- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:131.12-132.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明了亚里士多德在讨论颜色之前先探讨光的原因(418b3),确立了光作为透明体的现实活动与完满态的地位。他进一步论证,光既非物体亦非受动,亦不同于作为实体的生命,而是一种依附于光源、无受动地临在于透明体的无形体现实活动。
" Διὸ περὶ φωτὸς πρῶτον ληπτέον." Ἴσως μὲν γάρ, ὡς ἤδη ἔφαμεν, καὶ πᾶν τὸ ὁρώμενον ἢ φῶς ἐστι ἢ συγγενές ἐστι πρὸς τὸ φῶς. τὸ δ’ οὖν χρῶμα ἐν φωτὶ πάντως ὁρώμενον ἀναγκαῖον τὸν περὶ αὐτοῦ λόγον δείκνυσι τοῖς περὶ ὁρατοῦ τε καὶ ὄψεως μαθησομένοις. ἀλλ’ ἐπεὶ τὸ φῶς τοῦ διαφανοῦς ἐστι τελειότης, προληπτέον τί τὸ διαφανές. οὐ γάρ ἐστι τὸ φῶς, ὡς ἡ νόησις, ἐμμένουσα τῇ προαγούσῃ αὐτὴν οὐσίᾳ καὶ ἡ αὐτὴ οὖσα τῇ οὐσίᾳ· ἀλλ’ ἐνέργεια μὲν καὶ τὸ φῶς, οὔτε δὲ ἡ αὐτὴ τῷ ἐνεργοῦντι οὔτε μένουσα ἐν αὐτῷ, οὐ μὴν οὐδὲ ἀπεσπασμένη, ἀλλ’ ἅμα τε τοῦ προϊόντος αὐτὴ ἐχομένη καὶ ἑτέρῳ ἐνδιδομένη,1 οὐ κατὰ πάθος ἀλλὰ κατὰ ἀθρόαν τελειότητα, οἰκειότητος πανταχοῦ θεωρουμένης τῷ δεκτικῷ πρὸς τὸ ἐγγινόμενον, ὡς ἀφ’ ἑκατέρου τὸ λοιπὸν γνωρίζεσθαι. δυνάμει γοῦν ἐστι τὸ δεκτικὸν τοῦτο, ὅπερ ἐνεργείᾳ τὸ δεδεγμένον· ἐνέργεια δὲ καὶ ὅρος καὶ τελειότης ἡ καθ’ ἣν τὸ δεδεγμένον ὁρίζεται φύσις, τοῦτο μὲν ἐνεργείᾳ, δυνάμει δὲ τὸ δεκτικόν, οἷον ἡ ὑγίεια, καθ’ ἣν καὶ τὸ ὑγιαῖνον καὶ τὸ ὑγιασθῆναι δυνάμενον, τοῦτο μὲν ἀτελῶς ἐκεῖνο δὲ τελείως, ὡς καὶ τὸ δεκτικὸν καὶ τὸ δεδεγμένον τῇ ἐνδοθείσῃ ἐνεργείᾳ ὁρίζεσθαι. καὶ ἡ μὲν ἐπιστήμη ἀκολούθως τῇ φύσει ἐκ τοῦ ὅρου καὶ τὰ ἐνεργείᾳ ὁριζόμενα γινώσκει καὶ τὰ δεκτικὰ ὡς κατὰ ἀτελὲς αὐτοῦ ἴχνος χαρακτηριζόμενα· ὁ δὲ ζητῶν ἔτι ἀπὸ τῶν αἰτιατῶν καὶ ὡς πρὸς ἡμᾶς πρώτων ἐπὶ τὰ φύσει πρῶτα καὶ αἴτια ἀνιὼν καὶ ἐκ τῶν ἀτελῶν ἐπὶ τὰ τέλεια, ἀπὸ τούτων γνωρίζει