- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:137.23-138.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了亚里士多德关于火在黑暗与光中皆能被看见的论述(419a23),将其与微光之物作对比,并引用亚历山大关于视觉现实活动的辩护以规定感觉领会的本性,进而注疏了声音与气味同样通过中介产生作用(419a25–27)。
" Πῦρ δὲ ἐν ἀμφοῖν ὁρᾶται καὶ ἐν σκότει καὶ ἐν φωτί." Τὰ μὲν γὰρ ἀμυδρῶς ἔχοντα τὸ λαμπρὸν καὶ οὐχ οἷα φωτίζειν, ἐν μόνῳ σκότῳ τὸ δυνάμει διαφανὲς κινοῦντα οὐ τῷ φωτίζειν, ἀλλὰ τοσοῦτον ὡς ὁρᾶσθαι δι’ αὐτοῦ, ταύτῃ τῶν χρωμάτων πλεονεκτοῦντα τῷ ἄνευ φωτὸς κινεῖν τὸ διαφανές, διὰ δὲ τὸ ἀμυδρὸν τῆς λαμπρότητος οὐκέτι ἐν φωτὶ ὁρᾶται· οὐ τῶν λαμπρῶν οἶμαι μὴ ἐνεργούντων εἰς τὸ πεφωτισμένον διαφανές, ἀλλὰ τῆς ὄψεως διὰ τὸ ὑπὸ πλείονος φωτὸς ἐγγινόμενον πάθος οὐκέτι τὸ ἀμυδρὸν ἰσχυούσης ὁρᾶν.1 τὸ δὲ πῦρ διὰ τὴν μείζονα λαμπρότητα, ὡς καὶ φωτὸς εἶναι ἀποτελεστικήν, ἐν φωτὶ ὁρᾶται, εἴτε ἐν ἡμερινῷ καὶ ὅλως ἑτέρου ὄντος τοῦ φωτίζοντος, οὐ κωλυόμενον ἀπὸ συμμέτρου διαστήματος ὁρᾶσθαι, εἴτε ἐν τῷ ἀφ’ ἑαυτοῦ ἀποτελουμένῳ φωτί, ὡς ἐν νυκτὶ οἱ πλησίον ὄντες αὐτὸ θεῶνται, ἀλλὰ καὶ τοῦ φωτὸς αὐτοῦ ἀντιλαμβανόμενοι. πρὸς ὃ καὶ ἐπῆκται τὸ καὶ τοῦτο ἐξ ἀνάγκης, τὸ ἐν φωτὶ ὁρᾶσθαι, ὅταν δηλαδή (τοῦτο γὰρ προσθετέον) ἐν τῷ οἰκείῳ βλέπηται φωτί, ἐπειδὴ τοιοῦτον τὸ πῦρ, οἷον εἰς τὸ ἐνεργείᾳ διαφανὲς τὸ δυνάμει ἄγειν καὶ αὐτό. ὁρᾶται δὲ καὶ ἐν σκότει τοῖς πόρρωθεν οὖσιν ἐν νυκτὶ τὸ πῦρ. ἐπεὶ δὲ ἢ παρεῖναι δεῖ τὸ κινοῦν τῷ κινουμένῳ ἢ διακομίζεσθαι εἰς αὐτὸ τὴν τοῦ κινοῦντος ἐνέργειαν, οὐκ ἂν οὖν κενοῦ ὄντος τοῦ μεταξὺ τὸ μὲν κινοίη τὸ δὲ κινοῖτο, οὔτε μόνη ἡ ἐπιτηδειότης πρὸς τὸ παθεῖν ἀρκέσει. ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος τῷ Ἀριστοτέλει ὡς δοκοῦντι περὶ μόνων εἰρηκέναι τῶν ὁρατῶν,2 οὐκέτι δὲ καὶ περὶ τῆς ὁρατικῆς ἐνεργείας, περὶ ἧς προέκειτο λέγειν, καὶ ἀπολογεῖται ὑπὲρ αὐτοῦ ὡς εἰρηκότος κινεῖσθαι τὴν ὁρατικὴν δύναμιν ὑπὸ τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, καὶ † γινομένης ἐνεργείᾳ τοῦτο δ’ ἦν ὁρατόν· καὶ πρὸς τῷ τέλει δὲ τοῦ βιβλίου τούτου λέγειν αὐτὸν καθόλου περὶ πάσης αἰσθήσεως ὡς δεκτικῆς τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης. ταῦτα μὲν οὖν καλῶς· προσδιοριστέον δὲ ὅτι εἰ καὶ τῷ αἰσθητηρίῳ μετὰ πάθους ἡ ἐνέργεια, ἀλλ’ ἐν αὐτῇ τῇ αἰσθητικῇ ζωῇ κατ’ οἰκείαν ἐνέργειαν ἡ τῶν αἰσθητῶν ἀνάληψις, οὐκ ἔξωθεν δεχομένη, ἀλλὰ λόγων προβολῇ κατὰ τὰ εἴδη τῶν αἰσθητῶν ἱσταμένη, οὐ πασχούσῃ ὑπὸ τῶν αἰσθητῶν, ἀλλ’ ἐνεργούσῃ κατ’ αὐτὰ γνωστικῶς καὶ οὐχὶ ποιητικῶς.
