- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:129.1-130.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论灵魂》卷二第七章(418a26)中将可见物界定为颜色和无名之物,辛普利丘根据与光的关系(仅在光中可见、仅在黑暗中可见、在两者中皆可见)对可见身体进行了详尽的分类,阐述了一切可见物与光的亲缘关系,并解释了为何该自身可见物缺乏专有名称。
" Ὁρατὸν δέ ἐστιν χρῶμά τε καὶ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν." Ἐπειδὴ σῶμα πάντως τὸ αἰσθητόν, δῆλον ὡς καὶ τὸ ὁρατόν. τὸ δὴ ὁρατὸν σῶμα ἢ ἐν ἑαυτῷ ἔχει τὸ καθ’ ὃ λέγεται ἰδίως ὁρατόν, ὃ καθ’ αὐτὸ λέγει ὁρατόν, ἢ ἐπικτήτως τὸ αἴτιον αὐτῷ τοῦ ὁρᾶσθαι δέχεται, ὡς ὁ ἀὴρ διὰ τὸ φῶς ὁρώμενος. καὶ τὸ ἐν αὑτῷ τὴν τοῦ ὁρᾶσθαι ἔχον αἰτίαν τὸ μὲν ἐν φωτὶ μόνως ὁρᾶται,1 ὡς τὰ χρώματα καὶ ὅσα οὕτως λαμπρά, ὡς ἱκανὰ τὸ μεταξὺ διαφανὲς κατ’ ἐνέργειαν τελειοῦν· τὸ δὲ μόνως ἐν σκότει, ὅσα τινὰ μὲν ἔχει λαμπρότητα, οὐχ οἵαν δὲ καὶ φῶς ἀποδιδόναι, ὡς λεπίδες τινῶν ἰχθύων καὶ μύκητες καὶ ξύλα ἔνια σηπόμενα καὶ κέρατα· τὸ δὲ καὶ ἐν φωτὶ καὶ ἐν σκότει, ὡς πῦρ ἐν σκότει μὲν ὁρώμενον, ὅταν μήτε ἀλλαχόθεν παρῇ φῶς, μήτε αὐτὸ ἱκανὸν ᾖ πάντα τὸν μεταξὺ φωτίζειν ἀέρα, ἐν δὲ φωτί, ὅταν τὸ διαφανὲς ὑπ’ αὐτοῦ γίνηται ἐνεργείᾳ διαφανές, ἢ καὶ ἐν ἡλιακῷ ὁρᾶται φωτί, κἂν μὴ συντελῇ τι αὐτὸ πρὸς τὸ ὁρᾶσθαι τὸ ἡλιακὸν φῶς. ἔσται οὖν πᾶν τὸ ὁρώμενον ἤδη ἢ κατὰ ἐπίκτητόν τινα ὁρώμενον τελειότητα ὡς τὰ κατ’ ἐνέργειαν διαφανῆ, ἢ συμφυὲς ἔχον τὸ ὁρώμενον· καὶ τοῦτο ἢ οὐκ αὔταρκες, ἀλλὰ φωτὸς πρὸς τὸ ἐνεργείᾳ ὁρᾶσθαι δεόμενον ὡς τὰ κεχρωσμένα, ἢ αὔταρκες ὡς πᾶν τὸ λαμπρὸν καὶ πυρῶδες. ἀλλὰ καὶ τούτου τὸ μὲν οἷον μὴ ἀποδιδόναι φῶς, τὸ δὲ οἷον ἀποδιδόναι, καὶ τούτου τὸ μὲν πρὸς τὸ πᾶν τὸ μεταξὺ τελειοῦν ἱκανόν, ὡς ὁ ἥλιος ἀπὸ ἴσης ἀεὶ διαστάσεως ὁρώμενος καὶ οὐκ ἀμυδρούμενός ποτε καθ’ αὑτόν, τὸ δὲ ὡς ποτὲ μὲν τελειοποιὸν τοῦ μεταξὺ πάντως διὰ τὸ μήτε ἠμυδρῶσθαι καὶ μικρὸν εἶναι τὸ μεταξύ, ὡς ἐν τῷ οἰκείῳ ὁρᾶσθαι φωτί, ποτὲ δὲ ἢ δι’ ἀμυδρότητα ἢ διὰ τὴν πόρρω θέσιν οὐ φωτίζον τὸ μεταξὺ πᾶν· διὸ αὐτὸ καὶ ἐν σκότει ὁρᾶται. ἔοικε δὴ πᾶν τὸ ὁρώμενον ἢ φῶς εἶναι ἢ συγγενῶς ἔχειν πρὸς τὸ φῶς, τὸ μὲν πῦρ καὶ ὁ ἥλιος διὰ τὸ γεννητικὸν τοῦ φωτός, καὶ πρὸς πᾶν δὲ τὸ λαμπρὸν τοῦ φωτὸς συγγένεια καὶ ἐκ τῆς αἰσθήσεως ἐναργής· ὡς εἰ ἐξ ὑποθέσεως ἐπιταθείη τὸ ἐν κέρασι καὶ τοῖς τοιούτοις λαμπρόν, κἂν αὐτὸ φῶς ἀποδοίη. ἤδη γοῦν ὤφθη ξύλον ἐν νυκτὶ σεληναῖον εἰς τὸ ὅλον οἴκημα ἀποδιδὸν φῶς. ἀλλὰ καὶ τὰ χρώματα ὡς φῶτά τινα κατὰ Πλάτωνα καὶ ὡς πέρατα τοῦ ἐν τοῖς στερεοῖς διαφανοῦς κατὰ Ἀριστοτέλην καὶ ὡς κινητικὰ τοῦ κατ’ ἐνέργειαν διαφανοῦς καὶ ὡς οὐκ ἄλλως ὁρώμενα ἢ τῷ καὶ αὐτὰ ὑπὸ τοῦ φωτὸς καταλάμπεσθαι δηλοῖ2 τὴν πρὸς τὸ φῶς αὐτῶν οἰκειότητά τε καὶ συγγένειαν. ἀλλ’ ἐπὶ τὴν λέξιν ἰτέον.
