- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:142.35-144.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于回声总是微弱发生的论述(419b27),辛普里丘借助光之反射与折射的类比解释了声音的直线传播与回声,进而阐明发声体的定义(420a3)、听觉器官中同生空气的作用机制,以及空气自身为何无声。
" Ἔοικε δὲ ἀεὶ γίνεσθαι ἠχώ, ἀλλ’ οὐ σαφής." Ὅταν ὅλως δηλαδὴ ψοφῇ τι· καθάπερ καὶ ἐπὶ τοῦ φωτός· καὶ γὰρ τὸ φῶς ἀεὶ ἀνακλᾶται. ἀνάκλασιν καλῶν οὐ τὴν ἀπὸ στερεῶν μόνων κατὰ ἴσας γωνίας ἐπὶ τὰ ἀντικείμενα τοῦ φωτὸς ἐνέργειαν, ἀλλὰ καὶ τὴν ἀπὸ ὑγρῶν καλουμένην παρὰ τοῖς νεωτέροις διάκλασιν.1 ἐξ ἀμφοῖν γὰρ πάντῃ τὸ φῶς, ἀλλ’ οὐκ ἐν μόνοις τοῖς ἡλιουμένοις, εἰ καὶ μὴ τοιοῦτον πάντως οἷον σκιὰν ποιεῖν, ὡς τὸ ἀπὸ ὕδατος ἢ χαλκοῦ ἀνακλώμενον. μιμεῖται δὲ τὴν μὲν διάκλασιν τοῦ φωτὸς ἡ εἰς τὰ πλάγια φερομένη ἀπήχησις· ὅτι γὰρ καὶ ὁ ἦχος ὡς καὶ τὸ φῶς κατ’ εὐθεῖαν πρόεισι μᾶλλον, δηλοῖ τὸ τοῖς κατ’ εὐθεῖαν τὸ οὖς παραβάλλουσιν ἐξάκουστον μᾶλλον γίνεσθαι· τὴν δὲ ἀνάκλασιν ἡ ἠχὼ μιμεῖται, τὴν μὲν σκιὰν ἀποτελοῦσαν ἡ ἐξάκουστος, τὴν δὲ ἄσκιον ἡ μὴ ἀκουομένη δι’ ἀμυδρότητα.2 τὸ δὲ κενὸν ὀρθῶς λέγεται κύριον τοῦ ἀκούειν κατὰ τοὺς κενὸν τὸν ἀέρα καλοῦντας, καὶ ὡς αὐτὸς ἐπιφέρει, καὶ κύριον οὐχ ὡς ποιητικόν (τοῦτο γὰρ ἀπείπατο) ἀλλ’ ὡς διαβιβαστικόν, καὶ ταύτῃ ποιεῖ ἀκούειν. ὑπομιμνήσκει δὲ καὶ ὅτι λεῖον εἶναι δεῖ τὸ πληγὲν πρὸς τὸ ψόφον γενέσθαι. ἐὰν γὰρ λεία ἡ ἐπιφάνεια τοῦ πληττομένου ᾖ, εἷς καὶ ὁ ἐναπολαμβανόμενος μένει ἀήρ, οὐ καταθραυόμενος ταῖς ἐξοχαῖς καὶ εἰσοχαῖς τοῦ πληττομένου.
