← 辛普里丘

亚里士多德《论灵魂》注释

§136.18-137.22

透明介质对视觉的传导与虚空中的不可见性

注疏亚里士多德419a13–419a20,阐明作为中介的透明体如何连续连接颜色与视觉以传导作用,并论证若出现虚空,则颜色、介质与发光之物皆全然不可见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.123

" Ἀλλὰ τὸ μὲν χρῶμα κινεῖ τὸ διαφανές, οἷον τὸν ἀέρα, ὑπὸ τούτου δὲ συνεχοῦς ὄντος κινεῖται τὸ αἰσθητήριον." Κινεῖται μὲν ὑπὸ τοῦ χρώματος τὸ διαφανὲς ὡς μεταλαμβάνον τῆς ἀπ’ αὐτοῦ ἐνεργείας, καὶ κινεῖ τὸ αἰσθητήριον ὡς μεταδοτικὸν τῆς αὐτῆς ἐνεργείας, ἀλλ’ οὐχ ὡς καθ’ αὑτὸ ἄνευ τοῦ χρώματος ἐνεργοῦν καὶ κινοῦν τὴν ὄψιν, καθάπερ ὁ θερμανθεὶς σίδηρος καὶ μὴ παρόντος ἔτι τοῦ θερμάναντος πυρός, ἀλλ’ ὡς διαβιβάζον τὴν ἐνέργειαν τοῦ χρώματος καθάπερ ὁ μοχλὸς τὸν λίθον ὑπὸ τῆς χειρὸς κινούμενος. διὸ καὶ τὸ διαφανὲς ἀποστάντος τοῦ χρώματος οὐκέτι κατ’ ἐκεῖνο κινεῖ τὴν ὄψιν. εἰ δὲ καθ’ αὑτὸ ἐκίνει τὴν ὄψιν τὸ διαφανές, αὐτοῦ ἐχρῆν εἶναι τὴν αἴσθησιν ἀλλ’ οὐ τοῦ κεχρωσμένου. νῦν δὲ ἐκείνου καὶ τοῦ μεταξὺ διαστήματος ἀντιλαμβανόμεθα. καὶ σαφέστερόν μοι ταῦτα ἐν τῇ ἐπιτομῇ τῶν Θεοφράστου Φυσικῶν διώρισται. ἀλλὰ νῦν τὸ Ἀριστοτελικὸν ῥητὸν καθιστάντες, τὸ μὲν χρῶμά φαμεν κινεῖν τὸ διαφανὲς προσεχῶς, ὑπὸ τούτου δὲ συνεχοῦς ὄντος φησὶν οὐ τῇ ὄψει μόνον ἀλλὰ καὶ τῷ χρώματι,1 ἵνα διὰ τῆς συνεχείας τὴν προσεχῆ καθ’ ἑκάτερον πέρας δηλώσῃ κίνησιν. κινεῖται δὲ ὑπ’ αὐτοῦ τὸ αἰσθητήριον· οὐ μὴν τοῦ μεταξὺ ὡς πεφωτισμένου ἀντιλαμβανόμεθα, ὡς καθ’ αὑτὸ κινοῦντος, τὰ δὲ λαμπρὰ ἢ τὰ χρώματα δι’ αὐτοῦ ὁρῶμεν, οὐ καθ’ ἑαυτὸ κινοῦντος τὴν ὄψιν· ἀλλ’ οὕτως ὑπὸ τούτου ὡς συνεργοῦντος τῷ ὁρατῷ καὶ ὡς διαβιβάζοντος τὴν ἐνέργειαν ἐκείνου. καὶ ὅτε ἐπάγει μετὰ τὴν πρὸς Δημόκριτον ἀντίρρησιν ὑπ’ αὐτοῦ μὲν τοῦ ὁρωμένου χρώματος ἀδύνατον, λείπεται δὲ ὑπὸ τοῦ μεταξύ, προσυπακουστέον τὸ προσεχῶς, ἐπεὶ ὑπὸ χρώματος κινεῖται τὸ αἰσθητήριον τῷ διαφανεῖ ἐποχουμένην τὴν εἰς τὸ αἰσθητήριον ἐνδιδόντος ἐνέργειαν,2 χωριστῶς καὶ ἀμιγῶς τῷ μεταξὺ ἐποχουμένην. διὸ καὶ ἀθρόως πάρεστι καὶ ὁμοῦ ὅλη, καὶ αἱ τῶν διαφόρων χρωμάτων ἐν ταὐτῷ. ἀλλὰ διὰ τί ἀδύνατον τὸ αἰσθητικὸν ὑπ’ αὐτοῦ κινηθῆναι τοῦ ὁρωμένου χρώματος προσεχῶς; ἢ ὅτι φωτὸς δεῖ καὶ τῷ ὁρῶντι πρὸς τὴν τῶν χρωμάτων ἀντίληψιν, καὶ τῷ χρώματι πρὸς τὸ κινεῖν τὴν ὄψιν. ἐμπεριέχεσθαι οὖν ἄμφω δεῖ τῷ φωτί. διὸ καὶ μεταξὺ εἶναι τὸ ἐνεργείᾳ δεῖ διαφανές, ὡς ἑκάτερον ὑπ’ αὐτοῦ τελειοῦσθαι. ὅθεν οὐ πᾶν ἁπλῶς ἀπαγορεύει τὸ ὁρώμενον ἐπιτεθὲν τῇ ὄψει ὁρᾶσθαι, ἀλλὰ τὸ ἔχον χρῶμα· τὸ γὰρ λαμπρὸν βλέποιτο ἄν, εἰ μὴ διὰ τὸ ἀσύμμετρον ἐκπλήσσοι αὐτήν.

