- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:133.30-135.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德证明光非物体而是火等发光者的非物质性现实临在,辛普利丘驳斥了普罗克洛的孔隙说以及光的空间运动说,并论述黑暗并非物体的位移而是作为完满态之光的缺失。
" Ὅτι οὔτε πῦρ οὐθ’ ὅλως σῶμα.1" Οὐ περὶ τοῦ διαφανοῦς, ἀλλὰ περὶ τοῦ φωτὸς τοῦτο ἐπάγων καὶ πρὸς τὸν Τίμαιον ἀποτεινόμενος· παρ’ ᾧ ὅπως πυρὸς εἶδος λέγεται τὸ φῶς, καὶ ὅπως τὸ μεθημερινόν τε φῶς καὶ τὸ τῆς ὄψεως ῥεῦμα συμπαγὲς γενόμενον ἓν σῶμα συνίστασθαι λέγεται, ἐκ τῶν Ἰαμβλίχου ληπτέον εἰς τὸν Τίμαιον ὑπομνημάτων.
“[光]既非火,亦根本不是物体这一点。” 他加上这句话不是关于透明体的,而是关于光的,并且是针对《蒂迈欧篇》而发的;在其中,光如何被称为火的一种,以及白昼之光与视线流如何被说成凝固为一个物体,应当从扬布利柯的《蒂迈欧篇注》中去了解。
"Ἀλλὰ πυρὸς ἢ τοιούτου τινὸς παρουσία ἐν τῷ διαφανεῖ." Τὸ μὲν τοιούτου τινὸς κατὰ μόνον ἀκουστέον τὸ φωτιστικόν, τὴν δὲ παρουσίαν οὐ τοπικὴν ἀλλὰ τελειωτικὴν τοῦ δεχομένου κατὰ τὴν δραστήριον τοῦ φωτίζοντος ἐνέργειαν, οὐκ εἰς πάθος ἀποτελευτῶσαν ἀλλ’ εἰς ἐνέργειαν.
“而是火或某种诸如此类之物在透明体中的临在。” “某种诸如此类之物”应当仅就发光者而言来理解,而“临在”则不是空间性的,而是根据发光者的有效现实活动对接受者的完满性临在,它并不终止于受动,而是终止于现实活动。
"Οὐδὲ γὰρ δύο σώματα δυνατὸν ἅμα ἐν τῷ αὐτῷ εἶναι." Ὡμολογημένως τὰ ἔνυλα. πῶς οὖν ἐν τῷ ἀέρι τὸ πύρειον φῶς; οὐδὲ γὰρ κατακερματιζόμενα διὰ τῶν πόρων ἀλλήλων δίεισιν, ὡς ὁ Πρόκλος ὑποτίθεται, καὶ ὅτι καὶ ὅλος πεφωτισμένος ὁρᾶται ὁ ἀὴρ δι’ ὅλου ἑαυτοῦ, καὶ ὅτι οὐκ ἂν ἡ τοῦ φωτὸς ἐσώζετο πρὸς τὸ αἴτιον ἑαυτοῦ συνέχεια, καὶ ὅτι οὐ κατὰ πᾶν ἂν ἑαυτοῦ μόριον τὸ φωτίζον ἐνήργει παραποδιζόμενον ὑπὸ τοῦ ἀντιτυποῦντος, οὔτ’ ἂν ἡ ὅλη αὐτοῦ ὑφ’ ἡμῶν ἐβλέπετο ἐπιφάνεια,2 ἀθρόως καὶ τῶν ἡμετέρων, ὥς φασιν, ἀκτίνων διὰ τῶν πόρων τοῦ διαφανοῦς ἰουσῶν. τίς δ’ ἂν καὶ εἴη κατὰ φύσιν τοῦ φωτὸς κίνησις; σῶμα γὰρ ὂν ἕξει τινά. ἀλλ’ οὔτε ἡ κύκλῳ· μάλιστα γὰρ ἡ ἐπ’ εὐθείας αὐτῷ προσήκειν δοκεῖ· οὔτε μὴν ἡ ἐπ’ εὐθείας· ἐναντίαι γὰρ αἱ ἄνω καὶ αἱ κάτω καὶ οὐκ ἄμφω τῷ αὐτῷ, τὸ δὲ φῶς καὶ ἄνω καὶ κάτω καὶ εἰς τὰ πλάγια ὁμοίως. πῶς γὰρ ἂν καὶ ἄχρονός τις εἴη κίνησις; εἴη γὰρ ἂν θάττων καὶ τῆς τοῦ ὅλου οὐρανοῦ, ἐν τέτταρσιν ὥραις ἐκείνης τὴν ἑξάγωνον περιφερομένης, τοῦ δὲ ἀστρῴου φωτὸς ἅμα τῇ ἀνατολῇ ἀνεπαισθήτως, ὡς ἂν αὐτοὶ φαῖεν, ἐπεὶ κατὰ ἀλήθειαν, ἀθρόως πανταχοῦ ὄντος.
