- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:138.26-140.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论灵魂》419a30–419b13,梳理了触觉、味觉、听觉和嗅觉的中介(空气、水、无名的透气味性媒介等),阐明了声音作为基底与作为可感觉者的双重现实活动,并论述了通过击打与位移产生声音的机制。
" Περὶ δὲ ἁφῆς καὶ γεύσεως ἔχει μὲν ὁμοίως." Καὶ γὰρ ἐπὶ τούτων μεταξύ τι εἶναι βούλεται, οὐ φαίνεσθαι δέ, ὅτι ἔνδοθεν οὐκ ἔξωθεν τὸ μέσον.
“关于触觉和味觉的情况亦相似。” 因为在这些情形中,他亦认为存在某种中介,但并不显著,这是因为中介来自内部而非外部。
"Τὸ δὲ μεταξὺ ψόφου μὲν ἀήρ." Ὡς ἐναργέστερον ἔχων τὸ διηχὲς ὁ ἀὴρ νῦν ἠξίωται μνήμης, ἐπεὶ καὶ τὸ ὕδωρ, εἰ καὶ ἧττον, διαβιβαστικὸν τοῦ ψόφου, ὡς ἐρεῖ.
“声音的中介则是空气。” 空气如今被认为值得一提,是因为它更清晰地具有透声性,因为水即使较差,如他将要说的,也是传导声音的。
"Ὀσμῆς δὲ ἀνώνυμον." Ὃ καλοῦσι τινὲς δίοσμον, τὸ τῆς ὀσμῆς διαβιβαστικόν, ἀνάλογον ὂν τῷ διαφανεῖ. ὡς γὰρ τοῦτο τῇ τοῦ φωτὸς καὶ τοῦ χρώματος καὶ ὅλως τῶν ὁρωμένων ἐνεργείᾳ εἰδοποιεῖται, οὕτως τὸ διηχὲς μὲν πρὸς τὴν τῶν ἤχων ὑποδοχήν, τὸ δὲ δίοσμον πρὸς τὴν τῶν ὀσμῶν ἐπιτήδειον· καὶ ἐν ἀέρι δὲ καὶ ἐν ὕδατι τὸ δίοσμον. ἐν δὲ τῷ ἀλλ’ ὁ μὲν ἄνθρωπος, εἰ καὶ μὴ ἀνταποδέδωκε πρὸς τὸν μέν, δῆλον ὅμως τὸ ἀνταποδοθησόμενον, τὸ τὰ δὲ μὴ ἀναπνέοντα.1 διὰ τί δὲ ταῦτα μὲν καὶ μὴ ἀναπνέοντα ὀσφραίνεται, τὰ δὲ ἀναπνέοντα οὐχί, ὕστερον ἐρεῖ τὴν αἰτίαν.
