- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:127.25-128.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德418a20–418a23,阐明附带性感觉对象的定义及实体何以被称为感觉对象的偶性,继而论证固有感觉对象何以是本义上的感觉对象,详细阐发感觉的形式性与生命性认识机制,并解释何以从视觉开始探讨。
" Κατὰ συμβεβηκὸς δὲ λέγεται εἶναι αἰσθητά, "Ὅσα ὑπάρχει μὲν τοῖς αἰσθητοῖς, αὐτὰ δὲ ἢ οὐδ’ ὅλως ἐστὶν αἰσθητά, ὡς τὸ Διάρους εἶναι υἱὸν καὶ ἡ οὐσία τῶν πραγμάτων, ἢ οὔ τι γε τῇ νῦν ἐνεργούσῃ αἰσθήσει, ὡς τὸ γλυκὺ τοῦ μέλιτος τῇ ὄψει. ταῦτα κατὰ συμβεβηκός ἐστιν αἰσθητὰ ὡς ἐν τοῖς αἰσθητοῖς ὑπάρχοντα· ὥσπερ καὶ τὸν φαλακρὸν ἰατρεύειν φαμέν, διότι τῷ ἰατρῷ τὸ φαλακρῷ εἶναι ὑπάρχει. καὶ οὐ τὸ συμβεβηκὸς μόνον τῷ καθ’ αὑτὸ τοιῷδε, ἀλλὰ καὶ τὴν ὑποκειμένην οὐσίαν, ἄν μὴ καθὸ οὐσία ᾖ τοιαύτη, κατὰ συμβεβηκὸς λέγομεν· ὥσπερ καὶ τὸν δεσπότην ἄνθρωπον κατὰ συμβεβηκὸς καὶ τὸν ἀνδριαντοποιὸν λέγομεν, ὅτι οὐχ ᾗ ἄνθρωπος. οὕτως οὖν καὶ ἡ οὐσία κατὰ συμβεβηκὸς αἰσθητή, ὅτι οὐ καθὸ οὐσία. ἀλλὰ πῶς τῷ λευκῷ, οὗ αἰσθανόμεθα, συμβεβηκέναι ἡ οὐσία ῥηθείη ἂν εὐλόγως; τοὐναντίον γὰρ ἀληθές. ἢ καὶ ἀληθέστερόν γε τοῦτο. κατ’ αὐτὸ γὰρ τὸ εἶναι καὶ ὡς τοῦ εἶναι διὰ τῆς οὐσίας μεταλαγχάνον τὸ λευκὸν συμβέβηκεν αὐτῇ, ἡ δὲ οὐσία τῷ λευκῷ κατὰ τὸ αἰσθητόν,1 προηγουμένως καὶ καθ’ αὑτὸ ὄντι αἰσθητῷ, τῷ δὲ συνυπάρχειν τῷ λευκῷ καὶ αὐτὴ τοῦ αἰσθητοῦ παραπολαύουσα, οὐ γινομένη δευτέρως αἰσθητὴ ὡς τὰ κοινὰ αἰσθητά, ἀλλὰ διὰ τὸ συνυπάρχειν τῷ αἰσθητῷ τοῦ λόγου ἐγειρομένου εἰς τὴν δοξαστικὴν περὶ αὐτῆς γνῶσιν. οὕτω δὲ καὶ ὁ ἄνθρωπος συμβεβηκέναι τῷ δεσπότῃ ἐν Κατηγορίαις εἴρηται.
