- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:135.8-136.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德418b31–419a9,辛普里丘分析了在黑暗中发亮却不发光的无名可见物,建立了可见性的层级(发光物、光、颜色),并阐明了颜色作为能够推动现实活动中透明体者的本质定义。
" Ἡ γὰρ αὐτὴ φύσις ὁτὲ μὲν σκότος ὁτὲ δὲ φῶς ἐστιν." Ἡ αὐτὴ μὲν φύσις ἡ τοῦ διαφανοῦς. ἔστι δὲ ὁτὲ μὲν σκότος ὁτὲ δὲ φῶς ὡς δεκτικὴ παρὰ μέρος ἑκατέρου.
“因为同一本性有时是黑暗,有时是光。” 同一本性即透明体的本性。它有时是黑暗,有时是光,乃是作为轮流接受二者之物。
"Οὐ πάντα δὲ ὁρατὰ ἐν φωτί." Τὰ γὰρ λαμπρὰ μέν, οὐχ οἷα δὲ καὶ φῶς ἐκπέμπειν, ἅπερ ἀνώνυμα ἔλεγεν, ἐν σκότει ὁρᾶται. ἀλλὰ πῶς μόνον τὸ οἰκεῖον ἑκάστου χρῶμα ἐν φωτὶ ὁρᾶσθαι λέγει; καίτοι καὶ τὸ διαφανὲς φωτισθὲν ὁρᾶται. ἢ τὸ διαφανὲς οὐχ ὡς ἐν ἄλλῳ ἄλλο ὁρᾶται τῷ φωτί, καθάπερ τὸ χρῶμα, κατ’ αὐτὸ δὲ τὸ φῶς ἐντελέχειαν ὂν τοῦ διαφανοῦς.1 εἰρηκὼς δὲ ὅπως καὶ τὸ διαφανὲς ὁρᾶται, ὅταν ᾖ ἐντελεχείᾳ διαφανές, καὶ ὅπως τὰ χρώματα, ἐφεξῆς καὶ τὰ ἐν σκότει ὁρώμενα παραδίδωσιν, οἷον τὰ πυρώδη, φησί, καὶ λάμποντα, οὐχ ὥστε φῶς ποιεῖν (οὐκέτι γὰρ ἂν ἐν σκότει ὁρῷτο), ἀλλ’ ὡς ἄνθρακες καὶ νέφη ἐρυθρὰ καὶ αἱ πυγολαμπίδες καὶ ὅσα ἄλλα ἄνευ τοῦ φῶς ἀφιέναι ἐν σκότει διαλάμπει. ὧν οὐδενὸς οὐδὲ τὸ οἰκεῖον ὁρᾶται χρῶμα, μόνον δὲ τὸ λαμπρόν, ἐπειδὴ καὶ τὸ τούτων χρῶμα ἐν φωτὶ ὁρᾶται, λάμπει δὲ ταῦτα ἄνευ φωτός.