“气味的中介则是无名的。” 有人称之为“透气味性”的传导气味者,与透明体相似。因为正如透明体通过光、颜色以及一切可见者的现实活动而具象化,透声性同样适于接收声音,而透气味性则适于接收气味;并且透气味性存在于空气中,也存在于水中。而在“但人一方面”这一表述中,即使他没有对“一方面”给出相应的对应分句,但应当被对应补充的分句却是显然的,即“另一方面不呼吸者”。但为何后者不呼吸亦能嗅到气味,而呼吸者却不能,原因他将在后面说明。
"Νῦν δὲ περὶ ψόφου καὶ ἀκοῆς διορίσωμεν." Ἐπειδὴ μετὰ τὴν ὄψιν τελεωτέρα τῶν ἄλλων ἥδε πορρωτέρω ἐκτεινομένη. ἔστι δὲ διττὸς ὁ ψόφος· ὁ μὲν γὰρ ἐνεργείᾳ τις, ὁ δὲ δυνάμει. τὸ δὲ δυνάμει καὶ τὸ ἐνεργείᾳ ποτὲ μὲν πρὸς τὸ εἶναι τῶν ὑποκειμένων λέγεται, ποτὲ δὲ οὐχ ὡς ὄντων ἀλλ’ ὡς αἰσθητῶν.2 ὁ μὲν γὰρ ἤδη λευκὸς κηρός, ἐνεργείᾳ ὢν λευκός, δυνάμει ἐστὶν ἐνίοτε ὁρατός, ὁ δὲ ἔτι ξανθὸς καὶ λευκός ἐστι δυνάμει, ὁ δὲ καὶ ὢν λευκὸς καὶ ὁρώμενος κατ’ ἄμφω ἐστὶν ἐνεργείᾳ. οὕτω δὴ καὶ ψόφος ὁ μέν τις δυνάμει ἐστὶ καὶ αὐτὸ τοῦτο ψόφος, ὅταν ᾖ στερεὰ καὶ λεῖα τὰ ὑποκείμενα καὶ οἷα ψοφεῖν, ὡς ἐπὶ τῶν μὴ τοιούτων οὐδὲ δυνάμει· ὁ δὲ ἐνεργείᾳ ὁ ἤδη γινόμενος, κἂν μηδεὶς ἀκούῃ, ψόφος ὢν ἐνεργείᾳ, δυνάμει δὲ ὡς ἀκουστός, ὡς ὅταν γε ἐπακούηται, ἐνεργείᾳ ὢν καὶ αἰσθητός. καὶ περὶ τοῦ κατ’ ἄμφω ἐνεργείᾳ εἴρηται τὸ τοῦτο δέ ἐστιν αὐτοῦ μεταξὺ καὶ τῆς ἀκοῆς ἐμποιῆσαι ψόφον ἐνεργείᾳ.
“现在让我们来规定声音与听觉。” 因为在视觉之后,听觉比其余感觉更为完满,延伸得更远。声音有两重:一者是现实活动中的,另一者是潜能中的。而“潜能中”和“现实活动中”,有时是就基底的存在而言,有时则不是就作为存在者而言,而是就作为可感觉者而言。因为已经变白的蜡,在现实活动中是白色的,但有时仅在潜能上是可见的;而依然发黄的蜡,在潜能上是白色的;既是白色的又正在被看见的蜡,则在两方面皆处于现实活动中。声音同样如此:一者在潜能中是声音本身,这是当基底是坚硬、光滑且能发声的事物时(正如在非此类事物上甚至在潜能上也不是声音);而现实活动中的声音是已经发出的声音,即使无人在听,它在现实活动中已是声音,但作为可听者却是在潜能中,而当它确实被听到时,在现实活动中它亦是可感觉者。关于在两方面皆处于现实活动中的声音,已经说过:“而这是指在它与听觉之间产生现实活动中的声音”。
"Γίνεται δὲ ὁ κατ’ ἐνέργειαν ψόφος ἀεί τινος πρός τι καὶ ἔν τινι." Τινὸς μὲν τοῦ πλήττοντος, πρός τι δὲ τὸ πληττόμενον, ἔν τινι δὲ τῷ διηχεῖ3 τῷ τὴν ἐκ τῆς πληγῆς ἐνέργειαν δεχομένῳ καὶ διαβιβάζοντι, ὅταν καὶ ἄμφω στερεὰ ᾖ ἢ θάτερον τῶν προσπιπτόντων ἀλλήλοις, καὶ μᾶλλον ἐὰν καὶ λεία καὶ σφοδρὰ καὶ τραχεῖα γένηται ἡ πρόσπτωσις, καὶ τὸ μεταξὺ δέχεσθαι ἱκανὸν ᾖ καὶ διαβιβάζειν τὴν ἀποδεδομένην ἐξ αὐτῶν ἐνέργειαν· διὸ οὔτε ἐν κενῷ ἄν γένοιτο, ἐπειδὴ σῶμα εἶναι δεῖ τὸ διαβιβάζον, οὔτε ἐν τῷ μὴ διηχοῦντι.