τὴν τελειότητα. ἐκ δὴ τοῦ διαφανοῦς ὡς ὕλης ὑπεστρωμένου τῷ φωτὶ καὶ κατ’ αὐτὸ τελειουμένου, ὅτε καὶ ἐνεργείᾳ γίνεται διαφανές, ὁποῖον τὸ φῶς γινώσκομεν, ὅτι τῷ πεφωτισμένῳ ἀλλ’ οὐ τῷ εἴδει προηγουμένως προσβάλλει ἡ αἴσθησις.2 ἐρεῖ δὲ καὶ αὐτὸ τὸ εἶδος ἐναργέστατα· τί γὰρ ἂν εἴη φωτὸς ἐναργέστερον; ἡ μὲν οὖν ἁπλῆ τοῦ φωτὸς ἰδιότης καὶ τῇ νοήσει ἡμῶν κατὰ ἁπλῆν ἐπιβολὴν ἐκ τῆς αἰσθήσεως γίνεται γνώριμος· ὅτι δὲ ἀσώματον καὶ ὅτι οὐ πάθος ἀλλ’ ἐνέργεια, συλλογιζόμεθα, τὸ μὲν δι’ ὅλου τοῦ διαφανοῦς ἰὸν αὐτὸ ὁρῶντες, τὸ δὲ διὰ τὴν ἄχρονον ἀπουσίαν καὶ παρουσίαν.3 τὰ γὰρ πάθη ἐν χρόνῳ παραγίνεταί τε καὶ ἀπογίνεται, καὶ τὰ σώματα δι’ ἀλλήλων οὐ χωρεῖ τά γε ἔνυλα· ἔνυλον δέ, εἴπερ σῶμα, τὸ ἀπὸ τοῦ φωτὸς πῦρ, ἀλλὰ καὶ τὸ δεκτικὸν αὐτοῦ ὁ ἀήρ. ἆρα οὖν οὐσία ὡς ἡ ἀπὸ τῆς ψυχῆς τῷ σώματι ἐνδιδομένη ζωή; ἀλλ’ εἰ καὶ ἡ ζωὴ ἀθρόως ἐγγίνεταί τε καὶ αὐτὴ τῷ σώματι καὶ αὖ ἀπογίνεται, προηγεῖσθαι ὅμως ἀνάγκη τὴν διεξοδικὴν τοῦ συνθέτου γένεσιν, καὶ τῇ ἀπουσίᾳ ἕπεσθαι τὴν φθοράν. ἀλλὰ καὶ τῶν ἐναντίων δεκτικὴ ἡ ζωή· καὶ ἐναργῶς δὲ τὸ ζῷον οὐσία, ὥστε καὶ τὸ ὁριστικὸν αὐτοῦ εἶδος ἡ ζωή. οὔτε δὲ ὁ πεφωτισμένος ἀὴρ ὡς πεφωτισμένος οὐσία, καθάπερ οὐδὲ ὁ ἐπικτήτως θερμανθείς, οὐδὲ τῶν ἐναντίων ἢ αὐτὸς δεκτικὸς ἢ τὸ φῶς, οὐδὲ προηγεῖταί τις τῆς παρουσίας αὐτοῦ μεταβολὴ ἢ τῇ ἀπουσίᾳ ἐπακολουθεῖ. ἀλλ’ ἔστιν αὐτὸ τοῦτο ἐνέργεια, οὐχ ὡς ἐν ὑποκειμένῳ ἐγγινομένη τῷ διαφανεῖ, χωριστῶς δὲ αὐτῷ παροῦσα καὶ τελειοῦσα αὐτό, οὐδέποτε τοῦ προάγοντος αὐτὴν χωριζομένη, ἀλλ’ ἐκείνῳ ἐνιδρυμένη, καὶ ἐκείνου ἐχομένη. διὸ καὶ τούτῳ μὲν μεθισταμένῳ συμμεθίσταται, οὐκέτι δὲ τῷ δεχομένῳ ὁπωσοῦν μεταβαλλομένῳ συμμεταβάλλεται.
