← 辛普里丘

亚里士多德《论灵魂》注释

§13.1-14.13

灵魂统一定义的可能性与诸生命的部分性

辛普里丘注解了亚里士多德关于灵魂是否存在唯一定义的提问(402b5–402b8),阐明了属脱离形相本身或是无或是后起的原因。随后他探讨了生物体内的多种生命究竟是独立的灵魂还是部分的问题(402b9),论证了部分在种上的同一性与理路上的差异,并指出辨析困难根源于灵魂的居间本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15

" Εὐλαβητέον δὲ, ὅπως μὴ λανθάνῃ, πότερον εἷς ὁ λόγος αὐτῆς ἐστι, καθάπερ ζῴου." Εἰ μὲν γὰρ ὁμοειδεῖς πᾶσαι, εἷς ἔσται πάσης λόγος, ὥσπερ καὶ ἀνθρώπου καὶ ὡς αὐτὸς ἔφη ζῴου, εἰ δὲ ἀνομοειδεῖς, καθ’ ἕκαστον εἶδος ἕτερος ἀποδοθήσεται λόγος.

“但必须谨慎,以免忽视了它的定义是否是单一的,正如动物的定义一样。” 因为如果所有的灵魂都是同种的,那么一切灵魂的定义都将是单一的,正如人以及如他所说的动物一样;但如果是非同种的,则针对每一个形相将给出不同的定义。

§1.16

"Οἷον ἵππου κυνὸς ἀνθρώπου θεοῦ." Θεοῦ τοῦ οὐρανίου λέγων ζῴου. ἐπεὶ δὲ καὶ τῶν ἀνομοειδῶν ἑκάστου ὁ τοῦ γένους κατηγορεῖται λόγος, τὴν διαφορὰν ὑπογράφων τοῦ εἰδητικοῦ λόγου πρὸς τὸν τοῦ γένους ἐπάγει·

“比如马、狗、人、神。” 他说神,指的是属天的动物。既然属的定义亦述说每一个非同种的事物,他便在勾勒种相定义与属的定义之间的差异时补充道:

§1.17

"Τὸ δὲ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ἢ ὕστερον." Ἅπαν μὲν γὰρ εἰδικώτατον εἶδος οὐσίας αὐτοτελῆ δηλοῖ ὕπαρξιν καὶ καθ’ ἑαυτὴν οὐσιωμένην, κἂν ἔνυλον ᾖ, οὐκ οὐσιωμένον ἐκ τῆς ὕλης ἢ τοῦ συνθέτου, ἀλλ’ αὐτὸ οὐσιοῦν μὲν τὰ σύνθετα, τελειοῦν δὲ τὴν ὕλην εἰς ἐνέργειαν τὸ δεκτικὸν αὐτῆς ἄγον. τὸ δὲ γένος ὡς καθ’ αὑτὸ μὲν ἄνευ τῶν εἰδῶν ὑφεστὼς οὐδέν ἐστιν1 (ἀεὶ γὰρ μετά τινος εἴδους τοῦ οὐρανίου ἢ ἀνθρωπείου ἢ ἱππίου ἢ τινος ἄλλου) ἢ ὕστερον· τὸ γὰρ ἐν ἑκάστῳ εἴδει γένος μετὰ τὸ εἶδος, ἐπειδὴ τὸ μὲν εἶδος ἀμερίστως ἐστὶ τὸ ὅλον, τὸ δὲ γένος καθ’ ἕνα λόγον μερικὸν τῶν ἐν τῷ εἴδει περιεχομένων ὁρίζεται. διὸ ὡς μὲν καθ’ αὑτὸ ὑφεστὼς οὐδέν ἐστιν, ὡς δὲ μερικὸς λόγος ἐν τῷ εἴδει περιεχόμενος ὕστερος τοῦ εἴδους.

“而普遍的动物要么是无,要么是后起的。” 因为每一个最特异形相都昭示着实体的完全的、自为实体化的持存,即便它是质料性的,亦非由质料或复合体而被实体化,而是它自身实体化各复合体,并通过将质料的接受能力引向现实活动而使质料完满。但属作为脱离诸形相而自为自立者,是无(盖它始终伴随着某种天界的、人类的、马的或某种别的形相),或者是后起的;因为在各形相之内的属乃在形相之后,既然形相不可分割地是整体,而属则是依据包含在形相内的部分性理路之一而被规定的。因此,作为自为自立者,它是无;而作为包含在形相内的部分性理路,它后起于形相。

§1.18

"Ὁμοίως δὲ κἂν εἴ τι ἄλλο κοινὸν κατηγοροῖτο." Οὐ μόνον εἴ τι ἄλλο ὡς γένος κατηγοροῖτο ὡς τὸ φυτόν, ἀλλ’ ἔτι μᾶλλον καὶ εἴ τι ὡς ἐν προτέροις καὶ ὑστέροις κοινὸν ὑπάρχον· οὐδὲ γὰρ τὸ κοινὸν καθαρῶς ἐν τούτοις, ἀλλ’ ὅ τι ἄν φῇς, μετὰ ἐξαλλαγῆς.

