- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:141.40-142.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证了声音与响声(现实活动)并非空气的位移或空气之间的击打,而是通过击打的情感受累在未分割的空气中同感传递,并阐明回声是该活动被坚硬物体的反射而非空气的物理反弹。
οἶμαι οὖν ὅτι οὐχ ὥσπερ ἡ τοῦ φωτίζοντος παρουσία ἐν τῷ διαφανεῖ καὶ ἡ τοῦ χρώματος ἐν τῷ ἐνεργείᾳ διαφανεῖ εὐθὺς ἐνήργει τὸ γενησόμενον ὁρατόν, οὕτω καὶ ἡ τοῦ στερεοῦ μόνη παρουσία ἐν τῷ διηχεῖ τὸν ψόφον ἐνεργεῖ, ἀλλὰ πλῆττον ἐνεργεῖ, τουτέστι πάθος ἐμποιοῦν· πάθος γὰρ ἡ πληγή. ὁ δὲ ἦχος οὐ πάθος ἀλλ’ ἐνέργεια τῶν πληξάντων ἀπολύτως τῷ διηχεῖ ἐπὶ τῷ πάθει παροῦσα. διὸ προηγεῖται τὸ πάθος καὶ ὅλος μὲν ὁ ἀὴρ πέπονθεν, ἐφ’ ὅσον καὶ ἡ ἐνέργεια διατείνει, ὁ καὶ μείνας εἷς τε καὶ συνεχὴς καὶ ἄθρυπτος, ἀλλ’ οὐ καθ’ ὅλον ἑαυτὸν προηγουμένως, κατὰ δὲ τὸ πρὸς τῷ στερεῷ ἑαυτοῦ μόριον, τοῖς δὲ λοιποῖς οἷον συμπάσχων, μᾶλλον μὲν καὶ πρότερον τοῖς προσεχέσι τοῦ πρωτοπαθοῦς μορίου, ἧττον δὲ καὶ ὑστερίζουσι τοῖς ἀπωτέρω. διὸ καὶ μᾶλλον καὶ θᾶττον οἱ ἐγγυτέρω ἀκούουσι τῶν ἀπωτέρω· κατὰ γὰρ τὰ μέτρα τῆς πάθης καὶ τὸ σφοδρὸν καὶ ἡ ταχυτὴς καὶ τὰ ἐναντία ὁρίζεται. οὐχὶ οὖν πλήττεται ἢ σχηματίζεται τὰ δεύτερα μόρια ὑπὸ τῶν προτέρων, ἀλλὰ συμπάσχει καὶ συνειδοποιεῖται ὑπὸ τοῦ ἐξ ἀρχῆς πλήξαντός τε καὶ ἐνεργήσαντος, διὰ τὸ μεριστὸν τῶν πασχόντων σωμάτων ὄντων μεριστῶς τῆς πάθης διαδιδομένης, καὶ τῶν προτέρων οὐ πληττόντων τὰ ἐφεξῆς, ἀλλὰ μεταβιβαζόντων τὴν πληγήν. καὶ τῷ παθόντι τὴν πληγὴν ἀέρι ὅλῳ ἀπολύτως ἡ ἠχητικὴ πάρεστιν ἐνέργεια· οὐ γὰρ ἂν ἄλλως ὅλη ἑκασταχοῦ ἡ αὐτὴ ὑπῆρχεν, ἐφ’ ὅσον διικνεῖται ὁ ἦχος. διικνεῖται δὲ ἐφ’ ὅσον ἀέρα καὶ τὸ ἀπὸ τῆς πληγῆς μεταβιβάζεται πάθος, ἄθρυπτον καὶ συνεχῆ καὶ ἕνα διαμένοντα. ὅταν οὖν ὁ εἷς οὗτος ἀὴρ στερεῷ τινι προσπελάζων οὐκέτι κατ’ εὐθεῖαν ὁμοίως τοῖς προτέροις μορίοις τὴν συνέχειαν σώζων διὰ τὴν ὑπὸ τοῦ στερεοῦ ἀντίφραξιν, ἀλλὰ ἢ κατ’ αὐτὸν τὸν παθόντα καὶ τὴν ἐνέργειαν σώζοντα ἢ κατὰ τὸν παρακείμενον αὐτῷ ἐπὶ τάδε τοῦ στερεοῦ [μέρη] φέρηται, ἡ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος ἐνέργεια,1 ἡ λεγομένη ἀποτελεῖται ἠχώ, οὐ τοῦ στερεοῦ πληττομένου καὶ ποιοῦντος τὸν ἦχον, ἀλλὰ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος συνεργῷ πρὸς τὴν ἀνάκλασιν χρωμένου τῷ στερεῷ καὶ λείῳ καὶ κοίλῳ, διὰ μὲν τὴν λειότητα ἄθρυπτον τὸν ἀέρα φυλάττοντι ὁμοῦ πλείονα συνηγμένον τὸν τῷ ἤχῳ εἰδοποιούμενον καὶ οὐ διαχεόμενον καὶ διὰ τοῦτο ἐναργέστερον εἰδοποιούμενον, διὰ δὲ τὴν ἀντιτυπίαν κωλύοντι τὴν εἰς τὸ πρόσω τῆς ἐνεργείας διέξοδον καὶ τῆς εἰς τὸ ἐπὶ τὰ αὐτὰ ἀνακλάσεως συναιτίῳ γινομένῳ.2 οὕτως οὖν καὶ τὸ Ἀριστοτελικὸν νοητέον, τὸ πάλιν ὁ ἀὴρ ἀπωσθῇ ὥσπερ σφαῖρα· οὐχ ὡς ἀὴρ κατὰ φορὰν κινούμενος, ἀλλ’ ὡς ἐνεργείᾳ ἠχητικὸς κατ’ αὐτὴν τὴν ἠχήν.