“因此首先应当把握关于光的学说。” 因为正如我们已经说过的,或许一切被看见之物要么是光,要么与光同类。无论如何,颜色全然在光中被看见这一事实表明,关于光的论述对于那些将要学习关于可见物与视觉的人而言是必要的。然而,既然光是透明体的完满态,就必须首先把握何为透明体。因为光并不像思维那样,留存在产生它的实体之中且与该实体同一;相反,光固然也是现实活动,但它既非与施动者同一,亦非留存在其内部,当然也非脱离它而割裂,而是既依附于发散出它的源头,又被赋予另一物,且并非依受动,而是依顿然的完满态,并在接受者与在其中生成之物之间处处可见亲和性,以致由二者中的任一方皆可知晓另一方。至少,接受者在潜能上正是已接受者在现实活动中所是之物;而已接受者据以被规定的本性,乃是现实活动、界限与完满态——这〔已接受者〕是在现实活动中,而接受者是在潜能中,例如健康,健康之物与能够恢复健康之物皆据之[被规定],后者是不完满地,而前者是完满地,从而使接受者与已接受者皆由被赋予的现实活动所规定。科学认识顺应本性,从界限出发既认识在现实活动中被规定者,亦认识作为依其不完满痕迹而被表征的接受者;但仍在探求者则从结果以及对我们而言在先者上升至本性上在先者与原因,并从未完满者上升至完满者,从这些出发来认识完满态。因此,正是从作为质料铺垫于光之下并藉光而得以完满的透明体出发——当它亦在现实活动中成为透明体时——我们认识到光是何种性质之物,因为感觉首要指向的是受照亮之物,而非形相本身。但他亦会最清晰地谈及这形相本身;盖有何物能比光更为清晰明了?故而光的单纯特质,亦由感觉通过单纯的直接把握而为我们的思维所知晓;至于它是无形体的,且不是受动而是现实活动,则是我们推论而得的:前者乃因我们见其穿行于透明体的全体,后者则是由于其无时间跨度的缺席与临在。因为受动是在时间中生起与消逝的,而物体——至少是有质料的物体——并不能相互穿透;源自于光的火若是物体,便是有质料的,而接受它的空气亦然。那么,它难道是一种实体,犹如从灵魂赋予身体的生命那样吗?然而,即便生命自身亦是顿然在身体中生起并再次消逝,但复合体的渐进生成必须在先,且消灭必须伴随其缺席。此外,生命亦能接受相反者;且动物显然是实体,从而作为其规定性形相的生命亦是实体。但受照亮的空气就其受照亮而言并非实体,正如外来受热者亦非实体那样;无论是它自身抑或光,皆不能接受相反者,亦无任何变化在其临在之前先行发生,或在其缺席之后随之而来。相反,它恰恰就是现实活动,不是作为存在于基底中而在透明体中生成,而是分离地临在于透明体并使之完满,且绝不与产生它的源头相脱离,而是植根于它并依附于它。因此,当此源头移动时,光亦随之移动,但当接受者发生任何变化时,光却不再随之发生变化。
- 2.110ἀλλ’ ἅμα τε τοῦ προϊόντος αὐτὴ ἐχομένη καὶ ἑτέρῳ ἐνδιδομένη
τοῦ προϊόντος 为现在分词属格的实体化用法,指发散出光的事物或发出源(与下文中的 τοῦ προάγοντος 同义)。动词 ἔχομαι 支配属格(意为“依附于”、“联结于”),从而表现出光的双重特征:既紧密依附于发散出它的源头(τοῦ προϊόντος ἐχομένη),同时又被赋予另一接受者(ἑτέρῳ ἐνδιδομένη)。
- 2.110ὅτι τῷ πεφωτισμένῳ ἀλλ’ οὐ τῷ εἴδει προηγουμένως προσβάλλει ἡ αἴσθησις
ὅτι 从句的句法功能。此处不应作为 γινώσκομεν 的宾语从句(“我们知道……”),而应理解为原因从句(“因为……”),用以说明为何必须从作为底层质料的透明体出发来认识光的性质。正因为感觉首要触及的是受照亮之物而非形相(光本身),所以认识必须从未完满的质料性接受者向上追溯。
- 2.110τὸ μὲν δι’ ὅλου τοῦ διαφανοῦς ἰὸν αὐτὸ ὁρῶντες, τὸ δὲ διὰ τὴν ἄχρονον ἀπουσίαν καὶ παρουσίαν
此处与前文两个 ὅτι 从句(即 ὅτι ἀσώματον“无形体”与 ὅτι οὐ πάθος ἀλλ’ ἐνέργεια“非受动而是现实活动”)构成清晰的对应关系。τὸ μέν 对应于前者无形体性(因为物体间不能互穿,而光能穿透透明体的全体),τὸ δέ 对应于后者现实活动性(因为受动需要在时间中发生,而光的临在与缺席是无时间跨度的)。两者共同作为分词和介词短语,构成主句动词 συλλογιζόμεθα 的推论依据。