“因为两个物体不可能同时在同一个[地方]。” 公认是指有质料的物体。那么,火样的光又如何存在于空气中呢?因为它们并不是像普罗克洛所假设的那样,被粉碎并通过彼此的孔隙穿过;这既因为空气作为整体通过自身的全体被看见受照亮,亦因为光朝向自身原因的连续性无法被保全,而且发光者亦无法根据自身的每一个部分施行作用(因受到抗拒者的阻碍),我们亦无法看到它的整个表面(如果如他们所说,我们的光线亦一举穿过透明体的孔隙)。而且光又会有什么本性的运动呢?因为若是物体,它就会有某种运动。但既非圆周运动——因为直线运动似乎最适合于它——亦非直线运动,因为向上与向下的运动是相反的,两者不能属于同一个事物,而光则同样向上、向下和向侧面运行。再说,又怎能有某种无时间的运动呢?因为那将比整个天空的运动还要快;天空在四小时内绕行六边形的弧度,而星辰之光在升起时,如他们所说是不知不觉地、但依真理而言是一举出现在各处的。
"Δοκεῖ τε τὸ φῶς ἐναντίον εἶναι τῷ σκότει." Καὶ τοῦτο τείνει πρὸς τὸ τὴν φύσιν ἐμφῆναι τοῦ φωτὸς οὐ σωματικὴν οὖσαν, ἀλλ’ ἐν τελειότητι τὸ εἶναι ἔχουσαν. ἐν ἀπουσίᾳ μὲν γὰρ καὶ στερήσει ὁ σκότος, ἀλλ’ οὐ σώματος· οὔτε γὰρ ἐλάττονα κατέχει τόπον ὁ σκοτισθεὶς ἀὴρ οὔτε μανότερος γεγονὼς φαίνεται, οὔτ’ ἂν ἀθρόα ἐν τῇ καταδύσει τοῦ ἡλίου ἢ ἐν τῇ κατασβέσει τοῦ πυρὸς ἐγίνετο σώματος τοπικὴ μετάστασις· ἀλλ’ ὡς ὁ σκότος φωτός ἐστι στέρησις, ὃ δὴ ἕξιν καλεῖ ὡς τελειότητα τοῦ μετέχοντος, ἐν ἀπουσίᾳ τοῦ φωτίζοντος, οὕτω τὸ φῶς ἡ τούτου παρουσία ἐστί, παρουσία μὲν ἡ ἕξις καὶ τελειότης λεγομένη, τούτου δὲ τοῦ πυρὸς ἤ τινος τοιούτου3 (πρὸς γὰρ ἐκεῖνο ἀποδέδοται), διότι κατὰ τὴν δραστήριον αὐτοῦ πρόεισιν ἐνέργειαν. εἰπὼν δὲ τὸ φῶς οἷον χρῶμα εἶναι τοῦ διαφανοῦς, αὐτὸ καθ’ αὑτὸ ἄχρουν εἶναι λέγει τὸ διαφανές· οὕτω γὰρ ἂν καὶ δέχοιτο καλῶς τὸ ἐπίκτητον οἷον χρῶμα, οὐ παραποδίζοντος τοῦ οἰκείου τῷ ἐπεισιόντι. οὐ μόνον δὲ ἄχρουν, ἀλλὰ καὶ ἀόρατον ἢ μόλις ὁρώμενον εἶναι λέγει τὸ διαφανὲς χωρὶς φωτός, ὅτε καὶ σκοτεινὸν αὐτὸ φαμέν, ἀόρατον μὲν ὑπάρχον ὡς κατ’ ἐπιβολὴν οὐχ ὁρώμενον· ἐπεὶ δὲ ὅλως ὅτι σκότος ἡ ὄψις ἐστὶν ἡ κρίνουσα, ὥσπερ καὶ πᾶσα αἴσθησις τὴν στέρησιν τοῦ οἰκείου αἰσθητοῦ, οὐ τῷ ὁρᾶν τι τὸ σκότος ἡ ὄψις κρίνουσα, ἀλλ’ αὐτῷ τῷ μὴ ὁρᾶν ἐν τῷ πειρᾶσθαι ὁρᾶν συναισθανομένη αὐτοῦ, διὰ τοῦτο μόλις ὁρώμενον.4 καὶ τοῦτο ἴδιον τοῦ ἄνευ φωτὸς διαφανοῦς τὸ ὁπωσοῦν ὁρᾶσθαι, εἰ καὶ μὴ κατ’ ἐπιβολήν· ὡς τά γε χρώματα ἀόρατα μὲν καὶ αὐτὰ χωρὶς φωτός, ἀλλ’ οὐδὲ πειρωμένοις ὁρᾶν παρέχεται ὁποιανοῦν ἑαυτῶν συναίσθησιν.
