- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:130.5-131.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德“可见物是颜色”(418a29)之命题,辛普利丘阐明了着色之物与发光之物作为“自身可见者”的界定,并论证颜色对现实活动中透明体的推动并非通过质变或受动,而是通过形相的临在予以现实的完满。
" Τὸ γὰρ ὁρατόν ἐστι χρῶμα." Ἀντὶ τοῦ τὶ ὁρατὸν εἴρηται νῦν τὸ ὁρατόν. ἐπὶ δὲ αὐτοῦ σαφηνίζει πᾶν τὸ καθ’ αὑτὸ ὁρατόν. τοῦτο γάρ ἐστι, φησί, τὸ ἐπὶ τοῦ καθ’ αὑτὸ ὁρατοῦ. οὐ γὰρ τὸ χρῶμα ἢ ἡ λαμπρότης, ἀλλὰ τὸ κεχρωσμένον κατὰ τὸ χρῶμα καὶ τὸ λαμπρὸν κατὰ τὴν λαμπρότητα ὁρᾶται. καὶ ἔστιν ἑκάτερον τὸ κεχρωσμένον τε καὶ τὸ λαμπρὸν καθ’ αὑτὸ ὁρατόν, οὐ τῷ λόγῳ, διότι μήτε ἐν τῷ τοῦ κεχρωσμένου ὅρῳ τὸ ὁρατὸν ὡς οὐσιῶδες αὐτοῦ παραλαμβάνεται μήτε ἀνάπαλιν ὡς ἐπὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων,1 ἀλλ’ ὅτι ἐν αὑτῷ ἔχει τὸ αἴτιον τοῦ εἶναι ὁρατὸν πρὸς ἀντιδιαστολὴν τοῦ διαφανοῦς, τοῦ μὴ κατά τι ἑαυτῷ συμφυὲς ἀλλὰ κατὰ τὸ ἐπίκτητον ὁρωμένου φῶς. αἴτιον μὲν γὰρ εἰδητικὸν τοῦ ὁρᾶσθαι τῷ κεχρωσμένῳ τὸ χρῶμα οὐχ ὡς χρῶμα, ἀλλ’ ὡς κινητικὸν τοῦ διαφανοῦς, συμφυῶς δὲ αὐτῷ ὑπάρχον. αἴτιον δὲ καὶ τὸ φῶς τοῦ ὁρᾶσθαι τῷ ἀέρι, ἀλλὰ ποτὲ ἐπιγινόμενον καὶ αὖ ἀπογινόμενον μένοντος τοῦ ἀέρος. ἐφ’ οἷς τῶν καθ’ αὑτὰ ὁρατῶν τὰς διαφορὰς παραδιδοὺς περὶ χρώματος λέγει πρότερον ὁριζόμενος αὐτό, οὐχ ᾗ χρῶμα, ὡς ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν, ἀλλ’ ᾗ ὁρατὸν διαφερόντως τῶν ἄλλων ὁρατῶν ὡς κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, τοῦ περὶ αὐτὸ δηλαδή, ὅτε συμβαίνει καὶ αὐτὸ πεφωτίσθαι κατ’ ἐνέργειαν. διαφανὲς δέ ἐστι τὸ δι’ ὅλου ἑαυτοῦ ποτὲ μὲν ἀφώτιστον ὄν, ποτὲ δὲ παρουσίᾳ τοῦ φωτίζοντος φωτιζόμενον. καὶ τοῦτο κατ’ ἐνέργειαν διαφανές, δυνάμει δὲ πρὶν ἢ δέξασθαι τὸ φῶς. τὸ δὴ χρῶμα περιχυθὲν ὑπὸ τοῦ ἐνεργείᾳ διαφανοῦς καὶ τῷ φωτὶ καὶ αὐτὸ τελειωθὲν κινεῖ τὸ ἐνεργείᾳ διαφανές, οὐχ ὡς ἀλλοιοῦν αὐτὸ ἢ τρέπον ἢ πάθος ἐμποιοῦν. ἴδιον γὰρ τοῦτο τῶν παθητικῶν ποιοτήτων τὸ κατὰ τροπὴν καὶ πάθος ἐγγίνεσθαι τοῖς δεχομένοις· ὧν καὶ τὰ γινόμενα δεῖται πάντα, ἵνα πρὸς τὴν τῶν εἰδῶν ὑποδοχὴν ἀποτελεσθῇ ἐπιτήδεια, ἀποτελεσθέντα δὲ οὐ κατὰ πάθος ἔτι, ἀλλὰ κατὰ τὴν ἐνεργητικὴν παρουσίαν ὑπὸ τῶν εἰδῶν τελειοῦται·2 ὡς ἡ ζωὴ παραγίνεται τῷ σώματι, ὡς τὸ σχῆμα τῷ οἴκῳ, ὡς ἡ ὑγίεια, ὡς ἡ ἐπιστήμη τοῖς τούτων δεκτικοῖς, καθάπερ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως διακέκριται. ἵνα μὲν οὖν γένηται πρὸς καταδοχὴν φωτὸς ἐπιτήδειόν τι σῶμα, τῶν παθητικῶν δεῖται ποιοτήτων· γίνεται δέ, ὅτε καὶ ἀὴρ ἢ ὕδωρ ἢ ὕαλος γίνεται· ἤδη δὲ ὂν ἐπιτήδειον, εἰ παρείη τὸ φωτίζον, ἀπαθῶς καὶ κατ’ ἐνέργειαν τελειοῦται. αὐτὸ γὰρ τοῦτο ἐνέργειαι καὶ τελειότητές εἰσι τὰ εἴδη, ὡς αἵ γε ποιότητες αἱ παθητικαὶ οὐχ ἁπλῶς εἰσιν εἴδη, ἀλλὰ παθητικά, εἴπερ ἄρα, εἴδη, ὡς ἐν τῇ γενέσει συμπεφυρμένα καὶ ἐν τῇ μεταβολῇ ἀναφαινόμενα καὶ τοῦ ἀτελοῦς ἀνάπλεα· διὸ καὶ τῇ ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον μεταβολῇ συναναφαίνεται. ὅσα δὲ εἴδη καὶ τελειότητες, ταῦτα ἐπιγίνεται καὶ κατ’ ἐνέργειαν καὶ ἀθρόως. διόπερ οὐχ ὁρατὸν ἄνευ φωτός. πεφώτισται γὰρ τὸ κατ’ ἐνέργειαν διαφανές, οὗ κινητικὸν τὸ χρῶμα, ἀλλ’ οὐχὶ τοῦ δυνάμει διαφανοῦς. μὴ γὰρ φωτισθὲν μηδ’ ὑπὸ τοῦ κατ’ ἐνέργειαν περιεχόμενον διαφανοῦς οὐχ ὁρᾶται. εἴρηται δὲ καὶ ὅπως κινητικόν, ὅτι οὐ κατὰ πάθος καὶ τροπήν, ἀλλὰ κατ’ ἐνέργειαν καὶ τελειότητα καὶ εἰδητικὴν παρουσίαν, οὐκ οὐσιώδη, ὁποία ἡ τῆς ζωῆς, ἀλλὰ κατὰ τὴν ἀπὸ τῆς οὐσίας καὶ μετὰ τὴν οὐσίαν προϊοῦσαν ἐνέργειαν,3 ὁποῖαι αἵ τε διαθέσεις καὶ ἕξεις.