“回声似乎总是发生,但并不清晰。” 显而易见,这是指但凡某物发出声响之时;如同光的情形一样;因为光也总是被反射。他称之为“反射”的,不仅指光仅仅由坚硬物体依相等角度投向相对物体的现实活动,也包含由流体引起的、在近人中被称为“折射”的现实活动。因为由于二者,光无处不在,而并非仅存在于被日照之物中,即便它未必全然如从水或青铜反射的光那样产生阴影。而向侧方传播的余响则摹仿光的折射;因为声响如同光一样更趋向于沿直线行进,这由将耳朵正对直线方向的人能更清晰地听到而得以表明;回声则摹仿反射,清晰可闻的回声摹仿产生阴影的反射,而因微弱而不可闻的回声则摹仿不产生阴影的反射。而按照那些将空气称为虚空的人的说法,如他自己所补充的,虚空被正确地称为听觉的主导者;而它是主导者,并非作为创生者(因为他已否定了这一点),而是作为传导者,并以此方式使听觉得以发生。他还提醒说,被击打之物必须光滑,声音才能产生。因为若被击打之物的表面光滑,被截留的空气也保持为一体,不被被击打之物的凸起和凹陷所粉碎。
"Ψοφητικὸν μὲν οὖν τὸ κινητικὸν ἑνὸς ἀέρος συνεχείᾳ μέχρις ἀκοῆς." Ψοφητικὸν μὲν εἶπε τὸ κινητικὸν ἑνὸς ἀέρος, οὐ τὸ δυνάμει μόνον ἀλλὰ καὶ τὸ ἐνεργείᾳ κινοῦν· ἑνὸς δ’ ἀέρος, ὡς ἀθρύπτου μένειν τοῦ κινουμένου ὀφείλοντος, εἴτε ἀὴρ εἴτε ὕδωρ τοῦτο εἴη, ἀλλὰ τὸ μάλιστα διηχὲς νῦν εἴρηται. καὶ ὅπως ἑνός, δηλοῖ διὰ τῆς συνεχείας· οὐ γὰρ ὡς τὸ ἀδιαίρετον ἓν ὁ ἀὴρ οὐδὲ ὡς τῷ λόγῳ ἕν, ἀλλ’ ὡς τὸ συνεχές. τὸ δὲ μέχρι ἀκοῆς οὐ τὸν πάντως ἀκουόμενον, ἀλλὰ τὸν ἱκανὸν ἀκούεσθαι σημαίνει, κἂν μὴ ὁ ἀκούων ᾖ. ἀκοῇ δὲ συμφυὴς ὁ ἀήρ, οὐχ ὁ ἔξωθεν (οὐδὲ γὰρ συμφυής) ἀλλ’ ὁ συνηρτημένος αὐτῇ κατὰ φύσιν ὡς ὄργανον. τοιοῦτος δὲ ὁ καὶ ζῶν καὶ κατὰ τὴν ἀκουστικὴν εἰδοποιούμενος ζωήν, ὡς τὸ ἐν ὀφθαλμοῖς ὑγρὸν κατὰ τὴν ὁρατικήν.
“因此,发声体乃是能够依连续性使单一空气运动直至听觉之物。” 他称“发声体”为能够使单一空气运动之物,不仅指潜能上使之运动者,亦指现实活动中使之运动者;而称“单一空气的”,乃是因为被运动者应当保持未散解,无论这是空气还是水,但此刻所说的是最卓越的传音介质。而它是如何为“单一”的,他借由“依连续性”表明出来;因为空气并非如不可分者那样为一,亦非如定义上那样为一,而是作为连续者为一。而“直至听觉”并非指必定被听到者,而是指足以被听到者,纵使并无人在听。与听觉同生的空气,并非来自外部的空气(因为它甚至并非同生的),而是依自然作为器官附着于听觉的空气。此类空气既是活的,又是依听觉生命被赋予形式的,正如眼中的湿润依视觉[被赋予形式]一样。
"Διὰ δὲ τὸ ἐν ἀέρι εἶναι κινουμένου τοῦ ἔξω ὁ εἴσω κινεῖται." Διὰ τὸ ἐν ἀέρι εἶναι δηλαδὴ τὴν ἀκοήν·3 ταύτῃ γὰρ ἦν συμφυὴς ὁ εἴσω ἀήρ. καὶ ἐν τούτῳ ἡ ἀκουστικὴ ζωή, ἡ μὲν ὡς ζωτικοῦ ὀργάνου οὖσα χαρακτηριστική (συμφυοῦς τουτέστι ζωτικοῦ), ἡ δὲ ὡς χρωμένη τῷ τοιούτῳ ὀργάνῳ. διὰ οὖν τὸ ἐν ἀέρι εἶναι τουτέστιν ἐν διηχεῖ, κινουμένου τοῦ ἔξω καὶ ἐνεργείᾳ γινομένου διηχοῦς κινεῖται καὶ αὐτὸς συμμεταλαμβάνων τοῦ ἤχου, ὑπὸ μὲν τοῦ πρώτου πλήξαντος καὶ τοῦ αἰσθητηρίου πάσχοντος, μεταβιβαζομένης δὲ τῆς ἐνεργείας τῆς ἀπὸ τοῦ πλήξαντος διὰ τοῦ ἔξω διηχοῦς ἐπὶ τὸ συμφυὲς τοιοῦτον.