“且光看来与黑暗相反。” 这一点亦旨在表明光的本性不是物体性的,而是在完满性中拥有其存在。因为黑暗固然在于不在和缺失,但不是物体的[不在或缺失];因为变暗的空气既不占据更小的空间,亦未显得变得更稀薄,在太阳下沉或火熄灭时,亦不可能发生物体一举的空间位移;相反,正如黑暗是发光者缺席时对光的缺失(他确实将光作为分有者的完满性而称为具备),同样,光乃是此物[火等]的临在;所谓临在即被称为具备和完满性,而属于此物,即火或某种诸如此类之物(因为它是对应于彼而言的),乃是因为它是依照其有效的现实活动生发出来的。在说过光可以说是透明体的颜色之后,他说透明体自身是无色的;因为只有这样,它才能很好地接受这外来的可以说宛如颜色的东西,而自身固有的东西不会妨碍外加之物。不仅是无色,而且他说透明体没有光就是不可见的或勉强可见的,彼时我们亦称之为黑暗;作为不可见而存在,乃是由于在定睛审视下不可见;但由于视觉完全就是判别那是黑暗的感觉,犹如一切感觉判别自身固有的感觉对象的缺失一样,视觉判别黑暗并非由于看见了某种东西,而是在试图看时由不看见本身感知到了它,因此乃是“勉强可见的”。而无光的透明体以某种方式被看见(即使不是在定睛审视下),乃是其所固有的;因为颜色本身在无光时亦是不可见的,但向试图看的人并不提供关于自身的任何感知。
- 2.115Ὅτι οὔτε πῦρ οὐθ’ ὅλως σῶμα
引文开头的 ὅτι 承接前文语脉,起到引出内容说明(“……这一点”)的作用,作为主句分词 ἐπάγων 的宾语从句引出。
- 2.117οὐδὲ γὰρ κατακερματιζόμενα διὰ τῶν πόρων ἀλλήλων δίεισιν, ὡς ὁ Πρόκλος ὑποτίθεται, καὶ ὅτι καὶ ὅλος πεφωτισμένος ὁρᾶται ὁ ἀὴρ δι’ ὅλου ἑαυτοῦ, καὶ ὅτι οὐκ ἂν ἡ τοῦ φωτὸς ἐσώζετο πρὸς τὸ αἴτιον ἑαυτοῦ συνέχεια, καὶ ὅτι οὐ κατὰ πᾶν ἂν ἑαυτοῦ μόριον τὸ φωτίζον ἐνήργει παραποδιζόμενον ὑπὸ τοῦ ἀντιτυποῦντος, οὔτ’ ἂν ἡ ὅλη αὐτοῦ ὑφ’ ἡμῶν ἐβλέπετο ἐπιφάνεια
在句首以 οὐδὲ γάρ... 否定普罗克洛的假说后,接续的数个 καὶ ὅτι 从句(以及末尾的 οὔτʼ ἄν 从句)并列陈述了驳斥该假说的一系列理由。
- 2.118ἀλλ’ ὡς ὁ σκότος φωτός ἐστι στέρησις, ὃ δὴ ἕξιν καλεῖ ὡς τελειότητα τοῦ μετέχοντος, ἐν ἀπουσίᾳ τοῦ φωτίζοντος, οὕτω τὸ φῶς ἡ τούτου παρουσία ἐστί, παρουσία μὲν ἡ ἕξις καὶ τελειότης λεγομένη, τούτου δὲ τοῦ πυρὸς ἤ τινος τοιούτου
相关结构 ὡς... οὕτω... 建立了黑暗与光之间的对称关系。关系代词 ὅ 先行词为中性的 φῶς,指光被称为“具备”(ἕξις)。后半句的 τουτου δὲ τοῦ πυρὸς... 则是对 τούτου παρουσία 中的属格代词 τούτου 的同位语具体阐释。
- 2.118ἐπεὶ δὲ ὅλως ὅτι σκότος ἡ ὄψις ἐστὶν ἡ κρίνουσα... διὰ τοῦτο μόλις ὁρώμενον
该句的句法骨架为 ἐπεὶ δὲ... διὰ τοῦτο μόλις ὁρώμενον[省略 ἐστί]。在 ἐπεί 从句内部,主谓结构为 ἡ ὄψις ἐστὶν ἡ κρίνουσα,而 ὅτι σκότος 则是作 κρίνουσα 的宾语从句(“判别那是黑暗”)。