“但并非所有事物都是在光中可见的。” 因为那些发亮、但不足以发射光的事物(他曾称之为无名之物),是在黑暗中被看见的。但他怎么说是各物固有的颜色仅在光中被看见呢?尽管透明体在受照亮时亦被看见。抑或是,透明体并不像颜色那样借助光而在另一物中作为另一物被看见,而是依光自身被看见,光即是透明体的完全态?在谈及透明体在现实态上是透明体时如何被看见,以及颜色如何[被看见]之后,他接下来亦传授了在黑暗中可见的事物:即如他所说,像火一样且发亮的事物,但不足以产生光(因为那样一来它就不会在黑暗中被看见了),而是如同燃煤、红云、萤火虫,以及其他一切不发射光而在黑暗中闪烁之物。这些事物中没有哪一个固有的颜色被看见,而仅仅是其明亮被看见,因为它们的颜色亦是在光中被看见的,而它们却无光而发亮。
"Δι’ ἣν μὲν οὖν αἰτίαν ταῦτα ὁρᾶται, ἄλλος λόγος." Αὐτὸς μὲν οὐ προστίθησι νῦν τὴν αἰτίαν, δήλη δέ· διὰ γὰρ τὸ προηγουμένως ὁρατὸν εἶναι τὸ φῶς καὶ τὸ τοῦ φωτὸς ἀποδοτικὸν λαμπρόν. τὸ μὲν οὖν οὕτω λαμπρὸν καὶ αὐτό ἐστιν ὁρατὸν καὶ διὰ τοῦ φωτὸς καὶ τῷ διαφανεῖ καὶ τοῖς ἐν φωτὶ ὁρωμένοις αἴτιον τοῦ ὁρᾶσθαι γίνεται· τὰ δὲ μὴ τοιαύτην ἔχοντα τὴν λαμπρότητα ὡς δυνατὴν ἀποδιδόναι φῶς ἄλλοις μὲν τοῦ ὁρᾶσθαι οὐ γίνεται αἴτια, αὐτὰ δὲ διὰ τὴν λαμπρότητα ὁρᾶται καὶ ἐν σκότει μόνῳ, διὰ τὸ ὑπὸ τοῦ φωτὸς καταλαμπόμενα τὴν οἰκείαν μὴ ἐκφαίνειν λαμπρότητα. ὡς προηγουμένως μὲν ὁρᾶσθαι τὸ καὶ φωτὸς αἴτιον λαμπρόν,2 δευτέρως δὲ τὸ φῶς καὶ τὰ ἐντελεχείᾳ διαφανῆ, καὶ τρίτως τὰ κεχρωσμένα· καὶ ταῦτα ὑπὸ τοῦ φωτὸς τελειούμενα κατὰ τὴν πρὸς αὐτὸ συγγένειαν, εἴτε φῶτα ἄττα καὶ τὰ χρώματα κατὰ Πλάτωνα ὄντα, εἴτε πέρατα τοῦ ὡρισμένου ὑπάρχοντα διαφανοῦς· ἐπὶ δὴ τούτοις ἄλλως τὰ ἐν σκότει ὁρώμενα, καὶ ἐπὶ πᾶσιν ἄλλον τρόπον αὐτὸ τὸ σκότος. συμπεραινόμενος δὲ τὰ περὶ χρώματος παραδεδομένα γράφει καὶ τάδε.
“至于这些事物由于何种原因被看见,那是另一个论题。” 他自己现在虽未附加其原因,但这很清楚:因为首要可见的是光,以及作为给予光的光辉之物。因此,如此发亮之物自身既是可见的,又通过光成为透明体以及光中可见之物被看见的原因;而那些不具有足以赋予光之亮度的物,虽不成为他物被看见的原因,但自身因其发亮而被看见,且仅在黑暗中被看见,因为它们在受到光的照耀时并不显现自身的明亮。因此,首要可见的是既发亮又是光之原因之物;第二是光以及现实态上的透明体;第三是着色之物——而且这些着色之物乃是依照与光的亲缘性由光所完成的,无论依柏拉图颜色亦是某种光,抑或是作为限定透明体的界限而存在;在这些之后,以另一种方式存在着在黑暗中可见之物;而在这一切之后,以另一种方式存在着黑暗本身。在总结关于颜色的传授时,他亦写下了如下的话。