“被称为附带性的感觉对象,是那些”属于感觉对象,但它们自身或完全不是感觉对象(如是狄阿瑞斯之子以及诸事物的实体),或至少对于当下实现活动着的感觉而言并非感觉对象(如对于视觉而言蜜的甘甜)。这些东西是作为存在于感觉对象之中的事物而附带地成为感觉对象的;正如我们也说秃头者行医,是因为秃头属于医生。而且,不仅就自身如此之物的偶性而言,就连作为底层的实体,若非在其作为实体的限度内是如此的,我们也称之为附带性的;正如我们把主人附带地称为人、把雕塑家亦称为人一样,因为并不是在其作为人的限度内成为主人或雕塑家的。因此,实体亦是附带性的感觉对象,因为并不是在其作为实体的限度内成为感觉对象的。但是,实体怎么能合乎情理地被说成是附带于我们所感知的白色之物的呢?因为事实恰恰相反。或者毋宁说,这后者更为真实;因为白色就其自身之存在而言、以及作为通过实体而分享存在之物而言,是附带于实体的,而实体之于白色则是在感觉对象的角度上[附带的],因为白色是首要地且自身性地作为感觉对象,而实体由于与白色共存,自身亦分享了感觉对象的特性,这并非像共同感觉对象那样次要地成为可感知的,而是由于与感觉对象共存,使得理性被唤起而达到关于它〔实体〕的意见性认识。在《范畴篇》中也正是这样说“人”附带于“主人”的。
"Διὸ καὶ οὐδὲν πάσχει ᾗ τοιοῦτον ὑπὸ τοῦ αἰσθητοῦ." Οὐδὲν πάσχει τὸ αἰσθανόμενον ὑπὸ τοῦ λευκοῦ, ᾗ ὁ λευκὸς Διάρους ἐστὶν υἱός, ὅτι οὐδὲ δευτέρως οὐδὲ ὅλως τὸ Διάρους εἶναι υἱὸν καθ’ αὑτὸ αἰσθητόν. εἰ δὲ πρώτως καθ’ αὑτὰ αἰσθητὰ τὰ ἴδια (τὰ γὰρ κοινὰ εἰ καὶ καθ’ αὑτά, ἀλλὰ δευτέρως, καὶ αἴτια τὰ ἴδια τοῖς κοινοῖς τοῦ εἶναι αἰσθητοῖς), κυρίως ἂν εἴη αἰσθητὰ τὰ ἴδια· καὶ δι’ ὅ, αὐτὸς προστίθησιν, ὅτι ἡ ἑκάστης αἰσθήσεως οὐσία πέφυκε πρὸς ταῦτα. πέφυκε μὲν γὰρ καὶ πρὸς τὰ κοινά, ἀλλ’ οὐχ ὡς ἑκάστη, κατὰ δὲ κοινοτέραν οὐσίαν· ὡς δὲ αὐτὴ καὶ κατὰ τὴν ἴδιον ἑαυτῆς οὐσίαν πρὸς τὰ ἴδια. διὸ καὶ ἀναγκαίως εἰς τὴν ἑκάστης οἰκείαν οὐσίαν οὐκ ἐκ τῶν κοινῶν, ἀλλ’ ἐκ τῶν ἰδίων εἰς τὴν ἑκάστης ἀναπεμπόμεθα οὐσίαν, ὅτι πρὸς ταῦτα καθ’ αὑτὴν πέφυκεν. οὐ γὰρ πρὸς μέγεθος ὡς ὄψις, ἀλλὰ πρὸς χρῶμα, ἐνεργείᾳ μὲν κατὰ τὸ εἶδος αὐτοῦ ἐν τῷ ὁρᾶν ἱσταμένη, πρὶν δὲ τῷ δύνασθαι χαρακτηριζομένη, οὔτε ἀφ’ ἑαυτῆς μόνης καὶ ἔνδοθεν τελειουμένη, οὔτε ἔξωθεν μόνον ὑπὸ τοῦ αἰσθητοῦ, ἀλλ’ ὑπὸ μὲν τούτου πάσχοντος τοῦ αἰσθητηρίου ὅμοιον τῷ δρῶντι πάθος, ζωτικῶς δὲ τοῦ αἰσθητηρίου