← 辛普里丘

亚里士多德《论灵魂》注释

§140.4-141.7

物体的共鸣性与媒质在声音中的次要地位

在注解亚里士多德419b15–19时,辛普里丘阐明了青铜及中空物体共鸣良好的原因,解释了作为中介的空气和水为何不是声音的主导原因,并论述了关于坚硬之物相互击打以及击打空气的经文可作两重解释的根据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.134

" Ἀλλὰ χαλκὸς καὶ ὅσα λεῖα καὶ κοῖλα." Οὐ τὰ ἠχητικὰ ἁπλῶς, ἀλλὰ τὰ εὔηχα νῦν παραδίδωσιν· ἅπερ στερεά τε εἶναι δεῖ, ὡς καὶ τὸ τοῦ χαλκοῦ δηλοῖ παράδειγμα, καὶ λεῖα διὰ τὸ τὸν ἀπολαμβανόμενον μεταξὺ ἀέρα, κατὰ μίαν ἐπιφάνειαν προσπίπτοντα τῷ ἠχητικῷ, ἄθρυπτον τηρεῖσθαι καὶ ἐν ἑνὶ τῷ ὅλῳ τὴν ἐνέργειαν δέχεσθαι· τὰ δὲ κοῖλα διὰ τὸ πλεονάκις γίνεσθαι τὴν πληγὴν τοῦ ἐναπολαμβανομένου ἀέρος,1 διὰ τὴν τοῦ πλήξαντος ὀξεῖαν φορὰν μείναντός τε ἀθρύπτου καὶ σφοδρῶς κινηθέντος καὶ ἐνειλουμένου τε τοῖς κοίλοις καὶ πολλάκις αὐτὰ πλήσσοντος διὰ τὸ δυσδιεξόδευτον.

“而青铜以及一切光滑且中空的事物。” 他现在给出的不是单纯能发声的事物,而是共鸣良好的事物。这些事物必须是坚硬的,正如青铜的例子所表明的那样;也必须是光滑的,因为被封闭在中间的空气沿单一表面撞击发声体,保持不散解,并且作为整体统一地接收现实活动;而中空的事物[共鸣良好],是因为被截留的空气发生的击打更加频繁,这是由于击打者迅急的位移,空气保持不散解并剧烈运动,卷曲在中空部分中,由于难以脱逸而多次击打这些中空部分。

§2.135

"Ἔτι ἀκούεται ἐν ἀέρι καὶ ὕδατι, ἀλλ’ ἧττον." Τὸ μὲν ταῖς μήνιγξιν ἐναπειλημμένον τῆς ἀκοῆς ὄργανον ἀήρ, τὸ δὲ ἔξωθεν διαβιβαστικὸν τοῦ ἤχου σῶμα οὐ μόνον ἀὴρ ἀλλὰ καὶ ὕδωρ, εἰ καὶ ἧσσον ἀέρος ὡς καὶ παχυμερέστερον καὶ ὡς ἐμφράττον τοὺς τῆς ἀκοῆς πόρους. οὐκ ἔστι δὲ ψόφου κύριος ἀὴρ οὐδὲ τὸ ὕδωρ. ὡς γὰρ δεκτικὰ τὰ μέσα αἴτια τῷ ψόφῳ, οὐχ ὡς ποιητικά· κύρια δὲ ταῦτα. τὰ γὰρ δεκτικὰ ὑλικά, εἰ μὴ ἄρα ὅτι καὶ αὐτὸς ὁ ἀὴρ ὑπὸ μάστιγος ἢ ῥάβδου πλησσόμενος ψοφεῖ,2 ὅτε καὶ δύο ἀναδέχεται λόγους, τόν τε ὑφ’ οὗ ὁ ψόφος καὶ τὸν ἐν ᾧ, καὶ ἔστι κύριος ὡς ὑφ’ οὗ, ἀλλ’ οὐχ ὡς δεκτικός. ὡς δὲ περὶ δεκτικῶν εἴρηται τὸ μὴ εἶναι κύρια.

“此外,在空气中和水中皆可听见,但[在水中]较差。” 被包裹在耳膜中的听觉器官是空气,但从外部传导声音的物体不仅是空气而且也是水,即使水比空气差,因为它既由较粗大的微粒组成,又堵塞了听觉通道。但空气和水皆非声音的主导原因。因为中介只是作为接收者而非作为产生者构成声音的原因,而主导原因乃是后者;因为接收者属于质料性的——除非空气本身在被鞭子或棍棒击打时亦发出声音,此时它承担了双重解释,既作为声音因之产生的原因,又作为声音在其中存在的中介,并且作为因之产生者它是主导的,但作为接收者则不然。然而,说它们不是主导原因,乃是就它们作为接收者而言的。