"Τοῦτο γὰρ ἦν αὐτῷ τὸ χρώματι εἶναι τὸ κινητικῷ εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς.3" Ὡς ὁρατῷ δηλαδὴ ἀλλ’ οὐχ ὡς χρώματι, ἁπλῶς δὲ ὁρατῷ τῷ χρώματι· καὶ τοῦτο ὅταν καὶ αὐτὸ ὑπὸ φωτὸς τελειῶται, ἐπεὶ τὸ ἐν σκότει κείμενον τὸν ἔξωθεν πεφωτισμένον οὐ κινεῖ ἀέρα. τὸ δὲ φωτισθὲν κινεῖ οὐ παθητικῶς, ἀλλ’ ὡς καὶ τὸ φωτίζον κατ’ ἐνέργειαν. καὶ γὰρ τὸ χρῶμα τελειωθὲν τῷ φωτὶ ἐνεργεῖ καὶ αὐτὸ εἰς τὸ ἐνεργείᾳ διαφανὲς οὐ κατὰ πάθος ἀλλὰ κατ’ ἐντελέχειαν, οἷον φωτοειδῆ τινα ἐνδιδὸν αὐτῷ ἐνέργειαν. ἐνδίδωσι δὲ καθ’ αὑτὸ τελειωθὲν ὑπὸ τοῦ φωτὸς καὶ τελειωθέντι τῷ διαφανεῖ, ὡς διὰ μέσου τοῦ ἐνεργείᾳ διαφανοῦς τὴν ὄψιν ἀλλ’ οὐ πρώτως κινεῖν, διὰ τὸ συνεργεῖν καὶ τὸ διαφανὲς πρὸς τὴν τῆς ὄψεως κίνησιν ὑπὸ τοῦ ὁρωμένου χρώματος, καθάπερ καὶ ὁ μοχλὸς πρὸς τὴν τοῦ λίθου ὑπὸ τῆς χειρὸς κίνησιν. καὶ τούτου σημεῖον τὸ ἐπιτεθὲν αὐτῇ τῇ ὄψει τὸ κεχρωσμένον μὴ ὁρᾶσθαι, ὡς ἄνευ τοῦ διαφανοῦς μὴ οἷόν τε ὂν κινεῖν τὴν ὄψιν.
“因为这就是颜色之所以为颜色:能够推动现实活动中的透明体。” 显然是作为可见者,而非作为颜色,而是作为单纯可见者的颜色;并且这也发生在其自身亦由光完成之时,因为处于黑暗中的物并不推动外部受照亮的空气。而受照亮之物并不被动地推动,而是如同发光者那样依现实活动而推动。因为颜色由光完成之后,它自身亦对现实活动中的透明体施加作用,并非依据受动,而是依据完全态,犹如赋予它某种光样的现实活动。它作为自身由光所完成者,赋予已被完成的透明体,从而通过现实活动中的透明体这一中介来推动视觉,而非直接推动;因为透明体亦协同于视觉被所见颜色所推动,正如杠杆协同于石头被手所推动一样。此事的标志即是:着色之物直接放置在视觉本身之上时并不被看见,因为没有透明体,它便不可能推动视觉。
- 2.120ἢ τὸ διαφανὲς οὐχ ὡς ἐν ἄλλῳ ἄλλο ὁρᾶται τῷ φωτί, καθάπερ τὸ χρῶμα, κατ’ αὐτὸ δὲ τὸ φῶς ἐντελέχειαν ὂν τοῦ διαφανοῦς.
连词 ἤ 引出对前述疑难的解答。在后半句 κατ’ αὐτὸ δὲ τὸ φῶς 中省略了动词 ὁρᾶται,意为透明体不是像颜色那样在另一物中借由光被看见,而是依光自身被看见。其对立骨架为 οὐχ ὡς ἐν ἄλλῳ ἄλλο... κατ’ αὐτὸ δέ。
- 2.121ὡς προηγουμένως μὲν ὁρᾶσθαι τὸ καὶ φωτὸς αἴτιον λαμπρόν
连词 ὡς 带有不定式 ὁρᾶσθαι,引导一个结果或总结性分句,统领后续整个可见性等级序列(προηγουμένως μέν..., δευτέρως δέ..., καὶ τρίτως...)。宾格中性短语(τὸ... λαμπρόν, τὸ φῶς, τὰ κεχρωσμένα)充当该不定式的主语。
- 2.122Τοῦτο γὰρ ἦν αὐτῷ τὸ χρώματι εἶναι τὸ κινητικῷ εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς.
这是亚里士多德特有的本质定义句式(τὸ + 与格 + εἶναι)。主语是 τὸ χρώματι εἶναι(颜色之所以为颜色),谓语是 τὸ κινητικῷ εἶναι...(能够推动……),其中与格形容词 κινητικῷ 与前面的与格成分(αὐτῷ / χρώματι)在格上保持一致。
