← 辛普里丘

亚里士多德《论灵魂》注释

§132.18-133.29

透明体的不可见性与作为缺失的黑暗

辛普里丘基于亚里士多德《论灵魂》418b4–11,讨论了非限定透明体就自身而言不可见的本性、作为透明体完满态的光、作为光的缺失的黑暗以及天体中光的恒常性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.111

" Διαφανὲς δὲ λέγω, ὃ ἔστι μὲν ὁρατόν, οὐ καθ’ αὑτὸ δὲ ὁρατόν." Ὁρᾶται μὲν τῷ φωτὶ οὐ τὸ διαφανὲς μόνον, ἀλλὰ καὶ τὸ κεχρωσμένον. ἡ διαφορὰ δὲ ὅτι τὸ μὲν ὡς πεφωτισμένον ὁρᾶται μόνον τὸ διαφανές, καθὸ διαφανές, τὸ δὲ καὶ ὡς κεχρωσμένον. διὸ τοῦτο μὲν καθ’ αὑτὸ ὁρατόν, ὡς ἐν οἰκείᾳ φύσει ἔχον τὸ χρῶμα, ὅπερ ἦν ἐν τῷ φωτὶ ὁρώμενον, τὸ δὲ διαφανὲς οὐ καθ’ αὑτό, διότι ἐπίκτητον αὐτῷ τὸ φῶς, ὅπερ ἦν μόνον ὡς ἐν διαφανεῖ ὁρώμενον.1 κἂν τὸ αὐτὸ γὰρ διαφαίνῃ καὶ κέχρωσται ὡς κέρας καὶ γύψος, ἀλλ’ ὡς διαφανῆ καὶ ταῦτα μόνως ὁρᾶται τῷ φωτί. ἀλλὰ τίς ἡ φύσις τοῦ διαφανοῦς; οἶδε μὲν ὁ Ἀριστοτέλης ἐν ἑτέροις καὶ τὸ ὡρισμένον διαφανές, ἐνταῦθα δὲ ὁ λόγος αὐτῷ περὶ τοῦ ἀορίστου διαφανοῦς, ὅπερ ἐστὶ τὸ ἐπικτήτως δι’ ὅλου ἑαυτοῦ ἢ καὶ ἀφ’ ἑαυτοῦ δεχόμενον τὸ φῶς καὶ οὕτω γινόμενον ὁρατόν. καὶ αὕτη ἡ τοῦ διαφανοῦς φύσις, ἡ πρὸς φωτὸς ὑποδοχὴν δι’ ὅλων τῶν ταύτῃ πεφυκότων ἐπιτηδειότης.

“而我所谓透明体,乃是可见的、但并非就自身而言可见之物。” 藉由光被看见的不仅是透明体,而且还有具色者。其区别在于,透明体就其为透明体而言,仅作为受照亮者被看见,而具色者则亦作为具色者被看见。因此,具色者乃是就自身而言可见的,因为它在自身的本性中拥有颜色,这正是此前在光中所见之物;而透明体则非就自身而言可见,因为光对它是外来的,这正是此前仅作为在透明体中所见之物。因为纵使同一事物既透光又具色,如角质与石膏,然而作为透明体,它们亦仅藉由光而被看见。但透明体的本性究竟是什么?亚里士多德在其他著作中固然亦知晓有限定的透明体,但此处他的论述是关于非限定的透明体,即外来地通过自身全体、乃至从自身接受光并从而成为可见者的那类事物。而这便是透明体的本性:凡具有此种天然禀赋者通过其全体对接受光的适合性。

§2.112

"Φῶς δέ ἐστιν ἡ τούτου ἐνέργεια τοῦ διαφανοῦς, ᾗ διαφανές." Οὕτως αὐτοῦ ὡς τελειωτική, ἀλλ’ οὐχ ὡς ἀπ’ αὐτοῦ πάντως προϊοῦσα. τὸ δὲ ᾗ διαφανές, ἐπειδὴ ὡς τοιούτου τελειότης τὸ φῶς.

