← 辛普里丘

亚里士多德《论灵魂》注释

§11.25-12.36

灵魂的可分与不可分及种差与属差探讨

辛普里丘注解了亚里士多德关于灵魂是可分还是不可分、同种还是异种、种差还是属差的探求论题(402b1–402b3),论述了灵魂向不可分性的亲近倾向,反驳了从质料解释灵魂差异的学说,并评析了《蒂迈欧篇》将考察局限于人类灵魂的做法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11

" Σκεπτέον δὲ καὶ εἰ μεριστὴ ἢ ἀμερής." Μεριστὴ μὲν ἁπλῶς ἡ σωματικὴ οὐσία πᾶσα, ἄλλων ἀλλαχοῦ τῶν μορίων κειμένων· ἀμέριστος δὲ εἰλικρινῶς ἡ νοερά· πολὺ δὲ βάθος ἔχουσα καὶ ἡ μεταξὺ ἀμφοῖν οὐσία, ἐν ᾗ καὶ ἡ ψυχή. δηλοῖ δὲ τὴν μὲν εἰς τὸ μεριστὸν αὐτῆς ὑπόβασιν ἡ κατὰ ἀπόστασιν τοῦ γνωστοῦ ἀντίληψις καὶ ἡ ἀφ’ ἑτέρων εἰς ἕτερα μετάβασις καὶ ἡ κατὰ μέρος ἐπὶ τῶν ζητουμένων διέξοδος· τὴν δὲ τοῦ ἀμερίστου μέθεξιν ἡ κατὰ τὸ γνωστὸν τῆς γνώσεως στάσις (ἕνωσις γὰρ ἀμφοῖν ἥδε ἀμερής) καὶ ἡ καθ’ ὅρους ἀεὶ ἐν τῇ μεταβολῇ βάσις καὶ ἡ μετὰ τὴν κατὰ μέρος διέξοδον εἰς ἓν συναγωγή. ὁ δὲ Ἀριστοτέλης ὥσπερ πρὸς τῷ εἴδει, οὕτω καὶ πρὸς τῷ ἀμερίστῳ μᾶλλον τίθεται τὴν ψυχήν, τοῦτο μὲν ὡς οὐ μεριστήν, τοῦτο δὲ ὡς οὐ μόνον τῶν μεριστῶν, ἀλλὰ καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας ἐξῃρημένης τῆς λογικῆς ψυχῆς.1

“还必须考察它是可分的还是不可分的。” 一切物体的实体因其各个部分处于不同之处而都是单纯可分的;而理智的实体则是纯粹不可分的;介于两者之间的实体——灵魂亦居于其中——具有巨大的深广度。一方面,依照与被认识对象的间距而有的感知、从一事物向另一事物的过渡,以及在所探求事物中循序渐进的推展,彰显出它向可分者的下落;另一方面,认知在被认识对象处的停驻(盖此乃两者不可分的结合)、在变化中始终依限度而有的行进,以及在循序渐进的推展之后向单一者的总括,则彰显出它对不可分者的分有。但亚里士多德恰如将灵魂更偏向置于形相一样,亦将其更偏向置于不可分者,这部分是因为它不是可分的,部分是因为理性灵魂不仅超越于可分之物,而且亦超越于在肉体周围被分割的实体。