“因为可见物是颜色。” “可见物”在此处是用来代替“某种可见物”而言的。而就颜色而言,他阐明了一切自身可见者。他说,因为这是在自身可见者之上的东西。盖非颜色或明亮度本身,而是着色之物依颜色、明亮之物依明亮度而被看见。且着色之物与明亮之物二者各自皆是自身可见者,这并非依定义而言——因为在着色之物的定义中“可见物”既未作为其本质部分被采纳,反过来如在自身附性中的情况那样亦非如此——而是因为,与透明体(它不是依某种生来固有的东西,而是依外来的光而被看见的)相对照,它在自身之内具有作为可见者的原因。因为颜色是着色之物被看见的形相原因,不是作为颜色,而是作为透明体的推动者,且作为生来固有的东西属于它。光亦是空气被看见的原因,但它是在空气存留的同时,时而生起,时而消逝。在此基础上,他指明了自身可见者之间的诸种差异,并首先论述颜色,对它进行定义,并非如在《论感觉及其对象》中那样就其为颜色而言,而是就其作为有别于其他可见物的可见者而言,即作为现实活动中的透明体(即围绕在它周围的透明体)的推动者,当颜色自身亦恰好在现实活动中被照亮之时。透明体乃是就其自身全体而言,时而未受照亮,时而由于发光者的临在而受照亮者。这便是现实活动中的透明体,而在接受光之前则是潜能中的透明体。因此,颜色被现实活动中的透明体所环绕,且自身亦为光所完满,进而推动现实活动中的透明体,但并非作为使它发生质变、转变或产生受动者。因为依转变和受动而在接受者之中生起,乃是受动性质所特有的;一切生成之物亦皆需要这些受动性质,以便被造就成适合于接受诸形相,而一旦被造就适合之后,便不再依受动、而是依现实性的临在由诸形相予以完满。这正如生命临在于身体,形状临在于房屋,健康与知识临在于能接受它们的主体,正如在《物理学》第八卷中所区分的那样。因此,为了使某个身体适合于接纳光,它需要受动性质;当它成为空气、水或玻璃时,它便如此生成;但既然它已是适合的,若发光者临在,它便无受动地、并在现实活动中被完满。因为形相正是现实活动与完满态本身,而受动性质则并非单纯的形相,哪怕是形相,亦是受动的形相,因为它们混杂于生成之中,显现于变化之中,且充斥着未完满者;因此它们亦伴随着从未完满向完满的变化而显现。但凡是形相与完满态,皆是在现实活动中且顿然生起的。是以若无光便不可见。因为现实活动中的透明体已被照亮,而颜色正是此透明体的推动者,却非潜能中透明体的推动者。盖若未被照亮,亦未被现实活动中的透明体所包围,它便不能被看见。且它如何作为推动者亦已被述及:即并非依受动与转变,而是依现实活动、完满态及形相的临在——并非如生命那般的实体性临在,而是依照从实体生出且在实体之后的现实活动,正如素质与状态那样。
- 2.109οὐ τῷ λόγῳ, διότι μήτε ἐν τῷ τοῦ κεχρωσμένου ὅρῳ τὸ ὁρατὸν ὡς οὐσιῶδες αὐτοῦ παραλαμβάνεται μήτε ἀνάπαλιν ὡς ἐπὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων
对比句式:“并非依定义(οὐ τῷ λόγῳ)……而是因为自身具有原因(ἀλλ' ὅτι...)”。被否定的两种模式(在着色之物的定义中包含可见物作为本质部分,即第一种自身规定;以及反过来作为自身附性,即第二种自身规定)指向《后分析篇》卷一第四章关于“自身”(καθ' αὑτό)的标准定义。此处澄清“自身可见”并非指逻辑定义上的必然联系,而是指具有内在固有的原因而非外来原因。
- 2.109ὧν καὶ τὰ γινόμενα δεῖται πάντα, ἵνα πρὸς τὴν τῶν εἰδῶν ὑποδοχὴν ἀποτελεσθῇ ἐπιτήδεια, ἀποτελεσθέντα δὲ οὐ κατὰ πάθος ἔτι, ἀλλὰ κατὰ τὴν ἐνεργητικὴν παρουσίαν ὑπὸ τῶν εἰδῶν τελειοῦται
关系代词 ὧν(属格)的先行词是前文的 τῶν παθητικῶν ποιοτήτων,作动词 δεῖται 的宾语(“需要这些”)。整个句子的主语是 τὰ γινόμενα,分词 ἀποτελεσθέντα 与之同格(中性复数主格,表示“在被造就适合之后”),主要动词 τελειοῦται 则依中性复数主语取单数动词形式。
- 2.109οὐκ οὐσιώδη, ὁποία ἡ τῆς ζωῆς, ἀλλὰ κατὰ τὴν ἀπὸ τῆς οὐσίας καὶ μετὰ τὴν οὐσίαν προϊοῦσαν ἐνέργειαν
修饰前文宾格短语 εἰδητικὴν παρουσίαν 的同位及补充成分。否定部分使用了宾格形容词 οὐκ οὐσιώδη(“非实体性的临在”),肯定部分则非对称地采用了介词短语 ἀλλὰ κατὰ τὴν ... ἐνέργειαν(“而是依从实体生出的现实活动”),以此区分构成实体的根本形相(如生命)与在实体成立之后从其实体派生出的偶性活动或状态。
