- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:141.8-141.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修探讨了亚里士多德在《论灵魂》419b25中对回声产生原理的论述,引用了阿佛洛狄西亚的亚历山大的观点(后者否定了初始空气整体飞向障碍物并弹回的字面理解,转而主张形状在空气中的相继传递),并批判性地检视了亚历山大解释中的疑难。
" Ἠχὼ δὲ γίνεται, ὅταν ἀπὸ τοῦ ἀέρος ἑνὸς γενομένου διὰ τὸ ἀγγεῖον τὸ διορίσαν καὶ κωλῦσαν θρυφθῆναι πάλιν ὁ ἀὴρ ἀπωσθῇ ὥσπερ σφαῖρα." Δοκεῖ μὲν ὁ Ἀριστοτέλης ἐπὶ τῆς ἠχοῦς λέγειν τὸν ἐξ ἀρχῆς πληγέντα ἀέρα φερόμενον μέχρι τινὸς στερεοῦ λείου τε καὶ κοίλου καὶ οἷον ἀγγείου γινομένου διὰ τὴν κοιλότητα, μείναντα ἕνα καὶ ἄθρυπτον καὶ ἀθρόως προσπεσόντα τῷ λείῳ καὶ κοίλῳ στερεῷ εἰς τοὐπίσω ὥσπερ σφαῖραν ἐκεῖθεν ἀνακλασθέντα φέρεσθαι·1 καὶ τοῦτο εἶναι τὴν ἠχώ. ἀξιοῖ δὲ οἶμαι καλῶς ὁ Ἀλέξανδρος ὑπολαμβάνειν γίνεσθαι τὴν ἠχὼ μήτε ὡς αὐτοῦ τοῦ πρώτου πληγέντος ἀέρος φερομένου μέχρι τοῦ ἀγγείου, μήτε πάλιν ἀπὸ τοῦ ἀγγείου αὐτοῦ τούτου ἀνακλωμένου μέχρι τοῦ πλήξαντος. τοῦτο μὲν οὖν ὀρθῶς ἀξιοῖ· οὔτε γὰρ εὔλογον ταχεῖαν οὕτω γίνεσθαι διὰ πληγὴν τὴν τοῦ ἀέρος φοράν, καὶ δεῖ, ὡς ἐπὶ τῶν ῥιπτουμένων ἠξίωται, παρεῖναι ἀεὶ τῷ κινουμένῳ τὸ κινοῦν. ἀλλ’ ἐκεῖνο σκεπτέον εἰ καλῶς δοκιμάζει· γράφει δὲ ὧδε. “ἀλλ’ ὁ μὲν πρῶτος ἀὴρ πληγεὶς διὰ τὸ τάχος τῆς πληγῆς συνεχὴς καὶ ἀδιαίρετος μείνας, τὸν μετ’ αὐτὸν σχηματίζει τῇ ὁμοίᾳ πληγῇ, ὡς αὐτὸς ὑπὸ τῆς πληγῆς ἐσχηματίσθη, οὗτος δὲ πάλιν τὸν μετ’ αὐτόν, καὶ οὕτω κατὰ συνέχειαν μέχρι τοῦ ἀγγείου ἡ πρόοδος γίνεται. μέχρι γὰρ ἂν ἰσχυροτέρα ἡ διαδιδομένη πληγὴ τῆς θρύψεως τοῦ ἀέρος ᾖ, μέχρι τότε μένει, ἄλλου παρ’ ἄλλου σχηματιζομένου, ὃ ἐδείχθη γινόμενον καὶ ἐπὶ τῶν ῥιπτουμένων. ὁ δὴ τελευταῖος ὁ πρὸς τῷ ἀγγείῳ πληγείς τε καὶ σχηματισθείς, κωλυθεὶς ἐπὶ τὸ πρόσω διαδοῦναι τὴν πληγὴν ὑπὸ τοῦ ἀγγείου, ἀνάπαλιν ὑπὸ τῆς τοῦ στερεοῦ ἀντιτυπίας ἀπωσθεὶς ὡς σφαῖρα ὑπὸ στερεοῦ τινος, τὸν ἐπὶ τάδε αὐτοῦ πάλιν ἔπληξέ τε καὶ ἐσχημάτισε, καὶ οὕτω πάλιν ἡ διάδοσις ἐπὶ τὰ αὐτὰ τῆς πληγῆς καὶ τοῦ ψόφου γίνεται.” οἷς ἅπασι τοῦ Ἀλεξάνδρου οὖσιν ἐπιστήσειεν ἄν τις ὡς ἐν σχήματι τὸν ἦχον τιθεμένοις2 καὶ ὡς μὴ διορίζουσι τὴν τῆς πληγῆς διάδοσιν, πότερον ὁ πρῶτος πληγεὶς ἀὴρ τὸν μετ’ αὐτὸν πλήττει, ὥσπερ καὶ σχηματίζειν λέγεται σαφῶς, καὶ τίς ἂν γένοιτο ἀέρος ὑπὸ ἀέρος συνεχοῦς καὶ ἑνὸς μένοντος πληγὴ καὶ ἠχητικὴ πληγή, ἢ τοῦ πλήξαντος στερεοῦ τὸν πρῶτον ἀέρα καὶ τὸν μετ’ αὐτὸν καὶ τὸν αὖ μετ’ ἐκεῖνον πλήττοντος. ἀλλ’ εἰ ὅλως διαίρεσιν ἐπινοοῦμεν, οὔτε μένει εἰσέτι ἄθρυπτος ὁ ψοφῶν ἀὴρ καὶ παρεῖναι ἑκάστῳ ἔδει τὸ πλῆττον.