§1.12

"Καὶ πότερον ὁμοειδὴς ἅπασα ψυχὴ ἢ οὔ." Καὶ τοῦτο εἰς ζήτησιν προβάλλεται, εἰ ὁμοειδεῖς ἀλλήλαις αἱ ψυχαὶ πᾶσαι, ἡ φυτικὴ ἡ αἰσθητικὴ ἡ λογική. ὁμοειδῆ δὲ δηλαδὴ τὰ καθ’ ἓν τὸ εἰδικώτατον ὁριζόμενα εἶδος· τὰ γὰρ κατά τι κοινότερον ὁμογενῆ, οὐχ ὁμοειδῆ. ζητήσεως δὲ τὸ προκείμενον ἀξιοῦται διὰ τοὺς τὴν διαφορὰν ἐν τοῖς συνθέτοις ἀπὸ τῆς ὕλης, ἀλλὰ μὴ ἐκ τοῦ εἴδους εἰσάγοντας, ὡς ἐπὶ τῶν αὐλῶν, φασί, διάφοροι οἱ ἐκ τῶν ἔγγιον καὶ τῶν ἀπωτέρω τρήσεων ἀποδίδονται ἦχοι, ἑνὸς ὅμως ὄντος τοῦ ἐμφυσωμένου πνεύματος. ἀλλ’ οὐ κατ’ εἶδος οὐδὲ κατ’ οὐσίαν, φήσομεν, ἡ διαφορά. ὡς γὰρ τὸ μακρότερον καὶ βραχύτερον οὐ ποιεῖ κατ’ εἶδος ἐν τοῖς ἀνθρώποις ἐναλλαγήν, οὕτως οὐδὲ τὸ βαρύτερον καὶ ὀξύτερον τὸν αὐλητικὸν ἦχον κατ’ εἶδος ἐξαλλάττει, ἐπεὶ πᾶσα οὐσία καὶ τὸ εἶναι καὶ τὸ τοιάδε εἶναι κατά τι ἔχουσα εἶδος κατὰ τοῦτο ἂν καὶ τὴν πρὸς τὰς ἄλλας ἔχοι ἑτερότητα. καὶ γὰρ ἡ ἐν τοῖς ὀργάνοις καὶ ἡ ἐν ταῖς ὕλαις ἑτερότης ἢ ἐκ τῶν διαφόρων ἥκει εἰδῶν ἢ ἐκ τῶν ἐν τῷ ἑνὶ εἴδει διαφόρων λόγων. // ἕπεται δὲ τῷ ὁμοειδεῖς τὰς ψυχὰς ὑποτιθεμένῳ τὸ καὶ τὰς διαφόρους ἐν μιᾷ ψυχῇ δυνάμεις ὁμοειδεῖς ὑποτίθεσθαι, ὡς εἶναι κατ’ εἶδος ἐν ἡμῖν ἀδιάφορον τὴν φυτικήν τε καὶ αἰσθητικὴν καὶ λογικὴν καὶ ὅσαι ἄλλαι. / οὐ μὴν εἰ ἀνομοειδεῖς2 αἱ τῶν διαφόρων ζῴων οἷον ἡ ἵππου αἰσθητικὴ τῆς ἀνθρώπου (ἡ μὲν γὰρ ἄλογος ἡ δὲ λογική), ἤδη καὶ αἱ ἐν ἀνθρώπῳ πλείους δυνάμεις ἀνομοειδεῖς, ἡ αἰσθητικὴ φέρε καὶ ἡ δοξαστική· πᾶσαι γὰρ ἀνθρώπειαι καὶ καθ’ ἓν εἰδικώτατον τὸ ἀνθρώπειον χαρακτηρίζονται εἶδος, ἀλλὰ λόγοις διαφόροις· πολλοὶ γὰρ οἱ καθ’ ἕκαστον εἶδος λόγοι.

“以及一切灵魂是否同种,抑或并非如此。” 这也作为问题被提出以供探求:是否所有的灵魂——植物性的、感觉性的、理性的——彼此皆是同种的。所谓同种者,显然是由单一的最特异形相所规定的事物;盖依照某种更共通者而统一的事物乃是同属的,而非同种的。当前的论题被认为值得探求,乃是由于那些在复合体中将差异从质料而非从形相引入的人;他们说,正如在管乐器上,从较近和较远的孔穴中发出不同的声音,尽管被吹入的气息是唯一的。但我们要说,这种差异既非依形相亦非依实体。因为正如较高或较矮在人类中不引起形相上的改变,同样,音调的较低或较高亦不会在形相上改变管乐的声音,既然每一个实体都依据某种形相而具有存在以及具有如此般的存在,它亦必当依据此形相而具有相对于其他事物的相异性。盖器具中与质料中的相异性,要么来自不同的形相,要么来自单一形相中不同的理路。此外,对于设定灵魂同种的人而言,随之而来的结论是亦必须设定单一灵魂内不同的潜能是同种的,从而使得我们内部的植物性、感觉性、理性以及其他所有潜能,在形相上都是无差别的。然而,即便不同动物的潜能是非同种的——例如马的感觉潜能与人类的感觉潜能(盖一者是非理性的,另一者是理性的)——人类内部的多种潜能(假定为感觉潜能与形成意见的潜能)亦绝非由此便是非同种的;因为它们全都是属人的,且依照单一的最特异形相(即人的形相)被特征化,只是依据不同的理路而已;盖在每一个单一形相之下的理路乃是众多的。

§1.13

"Εἰ δὲ μὴ ὁμοειδής, πότερον εἴδει διαφέρουσα ἢ γένει." Κἂν γὰρ πᾶσαι ψυχαὶ καὶ ζωαί τινες, ἀλλὰ κατὰ τὸ πρότερον καὶ ὕστερον ἀλλήλων διαφέρουσαι οὐδ’ ἂν ὑφ’ ἓν τελοῖεν γένος·3 τοιαῦτα γὰρ τὰ ὁμοταγῆ, τὰ δὲ ὕστερα τοῖς πρώτοις ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν κοινωνεῖ.