“可见物是颜色以及那可用定义加以述说、但恰好无名的事物。” 既然感觉对象完全是物体,显然可见物亦是如此。可见的物体要么自身具有据以被特称作可见者的根据(即他所谓的自身可见者),要么外来地接受其被看见的原因,如空气通过光而被看见。在自身具有被看见的原因的事物中,有一类仅在光中被看见,如颜色以及那些如此明亮以致足以将中介透明体在现实活动中带入完满的事物;另一类则仅在黑暗中被看见,即那些虽具有某种明亮度但不足以放出光芒的事物,如某些鱼的鳞片、真菌、某些腐烂的木块和角质物;还有一类既在光中亦在黑暗中被看见,如火在既无他处来光、其自身亦不足以照亮全部中介空气时是在黑暗中被看见,而在透明体由于火而成为现实活动的透明体时则在光中被看见,或者在日光中亦被看见,哪怕日光对于火之被看见并不起作用。因此,一切被看见的事物,要么是按照某种外来的完满性而被看见(如现实活动中的透明物),要么是具有生来固有的被看见之性质;而这生来固有者,要么是不自足的,需要光以便在现实活动中被看见(如着色之物),要么是自足的(如一切明亮与火性的事物)。但在这后者之中,亦有一类是不放出光的,另一类是放出光的;在放出光者之中,有一类足以使全部中介完满,如太阳,总是在相等的距离被看见且自身决不暗淡;另一类则有时由于未显暗淡且中介距离狭小而完全使中介完满,从而在其自身固有之光中被看见,有时则由于暗淡或由于位置遥远而不能照亮全部中介,因此它在黑暗中亦被看见。看来,一切被看见的事物要么是光,要么与光具有同族亲缘关系:火与太阳是由于能够产生光,而光与一切明亮之物的亲缘关系从感觉上来看亦是明晰的;因为假若在角质物及此类事物中的明亮度被强化,它自身亦会放出光来。无论如何,已曾有人见到木头在夜间向整个房屋发出月光般的光亮。此外,颜色根据柏拉图是某种光,根据亚里士多德是固体中透明体的极限,是现实活动的透明体的推动者,且除了自身亦被光照耀之外别无被看见的途径,这些都表明了颜色与光的亲缘和同族关系。但是必须进而探讨文句。
"Ὁρατὸν δέ ἐστι χρῶμά τε καὶ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν." Περιείληπται διὰ τούτων πᾶν τὸ καθ’ αὑτὸ ὁρατόν, ὁποῖον τό τε χρῶμα καὶ ὃ λέγει ἀνώνυμον. τὸ γὰρ λαμπρὸν καὶ πυρῶδες τοῦ φωτιστικοῦ ἐστι σημαντικόν, τοῦ δὲ ἐν σκότει μόνῳ φαινομένου τοῦ ἐν μύκησι καὶ λεπίσιν οὐκέτι. διὸ οὐκ ὠνόμασται πᾶν τὸ παρὰ τὸ χρῶμα ὁρατὸν καθ’ αὑτό, εἴτε μετὰ φωτὸς ἀεί, εἴτε ἐν μόνῳ σκότῳ, εἴτε καὶ ἐν φωτὶ καὶ ἐν σκότῳ.
“可见物是颜色以及那可用定义加以述说的事物。” 通过这些词句,一切自身可见者都被囊括其中,诸如颜色以及他称为无名者。因为“明亮的”与“火性的”所指称的是发光之物,而不再指称真菌和鱼鳞中仅在黑暗中显现之物。因此,在颜色之外一切自身可见者,无论始终伴随光,抑或仅在黑暗中,抑或既在光中又在黑暗中,都未获得一个统一的名称。
- 2.107καὶ τὸ ἐν αὑτῷ τὴν τοῦ ὁρᾶσθαι ἔχον αἰτίαν τὸ μὲν ἐν φωτὶ μόνως ὁρᾶται
句首的主格短语 καὶ τὸ ἐν αὑτῷ τὴν τοῦ ὁρᾶσθαι ἔχον αἰτίαν 是一个前置悬垂主格(nominativus pendens),用以统摄下文由 τὸ μὲν... τὸ δὲ... τὸ δὲ... 引导的三重划分分句。
- 2.107ἀλλὰ καὶ τὰ χρώματα ὡς φῶτά τινα κατὰ Πλάτωνα καὶ ὡς πέρατα τοῦ ἐν τοῖς στερεοῖς διαφανοῦς κατὰ Ἀριστοτέλην καὶ ὡς κινητικὰ τοῦ κατ’ ἐνέργειαν διαφανοῦς καὶ ὡς οὐκ ἄλλως ὁρώμενα ἢ τῷ καὶ αὐτὰ ὑπὸ τοῦ φωτὸς καταλάμπεσθαι δηλοῖ
句子的主语为中性复数名词短语 τὰ χρώματα,依据希腊语常规语法搭配单数动词 δηλοῖ。插入在主语与动词之间的四个由 ὡς 引导的平行短语,列举了颜色能够显明其与光的同族亲缘性的依据。