“而由于处于空气中,当外在空气运动时,内在空气被运动。” 显而易见,这是指由于听觉处于空气中;因为内在空气正是与它同生的。在此空气中存在着听觉生命,其一作为表征生命器官(同生即生命的)者,其二则是作为使用此类器官者。因此,由于处于空气中,亦即处于传音介质中,当外部介质被运动且在现实活动中成为传音者时,〔内在空气〕自身亦因分有声响而被运动,感觉器官亦受最初击打者的作用,而来自击打者的现实活动则通过外部传音介质被传递至同生的此类[介质]上。
"Διόπερ οὐ πάντῃ τὸ ζῷον ἀκούει, "ἀλλ’ ὅπου τὸ ζωτικὸν τῆς ἀκοῆς ὄργανον. οὐχὶ δὲ δὴ πάντῃ τὸ ζῷον ἔχει ἀέρα τοιοῦτον δηλαδὴ συμφυῆ τῇ ζωῇ τῇ ἀκουστικῇ καὶ φύσει ταύτῃ εἰδοποιούμενον.
“因此动物并非在各处皆听,”而仅仅在存在听觉的生命器官之处[听]。因为动物断非在各处皆拥有此类空气,即与听觉生命同生且在自然中由此生命赋予形式的空气。
"Αὐτὸ μὲν δὴ ἄψοφον ὁ ἀήρ." Καθόλου τὸ μὴ ἐνεργοῦν τὸν ψόφον καὶ τὸ μὴ δεκτικὸν ψόφου δηλοῖ αὐτῷ τὸ ἄψοφον. ἁπλῶς μὲν οὖν ὁ ἀὴρ ὡς ἀὴρ ἄψοφος διὰ τὸ εὔθρυπτον· συστατικὸν γὰρ τοῦ ἀέρος καὶ τὸ εὔθρυπτον· κωλυθεὶς δὲ θρύπτεσθαι καὶ κινηθεὶς ἢ ὑπὸ τοῦ πρώτως αὐτὸν πλήξαντος ἢ ὑπὸ τοῦ προηγουμένως μὲν ἄλλο δευτέρως δὲ αὐτόν, ὅταν ἡ πληγὴ κωλύῃ τὸ θρύπτεσθαι * *, ὥστε οὐχ ὡς ἀήρ, ἀλλ’ ὡς πρὸς τὸ θρύπτεσθαι δυνατὸς κωλύεσθαι.
“空气本身确实是无声的。” 对他而言,“无声”普遍指不现实活动发出声音之物,以及不接纳声音之物。因此单就自身而言,空气作为空气由于易散解而无声;因为易散解也是空气的构成要素;但当它被阻碍而未散解,且或被最初击打它者运动,或被原初击打他物、继而击打它者运动时,当击打阻碍了散解 * *,因此并非作为空气,而是作为能够被阻碍散解者[发出声音]。
- 2.138ἀνάκλασιν καλῶν οὐ τὴν ἀπὸ στερεῶν μόνων κατὰ ἴσας γωνίας ἐπὶ τὰ ἀντικείμενα τοῦ φωτὸς ἐνέργειαν, ἀλλὰ καὶ τὴν ἀπὸ ὑγρῶν καλουμένην παρὰ τοῖς νεωτέροις διάκλασιν.
现在分词 καλῶν 的逻辑主语是亚里士多德,这是注疏文献中用来解释引文中用词含义的独立说明性分词。宾格短语 οὐ τὴν ... ἐνέργειαν, ἀλλὰ καὶ τὴν ... διάκλασιν 作为 καλῶν 的直接宾语,与补足语宾格 ἀνάκλασιν 构成双重宾格结构(“不仅将……的现实活动,也将……折射称为‘反射’”)。
- 2.138τὴν μὲν σκιὰν ἀποτελοῦσαν ἡ ἐξάκουστος, τὴν δὲ ἄσκιον ἡ μὴ ἀκουομένη δι’ ἀμυδρότητα.
紧接前句 τὴν δὲ ἀνάκλασιν ἡ ἠχὼ μιμεῖται 的高度省略结构,承前省略了动词 μιμεῖται 和宾语 ἀνάκλασιν。主格的 ἡ ἐξάκουστος [ἠχώ] 与 ἡ μὴ ἀκουομένη [ἠχώ] 分别为各分句的主语,阴性宾格分词短语 τὴν μὲν σκιὰν ἀποτελοῦσαν [ἀνάκλασιν] 与形容词 τὴν δὲ ἄσκιον [ἀνάκλασιν] 则各自充当被修饰的宾语。
- 2.140Διὰ τὸ ἐν ἀέρι εἶναι δηλαδὴ τὴν ἀκοήν·
注释者在此将亚里士多德引文(Διὰ δὲ τὸ ἐν ἀέρι εἶναι)中带冠词不定式 τὸ ... εἶναι 所省略的逻辑主语明确补充为宾格的 τὴν ἀκοήν(“即:听觉处于空气中”)。