“如果并非同种,是在种上不同还是在属上不同。” 因为纵使它们全都是灵魂且是某种生命,但依照先后秩序彼此相异的事物甚至不会归属于单一的属;盖同等地位的事物才是那样的,而后起的事物与在先的事物则是作为出于一者且趋向一者而具有共有关系的。

§1.14

"Νῦν μὲν γὰρ οἱ λέγοντες καὶ ζητοῦντες περὶ ψυχῆς περὶ τῆς ἀνθρώπου μόνον ἐοίκασιν ἐπισκοπεῖν." Εἰς τὸν Τίμαιον ἔοικεν ἀποτείνεσθαι, εἰς τὸν ἄνθρωπον ἐν τῇ φυσιολογίᾳ καὶ τὰς τούτου ζωὰς καταλήξαντα, ὡς αὐτὸς καὶ ἐπὶ τὰς τῶν ἄλλων ζῴων τε καὶ φυτῶν ψυχὰς διατείνειν τὴν θεωρίαν μέλλων. δοκεῖ δέ μοι καὶ ὁ Τίμαιος ἀφιέναι τὸν ἴδιον περὶ τῶν ἐν τοῖς ἄλλοις λόγον ὡς ἐκ παραδείγματος τοῦ δευτέρου καὶ τρίτου μέρους τῆς ἀνθρωπείας ἀξιῶν τὰς ἐν τοῖς ἄλλοις αἱρεῖν.

“因为现今那些谈论和探求灵魂的人,似乎仅对人的灵魂进行考察。” 他似乎是将言辞指向《蒂迈欧篇》,后者在自然哲学中止步于人及其生命,而他本人则打算将沉思扩展至其他动物与植物的灵魂。但在我看来,《蒂迈欧篇》亦是由于认为应当从人类灵魂的第二和第三部分这一范型中去把握其他事物中的灵魂,才略去了关于其他事物中灵魂的特有论述。

语法注3 条
  1. 1.11τοῦτο μὲν ὡς οὐ μεριστήν, τοῦτο δὲ ὡς οὐ μόνον τῶν μεριστῶν, ἀλλὰ καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας ἐξῃρημένης τῆς λογικῆς ψυχῆς

    相关词组 τοῦτο μέν ... τοῦτο δέ 用作副词性对举(“一方面/部分是因为……,另一方面/部分是因为……”),引导带有 ὡς 的原因表达。前半句承前省略宾格主语 ψυχήν(充当 μεριστήν 的主语),后半句则通过破格(anacoluthon)转入属格独立结构(ἐξῃρημένης τῆς λογικῆς ψυχῆς)。

  2. 1.12οὐ μὴν εἰ ἀνομοειδεῖς αἱ τῶν διαφόρων ζῴων οἷον ἡ ἵππου αἰσθητικὴ τῆς ἀνθρώπου (ἡ μὲν γὰρ ἄλογος ἡ δὲ λογική), ἤδη καὶ αἱ ἐν ἀνθρώπῳ πλείους δυνάμεις ἀνομοειδεῖς

    οὐ μήν 否定了由条件从句(εἰ...)通过 ἤδη καί 引出的推论。从句与主句中皆省略了系动词 εἰσίν,整个句式的结构是:“然而并不因为不同动物的潜能非同种,人类内部的多种潜能也就因而非同种”。

  3. 1.13κατὰ τὸ πρότερον καὶ ὕστερον ἀλλήλων διαφέρουσαι οὐδ’ ἂν ὑφ’ ἓν τελοῖεν γένος

    分词 διαφέρουσαι 带有限定条件(或让步)色彩,修饰带有 ἄν 的潜在祈愿语气主句(οὐδ’ ἂν ... τελοῖεν γένος)。在句法上表达了亚里士多德的著名命题:依先后秩序排列的事物不能归入单一的属。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:11.25-12.36