“而回声的产生,是当从因界定并阻止其散解的容器而成为一体的空气那里,空气如球一样再次被弹回时。” 亚里士多德在谈到回声时似乎是说:最初被击打的空气运动到某个坚硬、光滑且中空因其中空而成为类似容器的物体为止,保持为一体而不散解,一齐撞击光滑且中空的坚硬之物,并从那里如球一样被反射而向后运动;而这就是回声。但我认为亚历山大正确地要求人们假定:回声的产生既非最初被击打的空气本身运动到容器为止,亦非这同一个空气本身再从容器反射回到击打者那里。因此在这点上他的要求是正确的;因为空气的位移因击打而变得如此迅疾是不合情理的,而且正如在投射物的例子中所主张的那样,推动者必须始终伴随于被推动者。但我们必须考察他是否恰当地赞同以下观点;他是这样写的:“然而,最初被击打的空气由于击打的迅疾而保持连续且不可分割,以类似的击打塑造其后的空气,正如其自身被击打所塑造一样,而这部分空气又塑造其后的空气,如此依连续性前进直至容器。因为只要传递开去的击打强于空气的散解,在此期间它便持存,一个由另一个塑造,这正如已被证明在投射物上也发生的那样。于是在容器旁被击打并被塑造的最后的空气,因容器的阻挡而无法向前传递击打,正如球被某种坚硬之物弹回那样,反向地因坚硬之物的阻抗力而被弹回,进而再次击打并塑造位于其这一侧的空气,如此,击打与声音再次向相同的地方进行传递。”面对亚历山大的所有这些言论,人们可能会提出异议,指出这些言论将声音寄于形状之中,并且没有明确界定击打的传递:究竟是最初被击打的空气击打其后的空气(正如它也被明确说成是塑造其后的空气一样,然而对于连续且保持为一体的空气而言,空气被空气击打、且是发出声音的击打,会是何种击打?),还是击打了最初空气的坚硬之物也击打了其后的空气以及紧接着那一处的空气。但如果我们哪怕设想了丝毫的分割,发声的空气便不再保持为未散解的整体,而且击打者本该伴随于每一个部分。
- 2.137Δοκεῖ μὲν ὁ Ἀριστοτέλης ἐπὶ τῆς ἠχοῦς λέγειν τὸν ἐξ ἀρχῆς πληγέντα ἀέρα ... εἰς τοὐπίσω ὥσπερ σφαῖραν ἐκεῖθεν ἀνακλασθέντα φέρεσθαι
这是由主动词 δοκεῖ 引导的 λέγειν 所统摄的冗长“宾格与不定式结构”。宾格主语 τὸν ἐξ ἀρχῆς πληγέντα ἀέρα 连带着一连串分词(φερόμενον、μείναντα、προσπεσόντα、ἀνακλασθέντα),最终汇聚到主不定式 φέρεσθαι 上;随后的 καὶ τοῦτο εἶναι τὴν ἠχώ 同样由 λέγειν 统摄。
- 2.137οἷς ἅπασι τοῦ Ἀλεξάνδρου οὖσιν ἐπιστήσειεν ἄν τις ὡς ἐν σχήματι τὸν ἦχον τιθεμένοις
动词 ἐφίστημι(此处为潜势希求法 ἐπιστήσειεν ἄν)支配与格(οἷς ἅπασι),意为“对……提请注意/提出异议”。τοῦ Ἀλεξάνδρου οὖσιν 是带有所有属格的分词短语(“属于亚历山大的”)。两个以 ὡς 引导的成分(ὡς ... τιθεμένοις 与 ὡς μὴ διορίζουσι)与与格分词保持一致,表达质疑与批判的根据,并引出后面的间接疑问句(πότερον ... ἤ ...)。