“同样,如果述说了任何其他共通之物亦是如此。” 不仅在于若有任何其他事物作为属被述说,如植物,而且若有任何事物作为共通之物存在于在先者与在后者之中,则更是如此;盖在这些事物中并不纯粹地存在共通者,而是无论你说什么,都伴随着变异。

§1.19

"Ἔτι δὲ εἰ μὴ πολλαὶ ψυχαί, ἀλλὰ μόρια, πότερον δεῖ ζητεῖν πρότερον τὴν ὅλην ψυχὴν ἢ τὰ μόρια;" Εἰ μὴ πολλαὶ ψυχαί φησιν, τουτέστιν εἰ μὴ κατ’ εἶδος ἀλλήλων διαφέροιεν αἵ τε ἐν τοῖς διαφόροις καὶ ἐν ἑνὶ τῷ ἀνθρώπῳ, ἀλλὰ μόρια τὸ διάφορον οὐ κατ’ εἶδος ἔχοντα διὰ τὸ ἑνὸς εἶναι μόρια, ἀλλὰ κατὰ λόγους, ὡς τὸ κοῦφον καὶ φωτιστικὸν τοῦ πυρός. τοῦτο δὲ ἐπὶ μὲν ἑνὸς ζῴου εἴτε ἀνθρώπου εἴτε τινὸς ἄλλου ἀληθές, ἵνα μία ᾖ ἑνὸς ἑκάστου ἡ ψυχή. εἴτε οὖν μόρια εἴτε δυνάμεις τὰς πολλὰς ἐν ἑκάστῳ λεκτέον ζωάς, ὁμοειδεῖς μὲν κατὰ λόγον δὲ διαφερούσας ῥητέον. τὰς δὲ ἐν τοῖς ἀνομοειδέσι ζῴοις κατ’ εἶδος ἐξηλλαγμένας θετέον, ἵνα καὶ προηγουμένως τὸ κατ’ εἶδος αὐτῶν διάφορον ἐκ τῶν ψυχῶν ἐφήκῃ. ἐφ’ ὧν δ’ οὖν μόρια τὰ πολλά, προτίθεται ζητεῖν,2 πότερον τὸ ὅλον πρότερον ἢ τὰ μόρια θεωρητέον, καὶ ποῖα μὲν τῶν μορίων ἀληθῶς ἐστιν ἀλλήλων ἕτερα, ποῖα δὲ οὐχί. οἷον τὸ φυτικὸν μὲν ἕτερον τοῦ ὀρεκτικοῦ, τὸ δὲ θρεπτικὸν καὶ αὐξητικὸν καὶ γεννητικὸν οὐ πλείω, ἀλλ’ ἓν πάντα. χαλεπὸς δὲ ὁ περὶ τούτων διορισμός, διότι κατὰ ἀλήθειαν καὶ τῇ οὐσίᾳ μία καὶ πολλαὶ ἡ ψυχή, καὶ καθ’ ὅλην ἑαυτὴν καὶ καθ’ ἑκάστην ζωήν. καὶ γὰρ ἑκάστη μία καὶ πολλαί, μεριστή τέ πως καὶ ἀμέριστος διὰ τὴν μεσότητα, καὶ οὔτε τὸ ταὐτὸν εἰλικρινῶς δι’ ὅλης ἔχουσα ἑαυτῆς οὔτε τὸ ἕτερον διεσπασμένον ἢ ὅλως μεριστὸν παντελῶς. χαλεπὴ δὴ διὰ ταῦτα καὶ δυσδιάκριτος ἐπὶ τῶν μέσων ἡ τῶν ἀντικειμένων θέα διὰ τὴν πρὸς τὰ ἄκρα τῶν μεταξὺ κοινωνίαν.

“此外,如果不是多数灵魂,而是部分,是应当先探求整个灵魂,还是先探求诸部分?” 他说“如果不是多数灵魂”,意即如果在不同动物内以及在单一的人内的灵魂彼此在种上不相异,而“是部分”,由于它们是单一者的部分而在种上没有差异,只是依据理路而有差异,就像火的轻性与发光性一样。而这在单一动物上——无论是人还是某种别的动物——是真实的,以使每个个体的灵魂是唯一的。因此,无论必须将每个个体内的多种生命称为部分还是潜能,都必须说它们是同种的,只是依理路而异。但存在于非同种动物内的生命,则必须设定为在种上有所差异,从而使它们在种上的差异主要由灵魂产生。无论如何,在多数者为部分的那些情况下,他提出要探求是应当先考察整体还是诸部分,以及诸部分中哪些是真正彼此相异的,哪些则不是。例如,植物性部分与欲求性部分相异,但滋养的、生长的与生育的部分却不是多数,而全都是单一的。然而关于这些的界定是困难的,因为依照真理与实体,灵魂无论就其整体自身而言还是就每一生命而言,既是一又是多。盖每一生命亦是一和多,由于居间性而以某种方式既是可分的又是不可分的,既未在其全部自身中纯粹地保有同一性,亦未保有被撕裂的或完全作为整体可分的相异性。因而由于这些缘故,在居间者上,由于居间者与两极端的共有关系,对立特征的观照乃是困难且难以辨别的。

语法注2 条
  1. 1.17τὸ δὲ γένος ὡς καθ’ αὑτὸ μὲν ἄνευ τῶν εἰδῶν ὑφεστὼς οὐδέν ἐστιν

    分词 ὑφεστώς(ὑφίστημι 的完成体主动分词)虽与阳性单数主格同形,但此处是规则的缩合中性单数主格形式(由 -αός 缩合为 -ώς),与中性名词 τὸ γένος 一致;整个句子的语法主语是 τὸ γένος,谓语是 οὐδέν ἐστιν ἢ ὕστερον。

  2. 1.19ἐφ’ ὧν δ’ οὖν μόρια τὰ πολλά, προτίθεται ζητεῖν

    介词短语 ἐφ’ ὧν 使用了中性复数关系代名词,意为“在……的情况下”或“就……而言”,指代多种生命作为部分存在的那些情况。主句谓语动词 προτίθεται(他提出)支配不定式 ζητεῖν 作为直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:13.1-14.13