“而光乃是此透明体就其为透明体而言的现实活动。” 所谓是它的现实活动,是在作为使其完满者这层意义上,而非作为必然从它自身生发出来者。“就其为透明体而言”,乃是因为光是〔它〕作为此种事物的完满态。

§2.113

"Δυνάμει δὲ ἐν ᾧ ἐστι, καὶ τὸ σκότος." Ἐν ᾧ τῶν διαφανῶν τὸ δυνάμει, ἐκεῖ καὶ τὸ σκότος, ἐπειδὴ καὶ τὸ οὐράνιον σῶμα διαφανὲς εἴρηταί τε καὶ ἔστιν, ὃ ἀεὶ ἐνεργείᾳ ἐστίν, ὡς ἐν αὑτῷ καὶ τὴν φωτὸς ποιητικὴν ἔχον αἰτίαν· ἅμα γὰρ φωτιστικόν τε καὶ διαφανὲς τὸ οὐράνιον. διὸ καὶ εἰ ὑπὸ τοῦ κώνου τῆς γῆς παραποδίζεται τι μόριον αὐτοῦ τῷ ἡλιακῷ καταλάμπεσθαι φωτί, ἀλλ’ οὔ τι γε ἐν σκότει2 διὰ τὸ οἰκεῖον φῶς. ἐν ᾧ δὲ τὸ δυνάμει ὡς ἐν ἀέρι, ἐν τούτῳ οὐ τὸ φῶς μόνον ἀλλὰ καὶ τὸ σκότος. εἰ μὲν οὖν στέρησις φωτὸς τὸ σκότος, οὐ κατὰ δύο δυνάμεις τὸ διαφανὲς ὁτὲ μὲν τῷ φωτὶ ὁτὲ δὲ τῷ σκότει ὑπέστρωται, ἀλλὰ κατὰ τὴν αὐτὴν τῷ μὲν τελειοῦσθαι τῷ φωτί, τῷ δὲ μὴ τῷ σκότει· εἰ δὲ μὴ στέρησις, ἀλλὰ καὶ αὐτὸ ἐνέργεια τῆς γῆς, οὐ τῷ ἀντιφράττειν ποιούσης τὸ σκότος, ἀλλὰ τῷ τινὰ ἰδιότητα ἐνδιδόναι ἐναντίαν τῷ φωτί, καθάπερ ἔχει τὸ ψυχρὸν πρὸς τὸ θερμὸν καὶ τὸ μέλαν πρὸς τὸ λευκόν, διτταὶ καὶ αἱ δυνάμεις ἀμφοῖν ἔσονται, ἡ μὲν κατὰ τὴν πρὸς τὸ φωτίζεσθαι, ἡ δὲ κατὰ τὴν πρὸς τὸ σκοτίζεσθαι ἐπιτηδειότητα· οὐ γὰρ ἐν ἀπουσίᾳ μόνῃ τοῦ φωτὸς τὸ σκότος, ἀλλὰ καὶ παρουσίας τινὸς δεήσει. ὁ δὲ Ἀριστοτέλης στέρησιν αὐτὸ τίθεται. κἂν γὰρ ἐναντίον αὐτὸ λέγῃ, οὐχ ὡς εἶδος εἴδει ἀντιτιθείς, ἀλλ’ ἵνα μὴ ὡς στέρησιν ἕξει, ὡς δὲ στέρησιν εἴδει ἀντιτιθῶμεν αὐτό.3 πῇ μὲν γὰρ ἄμφω εἰς ἄλληλα μεταβάλλει ἥ τε στέρησις καὶ τὸ εἶδος, πῇ δὲ ἀδύνατον ἡ ἀπὸ στερήσεως εἰς ἕξιν.