§2.136

"Ἀλλὰ δεῖ στερεῶν γενέσθαι πληγὴν πρὸς ἄλληλα καὶ πρὸς τὸν ἀέρα." Διχῶς οἶμαι τὸ ῥητὸν νοητέον. καὶ γὰρ δύο στερεῶν πλησσόντων ἄλληλα καὶ τὸν μεταξὺ ἐν τῇ φορᾷ ἀπολαμβανόμενον ἀέρα, εἰ μέλλοι γίνεσθαι ἦχος, πληγῆναι ἀναγκαῖον3 καὶ ὑπομεῖναι καὶ μὴ διαχυθῆναι διὰ τὴν ταχυτῆτα καὶ σφοδρότητα τῆς πληγῆς, νικησάσης τῆς τοῦ ῥαπίζοντος κινήσεως τὴν τοῦ ἀέρος θρύψιν, ὡς ἐπὶ τῆς τῶν πεπληρωμένων ἐκπωμάτων ταχείας περιφορᾶς μὴ ἐκχεομένου τοῦ ἐν αὐτοῖς ὑγροῦ, καὶ τοῦ στομίου πολλάκις κάτω γινομένου, νικώσης τῆς ἐν τῇ περιφορᾷ ταχυτῆτος τὴν τοῦ ὑγροῦ ἔκχυσιν· καὶ ὡς αὐτὸς ἔφη ἐπὶ τυπτομένου σωροῦ, οἷον σίτου κειμένου καὶ ἄλλου τινὸς ὁμοίου ἢ φερομένου ὁρμαθοῦ ἄμμου ἢ σίτου, ἐὰν πρὸς τῷ σφοδρῷ καὶ τὸ ταχὺ ἡ τύψις σχῇ καὶ διὰ τοῦτο νικήσῃ τὸν σκορπισμὸν τῶν τέως ἐν ἀλλήλοις ὄντων ψαμμίων (σκορπίζει μὲν γὰρ αὐτὰ ἡ πληγή, ἡ δὲ σφοδρὰ καὶ ταχεῖα διὰ μὲν τὴν ταχυτῆτα φθάνει τὸν σκορπισμὸν καὶ ὡς ἑνὶ τῷ σωρῷ ἢ τῷ ὁρμαθῷ προσπίπτει, διὰ δὲ τὸ σφοδρὸν τὸν ἦχον ἀποδίδωσιν)· οὕτω τε οὖν τὸ προκείμενον νοητέον ῥητόν, ὡς ἅμα τῶν στερεῶν ἄλληλα καὶ τὸν μεταξὺ πλησσόντων ἀέρα, καὶ ἔτι ὡς ἰδίᾳ ποτὲ μὲν τῶν στερεῶν ἄλληλα πλησσόντων, ποτὲ δὲ τῶν στερεῶν τὸν ἀέρα, ὡς ἡ ὑπὸ τῆς μάστιγος τοῦ ἀέρος πληγὴ ὑπομείναντος καὶ μὴ διαχυθέντος· καὶ τὰ ἄλλα ὁμοίως τοῖς εἰρημένοις.

“然而必须有坚硬之物相互之间且对着空气产生击打。” 我认为这句话应当作两种理解。因为当两个坚硬之物在位移中撞击彼此以及被截留在其间的空气时,若要产生声音,由于击打的迅疾与猛烈,挥动者的运动压倒了空气的散解,[空气]必然被击打、持存而不致消散;正如在快速旋转注满液体的杯子时,由于旋转中的速度压倒了液体的倾出,即使杯口多次朝下,其中的液体也不会倾洒出来;又如他本人在谈到被击打的堆积物(例如堆放的麦子或类似之物,或者流动的沙流或麦流)时所说的那样,如果击打除了猛烈之外亦具备迅捷,并因此压倒了此前聚在一起的沙粒的散落(因为击打固然使它们散落,但猛烈而迅捷的击打凭借迅捷赶在散落之前,将堆积物或流束作为单一整体撞击,并凭借猛烈发出声音)。因此,眼前这句话一方面应当这样理解:坚硬之物撞击彼此的同时亦撞击中间的空气;另一方面也应理解为各自独立的两种情形:有时是坚硬之物相互撞击,有时则是坚硬之物撞击空气,如空气被鞭子击打而持存且不消散的情形;其余各点与前述相同。

语法注3 条
  1. 2.134τὰ δὲ κοῖλα διὰ τὸ πλεονάκις γίνεσθαι τὴν πληγὴν τοῦ ἐναπολαμβανομένου ἀέρος

    宾格短语 τὰ δὲ κοῖλα 省略了主句动词 παραδίδωσιν(他给出),并由表示原因的介词短语 διὰ τὸ... 所修饰,用以解释为何中空之物也是共鸣良好的事物。

  2. 2.135εἰ μὴ ἄρα ὅτι καὶ αὐτὸς ὁ ἀὴρ ὑπὸ μάστιγος ἢ ῥάβδου πλησσόμενος ψοφεῖ

    成语性表达 εἰ μὴ ἄρα ὅτι(除非……)引导对前述命题(接收性中介仅为质料性而非主导原因)的例外或限制,指出当空气本身被击打而充当声音发出者时的特殊情况。

  3. 2.136καὶ γὰρ δύο στερεῶν πλησσόντων ἄλληλα καὶ τὸν μεταξὺ ἐν τῇ φορᾷ ἀπολαμβανόμενον ἀέρα, εἰ μέλλοι γίνεσθαι ἦχος, πληγῆναι ἀναγκαῖον

    δύο στερεῶν πλησσόντων... 为独立属格结构,主句为无人称结构 ἀναγκαῖον [ἐστί]。接续的不定词 πληγῆναι、ὑπομεῖναι 和 μὴ διαχυθῆναι 的逻辑主语是在前述独立属格分句中作为宾语出现的“中间被截留的空气”(τὸν μεταξὺ ἀέρα)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:140.4-141.7