因此我认为,并非如发光体在透明物中的临在、以及颜色在现实透明物中的临在那样直接使将成为可见之物实现,坚硬之物在传音介质中的单纯临在就以这种方式使声音实现;相反,它是通过击打,即产生一种情感受累来实现的;因为击打是一种情感受累。但声响并非情感受累,而是击打诸物基于这一情感受累、无条件临在于传音介质中的现实活动。因此情感受累居于在先地位,而在现实活动所延展的范围内,整个空气都受了累——这空气也保持为一体、连续且未散解——但并非其自身全体原初地受累,而是在自身靠近坚硬之物的部分原初地受累,在其余部分则可以说是共感共受,靠近最先受累部分之处程度更强且更早,距离较远之处则程度较弱且滞后。因此,较近的人也比远离的人听得更强且更快;因为剧烈与迅疾及其对立面,都是依据情感受累的度量而被界定的。所以,后继的部分并非被前面的部分击打或塑造,而是共同因最初击打并施加现实活动的作用者而受累、共同被赋予形式,因为受累物体具有可分性,情感受累是分部传递的,且前面的部分并未击打紧随其后的部分,而只是转达击打。而且对于整个承受了击打的空气而言,发声的现实活动是无条件临在的;否则,在声响所通达的范围内,同一现实活动就不可能在各处作为一个整体而存在。而声响能够通达,正如来自击打的情感受累被转达到保持为未散解、连续且为一体的空气一样远。因此,当这一体空气接近某个坚硬之物,由于坚硬之物的阻挡,不再如前面的部分那样沿直线保持连续性,而是——要么沿着承受了受累并保持了现实活动的那同一空气,要么沿着位于坚硬之物这一侧与其相邻的空气——最初发声者的现实活动被传递时,所谓的回声便生成了;这并非坚硬之物被击打并产生声响,而是最初发声者将坚硬、光滑且中空的物体用作反射的合作者,[这一坚硬物体]由于光滑而将由声响赋予形式、不消散且因此更清晰地被赋予形式的空气保持为未散解且更多地聚集在一起,又由于阻抗力而阻止了现实活动向前的通路,成为向相同方向反射的共同原因。因此,亚里士多德所说的“空气如球一样再次被弹回”,也必须这样来理解:并非空气依位移运动而被推动,而是作为现实活动中的发声者依响声本身[被弹回]。
- 2.137ὅταν οὖν ὁ εἷς οὗτος ἀὴρ στερεῷ τινι προσπελάζων οὐκέτι κατ’ εὐθεῖαν ὁμοίως τοῖς προτέροις μορίοις τὴν συνέχειαν σώζων διὰ τὴν ὑπὸ τοῦ στερεοῦ ἀντίφραξιν, ἀλλὰ ἢ κατ’ αὐτὸν τὸν παθόντα καὶ τὴν ἐνέργειαν σώζοντα ἢ κατὰ τὸν παρακείμενον αὐτῷ ἐπὶ τάδε τοῦ στερεοῦ [μέρη] φέρηται, ἡ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος ἐνέργεια
时间从句结构中的破格现象(anacoluthon)。句首的 ὁ εἷς οὗτος ἀὴρ 连同分词 προσπελάζων 与 σώζων 以主格形式出现,但该从句谓语动词 φέρηται 的实际语法主语是后文的 ἡ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος ἐνέργεια。主格的空气作为悬置成分预先奠定了物理场景,随后在句法上转由现实活动的运动来承接。
- 2.137οὐ τοῦ στερεοῦ πληττομένου καὶ ποιοῦντος τὸν ἦχον, ἀλλὰ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος συνεργῷ πρὸς τὴν ἀνάκλασιν χρωμένου τῷ στερεῷ καὶ λείῳ καὶ κοίλῳ, διὰ μὲν τὴν λειότητα ἄθρυπτον τὸν ἀέρα φυλάττοντι ... διὰ δὲ τὴν ἀντιτυπίαν κωλύοντι ... συναιτίῳ γινομένῳ
紧接对比性属格绝对结构(οὐ τοῦ στερεοῦ... ἀλλὰ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος... χρωμένου...)之后的与格分词修饰关系。与格分词 φυλάττοντι、κωλύοντι 以及 συναιτίῳ γινομένῳ 一致修饰 χρωμένου 的补足成分 τῷ στερεῷ καὶ λείῳ καὶ κοίλῳ,说明了坚硬物体协助完成反射的两个方面功能(因光滑而保持空气不散解,因阻抗力而阻挡前进)。