“而在[透明体]在潜能中所存在者之中,黑暗亦在。” 在诸透明体中凡潜能所在之处,黑暗亦在那里;因为天体亦被称为且确实是透明体,它始终处于现实活动中,因为它自身内亦拥有产生光的原因;盖天体既是发光的,又是透明的。因此,即使它的某个部分因地球的圆锥形阴影而受阻、无法被太阳之光所照射,但由于其自身固有的光,它决不在黑暗之中。然而在潜能所在之处,如在空气中,其中不仅有光,亦有黑暗。如果黑暗是光的缺失,那么透明体有时作为光的基底、有时作为黑暗的基底,并非依循两种潜能,而是依循同一种潜能:一方面因得到完满〔而作为〕光的〔基底〕,另一方面因未〔得到完满而作为〕黑暗的〔基底〕。但如果它并非缺失,而是自身亦为地球的一种现实活动,〔地球〕并不是藉由阻挡而产生黑暗,而是藉由赋予某种与光相反的特质而产生黑暗,犹如冷之于热、黑之于白那样,那么对应于两者的潜能亦将是双重的,一种依循适合于被照亮的特性,另一种依循适合于被变暗的特性;因为黑暗将不仅在于光的缺席,亦需要某种临在。然而亚里士多德将其定为缺失。因为即使他称其为相反者,亦非作为形相对形相相对立,而是为了让我们不将它作为缺失与具备相对立,而是作为缺失与形相对立。因为在某种意义上,缺失与形相二者可以相互转化,而在另一种意义上,从缺失向具备的[转化]是不可能的。

§2.114

"Τὸ δὲ φῶς οἷον χρῶμά ἐστι τοῦ διαφανοῦς." Διότι ὡς τὰ κεχρωσμένα κατὰ τὸ χρῶμα οὕτω τὰ διαφανῆ κατὰ τὸ φῶς ὁρᾶται. οὐ χρῶμα δὲ ὅμως, ἀλλ’ οἷον χρῶμα, διότι μὴ ὡς τὸ χρῶμα τοῖς κεχρωσμένοις συμφυές, οὕτω τοῖς διαφανέσι τὸ φῶς, ᾗ διαφανῆ, ὑπὸ δὲ πυρὸς ἢ τοῦ κρείττονος ἐγγίνεται σώματος. ὡς γὰρ ἐλέγομεν, οὐκ ἦν τοῦ διαφανοῦς ἐνέργεια ὡς ὑπ’ αὐτοῦ, ἀλλ’ ὡς τελειωτικὴ αὐτοῦ. τὸ δὲ οὐράνιον εἰ καὶ ἅμα φωτιστικόν τέ ἐστι καὶ διαφανές, ἀλλ’ ἕτερον αὐτῷ τὸ διαφανεῖ τε εἶναι καὶ φωτιστικῷ.

“而光可以说是透明体的颜色。” 因为正如具色者依颜色被看见,透明体亦依光而被看见。然而它终究不是颜色,而可以说是颜色,乃是因为光对于透明体就其为透明体而言,并不像颜色对于具色者那样是固有的,而是由火或更优越的物体所产生。因为正如我们曾经说过的,[光]并非作为由透明体[所产生]的那种透明体的现实活动,而是作为使其完满者的现实活动。天体纵使既是发光的又是透明的,但对于它而言,作为透明体与作为发光体终究是不同的。

语法注3 条
  1. 2.111ἐπίκτητον αὐτῷ τὸ φῶς, ὅπερ ἦν μόνον ὡς ἐν διαφανεῖ ὁρώμενον

    在 ὅπερ ἦν 小句中,未完成过去时 ἦν 属于哲学上的回顾性未完成过去时,指代前文已确立的界定。关系代词 ὅπερ 的先行词是 τὸ φῶς,用以补充说明谓语形容词 ἐπίκτητον。

  2. 2.113τῷ μὲν τελειοῦσθαι τῷ φωτί, τῷ δὲ μὴ τῷ σκότει

    名词化不定式与格短语 τῷ μὲν τελειοῦσθαι 与 τῷ δὲ μὴ [τελειοῦσθαι] 作方式或手段与格,具体阐明介词短语 κατὰ τὴν αὐτήν [δύναμιν] 的内容。在后者 τῷ δὲ μὴ 之后,承前省略了不定式 τελειοῦσθαι,需结合前项加以理解。

  3. 2.113ἀλλ’ ἵνα μὴ ὡς στέρησιν ἕξει, ὡς δὲ στέρησιν εἴδει ἀντιτιθῶμεν αὐτό

    由 ἵνα 引导的目的从句,其谓语为虚拟式动词 ἀντιτιθῶμεν(第一人称复数现在时)。对照结构体现在 ὡς στέρησιν ἕξει(作为缺失对具备)与 ὡς δὲ στέρησιν εἴδει(作为缺失对形相)的并列对比中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:132.18-133.29