“现实活动中的声音总是作为某物发出的、作用于某物的且在某物之中的。” “某物发出的”指击打者,“作用于某物”指被击打者,“在某物之中”指在接收并传导来自击打的现实活动的透声体之中,此时相互碰撞的二者皆为坚硬,或其一为坚硬,尤其是当碰撞变得平滑、猛烈且急促,并且中介足以接收并传导由它们所赋予的现实活动时。因此,声音既不可能在虚空中产生(因为传导者必须是物体),也不可能在非透声体中产生。
"Πληγὴ δ’ οὐ γίνεται ἄνευ φορᾶς." Δεῖ γὰρ τὸ πλῆσσον ἑτέρωθεν προσελθεῖν τε καὶ προσπταῖσαι τῷ πλησσομένῳ, ὡς εἶναι τοῦ μέλλοντος πλήσσειν καὶ πλήσσεσθαι μεταξύ τι σῶμα, ἐπειδὴ μὴ ἔστι τι κενόν· καὶ τοῦτό ἐστι τὸ ἐν ᾧ ὁ ψόφος, ὅταν ᾖ διηχὲς καὶ ἀθρόως ἐναποληφθὲν διὰ τὴν ταχυτῆτα τῆς φορᾶς ἄθρυπτον μείνῃ· τότε γὰρ δέχεται τὴν ἐκ τῆς πληγῆς ἐνέργειαν.
“然而没有位移就不会产生击打。” 因为击打者必须从别处靠近并撞击被击打者,以使得在将要击打者与将要被击打者之间存在某种物体,既然虚空并不存在;而这正是声音在其中产生的物体,只要它是透声的,并且由于位移的迅疾而骤然被截留且保持不散解;因为正是在那时,它接收了来自击打的现实活动。
- 2.130ἐν δὲ τῷ ἀλλ’ ὁ μὲν ἄνθρωπος, εἰ καὶ μὴ ἀνταποδέδωκε πρὸς τὸν μέν, δῆλον ὅμως τὸ ἀνταποδοθησόμενον, τὸ τὰ δὲ μὴ ἀναπνέοντα.
关于亚里士多德原文(419b1–2)中使用了小品词 μέν 却未显式给出相应的 δέ 从句(破格结构),辛普里丘通过同位语名词性短语(中性单数主格 τὸ …)补足了应当在意义上相对照的对立分句(“另一方面不呼吸者”,τὸ τὰ δὲ μὴ ἀναπνέοντα)。
- 2.131τὸ δὲ δυνάμει καὶ τὸ ἐνεργείᾳ ποτὲ μὲν πρὸς τὸ εἶναι τῶν ὑποκειμένων λέγεται, ποτὲ δὲ οὐχ ὡς ὄντων ἀλλ’ ὡς αἰσθητῶν.
由 ποτὲ μέν ... ποτὲ δέ 构成的并列对比结构。前者指基底本身的存在状态(πρὸς τὸ εἶναι τῶν ὑποκειμένων),后者指作为感觉对象的显现(οὐχ ὡς ὄντων ἀλλ’ ὡς αἰσθητῶν),从而明确区分了“潜能/现实活动”在存在论与认识论感觉层面的两重判定基准。
- 2.132Τινὸς μὲν τοῦ πλήττοντος, πρός τι δὲ τὸ πληττόμενον, ἔν τινι δὲ τῷ διηχεῖ
针对亚里士多德引文中的三个格与介词短语(属格 τινός、带宾格的 πρός τι、带与格的 ἔν τινι),辛普里丘分别以同位补充的名词短语进行了语法格的精准呼应(属格 τοῦ πλήττοντος、宾格 τὸ πληττόμενον、与格 τῷ διηχεῖ),从而清晰地界定了施动者、受动者和中介介质。
