατι ἀκούομεν." Διὰ ταῦτα λέγων διὰ τὸ τοῖς ὠσὶν ἐγκατῳκοδομῆσθαι τὸν συμφυῆ ἀέρα καὶ περιπεφράχθαι στερεοῖς σώμασι καὶ προσεχῶς μὴ κινεῖσθαι ὑπὸ τῶν πληττόντων. διὰ γὰρ τὸ περιπεφράχθαι οὐκ εἴσεισιν εἰς τὸν συμφυῆ ἀέρα τὸ ὕδωρ· εἰσιὸν γὰρ ἢ τῷ ψύχειν ἢ τῷ ὑγραίνειν ἢ τῷ παχύνειν ἤμβλυνεν ἂν τὴν ἀκουστικὴν αὐτοῦ ἐνέργειαν. ὅταν γοῦν παρεισδύῃ εἰς τὸ οὖς, παραποδίζει τὴν ἀκοήν· οὐ ῥᾳδίως δὲ εἴσεισι διὰ τὰς ἕλικας. ὡς δὲ τὸ διαφανὲς ἔχει ὁ κερατοειδὴς λεγόμενος χιτών,1 περιέχων μὲν τὸ συμφυὲς τῆς ὁράσεως ὄργανον ὑγρόν, μέσος δὲ γινόμενος τοῦ τε ἐκτὸς καὶ τοῦ εἴσω διαφανοῦς, καὶ καμὼν κωλύει τὴν ὅρασιν, οὕτω καὶ ἡ μῆνιγξ περιέχουσα τὸν συμφυῆ ἀέρα καὶ διηχὴς οὖσα καὶ μεταξὺ οὖσα τοῦ τε ἔξωθεν καὶ τοῦ εἴσω τοιούτου, ἐπειδὰν κάμῃ καὶ ἔχῃ παρὰ φύσιν, παραποδίζει τὴν ἀκοήν.

“正因这些,我们亦在水中听。” 他说“正因这些”,是指由于同生空气被构筑于耳中,被坚硬物体封闭起来,且不直接被击打者运动。因为由于被封闭,水并不进入同生空气中;因为水若进入,便会因冷却、湿润或稠化而钝化其听觉现实活动。至少,每当水渗入耳中时,它就会阻碍听觉;但由于耳道卷曲,水不易进入。正如所谓角膜具有透明性,包绕着视觉的同生器官即湿润物,并居于外部透明物与内部透明物之间,在患病时阻碍视力;同样,包绕着同生空气、具有传音性且居于外部与内部此类[介质]之间的鼓膜,一旦患病且处于反自然状态,亦阻碍听觉。