“火在两者之中,在黑暗中和在光中皆能被看见。” 因为微弱地具有光辉且无法照亮的事物,仅在黑暗中推动潜能上的透明体,不是通过照亮,而是达到足以通过它被看见的程度,在这方面胜过颜色——即无需光即可推动透明体,但由于光辉的微弱,在光中便不再能被看见;我认为,这并非因为发亮之物不对受照亮的透明体发生作用,而是因为视觉由于较强的光所产生的受动,不再有力看见微弱之物。而火由于更大的光辉,甚至能够产生光,因而在光中被看见,无论是在白昼且总之当照亮者是另一物时,不妨碍在相称的距离处被看见,还是在由其自身所产生的光中,正如在夜间邻近者观看火本身,而且也感知到光本身。对此还补充了“这也是必然的”,即在光中被看见,这显然是指(因为必须加上这一点)在火特有的光中被看见之时,因为火能够由自身将潜能上的透明体引向完全态中的透明体。然而在夜间,对于远处的人而言,火在黑暗中亦能被看见。既然推动者要么必须临在于被推动者,要么推动者的现实活动必须传导至被推动者,因此若中间介质为虚空,便不可能一者推动而另一者被推动,单单对于受动的适宜性也是不够的。亚历山大注意到亚里士多德似乎仅谈论了可见事物,而不再谈论本来打算论述的视觉现实活动,并为他辩护道,亚里士多德已说过视觉能力受完全态中的透明体所推动,且当其在现实活动中生成时这即是可见的;并且在本书接近末尾处,他普遍地论及一切感觉,称其为不带质料地接收可感觉者。这些固然说得好;但必须进一步规定,即使对于感觉器官而言现实活动伴随着受动,但在感觉性生命本身之中,对可感觉者的领会乃是依照特有的现实活动进行的,并非从外部接收,而是通过概念的投射依照可感觉者的形式而确立,不受可感觉者所作用,而是依它们而在认识上活动,而非创制性地活动。
"Ὁ δ’ αὐτὸς λόγος καὶ περὶ ψόφου καὶ ὀσμῆς ἐστιν." Ὁ αὐτός, καθ’ ὅσον, ὡς εὐθὺς ἐπιφέρει, διὰ μέσου τινὸς ἔξωθεν κἀπὶ τούτων ἡ ἐνέργεια διαβιβάζεται.
“关于声音和气味的道理也是相同的。” 之所以相同,正如他随即补充的,是因为在这些情形中,现实活动亦是从外部通过某种中介传导的。
"Ἀλλ’ ὑπὸ μὲν ὀσμῆς καὶ ψόφου τὸ μεταξὺ κινεῖται, ὑπὸ δὲ τούτου τῶν αἰσθητηρίων ἑκάτερον." Εἴρηται ὅπως ὑπὸ τοῦ μεταξύ, ὡς οὐ καθ’ αὑτὸ κινοῦντος, ἀλλ’ ὡς διαβιβάζοντος τὴν ἀπὸ τοῦ αἰσθητοῦ ποίησιν. διὰ τί οὖν ἐπ’ αὐτῶν τῶν αἰσθητηρίων κειμένων τῶν αἰσθητῶν οὐκ αἰσθανόμεθα; διὰ τὸ ἀσύμμετρον ἴσως, ἢ καὶ ἐπειδὴ καὶ τοῦ δι’ οὗ δεῖ, ὡς καὶ τοῦ μοχλοῦ ἔν γε τῇ τοῦ λίθου ὑπὸ τῆς χειρὸς κινήσει.3
“然而中介被气味和声音所推动,而两个感觉器官中的每一者则被此中介所推动。” 关于如何被中介推动,已经说过,中介并非依自身推动,而是传导来自可感觉者的作用。那么,为何当可感觉者放置在感觉器官本身之上时,我们感知不到呢?或许是因为不相称,抑或因为还需要那借以[推动]的中介,正如手推动石头时亦需要杠杆一样。
- 2.125οὐ τῶν λαμπρῶν οἶμαι μὴ ἐνεργούντων εἰς τὸ πεφωτισμένον διαφανές, ἀλλὰ τῆς ὄψεως διὰ τὸ ὑπὸ πλείονος φωτὸς ἐγγινόμενον πάθος οὐκέτι τὸ ἀμυδρὸν ἰσχυούσης ὁρᾶν
两个独立属格结构(οὐ τῶν λαμπρῶν ... μὴ ἐνεργούντων 与 τῆς ὄψεως ... οὐκέτι ... ἰσχυούσης)通过 οὐ ... ἀλλά 形成对比,排除了关于微光之物在光中不可见的错误原因并给出了真正的原因。在后一个独立属格内部,介词短语 διὰ τὸ ... ἐγγινόμενον πάθος 作为原因修饰 ἰσχυούσης。
- 2.125ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος τῷ Ἀριστοτέλει ὡς δοκοῦντι περὶ μόνων εἰρηκέναι τῶν ὁρατῶν
ἐφιστάνει 在此意为“提出疑义/加以注意”,支配与格 τῷ Ἀριστοτέλει,而 ὡς 加上分词 δοκοῦντι 引出亚历山大所指出的亚里士多德文本中的表象缺陷。随后通过 ἀπολογεῖται ὑπὲρ αὐτοῦ ὡς εἰρηκότος ... 引出亚历山大为亚里士多德所作的辩护。
- 2.127ἢ καὶ ἐπειδὴ καὶ τοῦ δι’ οὗ δεῖ, ὡς καὶ τοῦ μοχλοῦ ἔν γε τῇ τοῦ λίθου ὑπὸ τῆς χειρὸς κινήσει
无人称动词 δεῖ 支配属格 τοῦ δι’ οὗ(“借以[进行者]/中介”)。在 ὡς 之后承前省略了 [δεῖ],支配属格 τοῦ μοχλοῦ(“杠杆”)。短语 ἔν γε τῇ τοῦ λίθου ὑπὸ τῆς χειρὸς κινήσει 与前节(§2.123)中手、杠杆与石头的比喻相呼应。