“然而颜色推动透明体,例如空气,而通过作为连续者的这一介质,感觉器官被推动。” 透明体作为分有源自颜色的现实活动而由颜色所推动,又作为能够传授同一现实活动而推动感觉器官,却并非作为无需颜色而自身活动并推动视觉之物——并不像被加热的铁即使在加热它的火已不在场时那样,而是作为传导颜色的现实活动,正如受手推动的杠杆[推动]石头一样。因此,一旦颜色离开,透明体便不再依颜色推动视觉。如果透明体是依自身推动视觉,那么感觉就应当是对它自身的感觉,而非对着色之物的感觉。然而事实上,我们知觉到的是后者以及中间的距离。关于这些问题,我在对泰奥弗拉斯托斯《物理学》的节略中已有更明确的界定。但现在为了厘清亚里士多德的原话,我们说颜色直接推动透明体,而他说“通过作为连续者的这一介质”,乃是指不仅对视觉而且对颜色亦是连续的,以便通过连续性来表明在两端界限上的直接运动。感觉器官由它所推动;然而我们并非把受照亮的中间物作为自身推动者来感知,而是通过它看见发亮之物或颜色,并不是它自身推动视觉;而是由它以此种方式推动,即作为可见者的协同者,并作为传导可见者现实活动者。而当他在对德谟克利特的驳斥之后加上“由所见颜色本身是不可能的,剩下的只能是由中间介质”时,必须在理解中补上“直接地”,因为感觉器官是被颜色所推动的,是颜色给出承载于透明体之上的、朝向感觉器官的现实活动,且是各自独立而不相混杂地承载于中间介质之上的。因此,它亦是一齐临在且整体同时临在,不同颜色的现实活动亦处于同一介质之中。然而,为什么感觉机能不可能由所见颜色本身直接推动呢?抑或因为看者感知颜色需要光,颜色推动视觉亦需要光?因此,两者都必须被光所包容。为此,现实活动中的透明体亦必须处于中间,以便二者皆由它所完成。所以,他并非断然禁止一切置于视觉之上的所见物被看见,而是禁止具有颜色之物;因为发亮之物若是未因过度强盛而震慑视觉,本是可以被看见的。

§2.124

"Κενοῦ δὲ γενομένου οὐχ ὅτι ἀκριβῶς, ἀλλ’ ὅλως οὐδὲν ὀφθήσεται.3" Τῶν τῷ κενῷ μεταξὺ διαλαμβανομένων δηλαδή, οὐχὶ τὸ κεχρωσμένον μόνον ἀλλ’ ὅλως οὐδέν. ἐπειδὴ γὰρ φῶς ἐστιν ἡ τοῦ διαφανοῦς ἐντελέχεια, οὐδ’ ἂν τὸ μεταξὺ ὁρῷτο· διαφανὲς γὰρ εἶναι δεῖ ἐνεργείᾳ τὸ μεταξὺ ὁρώμενον. ἀλλ’ οὐδὲ τὸ κεχρωσμένον, ὅτι μὴ ἔστι τὸ καταλάμπον τήν τε ὄψιν καὶ τὸ χρῶμα ἐντελεχείᾳ διαφανὲς κενοῦ ὄντος τοῦ μεταξύ. ἀλλ’ οὐδέ τι τῶν λαμπρῶν· καὶ γὰρ ἡ τούτων ἀφεστώτων ἐνέργεια τῷ μεταξὺ διαφανεῖ ὄντι ἢ δυνάμει ἢ ἐντελεχείᾳ διαβιβάζεται.

“而若出现虚空,不仅不能准确看见,而且完全看不到任何东西。” 显然,在被中间的虚空所隔开的事物中,不仅是着色之物,而且是完全没有任何东西[会被看见]。因为既然光是透明体的完全态,那么连中间介质也不会被看见;因为被看见的中间介质必须在现实活动中是透明体。而且着色之物也[不会被看见],因为当中间介质为虚空时,照亮视觉与颜色的、处于完全态中的透明体便不存在。不仅如此,连发亮之物也不会被看见;因为这些事物处于间隔时的现实活动,亦是由无论在潜能上还是在完全态上作为透明体的中间介质所传导的。

语法注3 条
  1. 2.123συνεχοῦς ὄντος φησὶν οὐ τῇ ὄψει μόνον ἀλλὰ καὶ τῷ χρώματι

    针对亚里士多德本文的分词从句“通过作为连续者的这一介质(ὑπὸ τούτου δὲ συνεχοῦς ὄντος)”,注疏者用两个与格(τῇ ὄψει, τῷ χρώματι)补充了其连续的对象,表明作为媒介的透明体同时与受动端(视觉)和能动端(颜色)两端直接相接(连续)。

  2. 2.123τῷ διαφανεῖ ἐποχουμένην τὴν εἰς τὸ αἰσθητήριον ἐνδιδόντος ἐνέργειαν

    现在分词 ἐνδιδόντος 是中性属格单数,修饰前面的施事成分 ὑπὸ χρώματος(χρῶμα 为中性),表颜色赋予动作;而 ἐποχουμένην 是阴性宾格单数分词,与宾语 τὴν ἐνέργειαν 一致,表示“承载于透明体之上的现实活动”。

  3. 2.124οὐχ ὅτι ἀκριβῶς, ἀλλ’ ὅλως οὐδὲν ὀφθήσεται

    成语句式 οὐχ ὅτι ... ἀλλ’ ὅλως 意为“不仅不……反而全然不…… / 谈不上精确,而是根本……”,旨在反驳德谟克利特关于在虚空中能精确视物的观点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:136.18-137.22