§2.145

"Ἀλλὰ καὶ σημεῖον τοῦ ἀκούειν ἢ μὴ τὸ ἠχεῖν αἰεὶ τὸ οὖς ὥσπερ τὸ κέρας." Ἔξωθεν μὲν προσεχῶς πλήττεσθαι ὑπό τινος τὸ συμφυὲς πνεῦμα ἢ παχύνεσθαι ἢ ὀχλεῖσθαι ὅλως οὐ βουλομένη ἡ φύσις τοῖς τε περιφράγμασι καὶ ταῖς ἕλιξι τῶν ὤτων ἐπεκούρησε· διὸ ἀκίνητον πρότερον εἴρηται ὡς μὴ ὑπὸ τῶν ἠχητικῶν προσεχῶς κινούμενον· διὰ δὲ τὸ ζῆν κινεῖται ἀεὶ καθ’ αὑτό. τὴν γοῦν χεῖρα πρὸς τὸ οὖς προσθέντες καὶ μικρὸν ὤσαντες ἐπὶ τὸ ἔσω ἤχου γινομένου αἰσθανόμεθα, ἀποστενουμένου διὰ τὴν ὦσιν τοῦ ἔνδον πνεύματος καὶ ἐν τῷ κινεῖσθαι προσπταίοντος διὰ στενοχωρίαν τοῖς ὠσὶ καὶ ποιοῦντος τὸν ἦχον, ὥσπερ τὸ τοῖς κέρασι τοῖς αὐλητικοῖς ἐμφυσώμενον πνεῦμα. τοῦ μὲν οὖν ἀκούειν σημεῖον τὸ ἠχεῖν, διότι τὴν ζωτικὴν κίνησιν κινεῖται τὸ πνεῦμα· οὐ γὰρ ἂν ἐν τῇ ὤσει τῶν ὤτων ἤχει· τὸ δὲ μὴ ἠχεῖν τοῦ μὴ ἀκούειν διὰ τὸ κάμνειν ἢ μηδ’ ὅλως ἢ ἀσθενῶς κινουμένου τοῦ πνεύματος.2 ἐπεὶ δὲ ὁ ἐν ἀέρι ἦχος γίνεται ἢ στερεοῦ κινουμένου καὶ τὸν ἀέρα πλήττοντος ἢ τοῦ ἀέρος κινουμένου καὶ τῷ στερεῷ προσπταίοντος, τοῦτον γίνεσθαι τὸν τρόπον ἐν τοῖς ὠσὶν ἦχον παραδιδοὺς προστέθεικε τὸ ὥσπερ τὸ κέρας· καὶ γὰρ τὸ αὐλοῦν κέρας ἠχεῖ τοῦ πνεύματος κινουμένου καὶ τῷ στερεῷ προσκρούοντος. ἀεὶ μὲν οὖν οἰκείαν τινὰ κίνησιν ὁ ἐν τοῖς ὠσὶν ἀὴρ κινεῖται, οὐκ ἀεὶ δὲ ψοφεῖ· ἀλλότριος γὰρ ὁ ψόφος καὶ οὐκ ἴδιος, τουτέστιν οὐ κατὰ τὴν αὑτοῦ ἴδιον κίνησιν καθ’ ἑαυτὸν κινουμένου τοῦ ἀέρος γίνεται ψόφος, ἀλλὰ κατὰ τὴν ἢ αὐτοῦ πρὸς ἄλλο ἢ ἄλλου πρὸς αὐτὸν πρόσπτωσιν· καὶ ταύτῃ ἀλλότριος ὁ ψόφος.

“而且,听得到或听不到的标志,乃是耳朵总是如角号般鸣响。” 自然不愿同生气息直接受外部某物的击打,或被稠化,或全盘受扰,因而借由耳朵的隔障与卷曲构造施以保护;因此此前说它是“不动的”,意指不直接被发声物运动。然而由于活着,它总是依其自身而运动。至少,当我们把手贴在耳朵上并微微向内推时,我们便感知到声响的产生,这是因为内在气息由于推压而受限变窄,且在运动时因空间狭隘而碰撞耳朵并产生声响,正如同被吹入吹管角号中的气息一样。因此,鸣响是听得到的标志,因为气息正运动着生命性的运动;否则在推压耳朵时便不会鸣响。而未鸣响则是听不到的标志,这是由于患病、气息完全不运动或微弱运动之故。既然空气中的声响或是由坚硬物体运动击打空气而发生,或是由空气运动碰撞坚硬物体而发生,他在说明耳中以这种方式产生声响时便加上了“如角号般”;因为吹奏的角号亦是在气息运动并碰撞坚硬物体时鸣响的。因此,耳中空气总是以某种固有的运动在运动,但并非总是发出噪音;因为噪音是外来的而非固有的,也就是说,噪音并非在空气由自身运动时依照其自身的固有运动而发生,而是依照它自身向他物碰撞、或他物向它碰撞而发生的;在此意义上,噪音是外来的。

语法注2 条
  1. 2.144ὡς δὲ τὸ διαφανὲς ἔχει ὁ κερατοειδὴς λεγόμενος χιτών

    由 ὡς... οὕτω(“正如……同样……”)引导的对称长句结构。前一半(ὡς从句)中主语为 ὁ κερατοειδὴς λεγόμενος χιτών(所谓的角膜),带有分词短语 περιέχων 与 γινόμενος,收束于 καμὼν κωλύει(患病时阻碍);后一半(οὕτω从句)中主语为 ἡ μῆνιγξ(鼓膜),并列带有分词 περιέχουσα 与 οὖσα,在插入从句 ἐπειδὰν κάμῃ 之后连接主动词 παραποδίζει。

  2. 2.145διὰ τὸ κάμνειν ἢ μηδ’ ὅλως ἢ ἀσθενῶς κινουμένου τοῦ πνεύματος

    表示原因的前置词短语 διὰ τὸ κάμνειν(由于患病)后紧接着属格独立结构 κινουμένου τοῦ πνεύματος(气息运动)。该属格独立结构在此起到附带性或说明性的原因作用,具体阐明患病的表现,即气息“完全不运动或微弱地运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:144.12-145.22