πάσχοντος καὶ τοῦ πάθους εἰς εἰδητικὴν ἐνέργειαν ἀποτελευτῶντος, κατὰ προβολὴν λόγων γνωριζούσης τῆς αἰσθητικῆς ψυχῆς τὸ αἰσθητὸν καὶ κατὰ τὸ εἶδος αὐτοῦ ἱσταμένης.2 ἐπεὶ δ’ οὖν καὶ ἡ τελειότης ἑκάστης αἰσθήσεως καὶ ἡ δύναμις κατ’ αὐτὸ τὸ τοῦ αἰσθητοῦ ὁρίζεται εἶδος, ζωτικῶς δηλαδὴ καὶ ἐνεργητικῶς καὶ γνωστικῶς καὶ διὰ ταῦτα οὐσιωδῶς τοῦτο οὔσης (οἰκεία γὰρ ἡ κατὰ φύσιν ἐνέργεια τῇ ἐνεργούσῃ οὐσίᾳ), εἰκότως ἐκ τῶν ἰδίων αἰσθητῶν εἰς τὴν ἑκάστης ἴδιον ἀναπεμπόμεθα οὐσίαν, ὡς ἐξ ἐναργεστέρου τοῦ συμβεβηκότος καὶ σωματοειδοῦς ἐπὶ οὐσιῶδες καὶ ζωτικὸν καὶ ἀσώματον καὶ λόγῳ ληπτὸν ἀπὸ τοῦ αἰσθητοῦ. ἀπὸ δὲ τῆς ὄψεως ἀρχόμενος ὡς ἐναργεστάτης καὶ τιμιωτάτης αἰσθήσεως διὰ τὸ ἀθρόον τῆς ἐνεργείας, διὰ τὸ ἐνεργητικὸν καὶ ἐπ’ ἐλάχιστον παθητικόν, διὰ τὸ φωτοειδὲς καὶ τὴν πρὸς ἥλιον ἀναλογίαν, ἐπειδὴ τοῦ ὁρατοῦ ἡ ὄψις, τί τὸ ὁρατὸν παραδίδωσιν.
“因此,在其作为如此之物的限度内,并不受感觉对象的影响。” 感知者在白色之物作为狄阿瑞斯之子的限度内,不受白色之物的影响,因为作为狄阿瑞斯之子甚至连次要地都不是自身性的感觉对象,根本就不是自身性的感觉对象。如果固有的感觉对象是首要的自身性感觉对象(因为共同感觉对象即便也是自身性的,却只是次要的,且固有感觉对象乃是共同感觉对象成为可感觉者的原因),那么固有的感觉对象便应是本义上的感觉对象;至于其原因,他自己补充道,是因为每一感觉的本质天生适合于朝向这些对象。因为感觉固然也天生适合于共同感觉对象,但不是作为每一具体感觉,而是按照更共同的本质;而作为其自身且按照其自存的固有本质,则是朝向固有的对象。因此,必然地,我们不是从共同对象,而是从固有对象被引向每一感觉固有的本质,因为感觉就其自身天生朝向这些固有对象。因为视觉作为视觉而言并非朝向大小,而是朝向颜色,就现实活动而言在看之中按照颜色的形式得以确立,而在看之前则以潜能为其特征,它既非仅仅由于自身且从内部得以圆满,亦非仅仅从外部受感觉对象的作用而得以圆满,而是由于一方面感觉器官受感觉对象的作用而承受与作用者相似的受动,另一方面感觉器官以生命的方式承受受动,且这一受动最终归宿于形式性的现实活动,感觉灵魂通过诸理型本质(逻各斯)的投射而认识感觉对象,并按照其形式而确立自身。既然每一感觉的圆满与潜能都是按照感觉对象的形式自身来规定的,即感觉以生命的方式、活动的方式、认识的方式并因此以实体性的方式即是这一形式(因为合乎本性的实现活动本就属于进行活动的实体),那么自然地,我们便从固有感觉对象被引向每一感觉的固有本质,即从感觉对象出发,从更明晰的偶性和身体性之物,上升到实体性的、生命性的、无形体的且可由理性把握之物。他从视觉开始——因为视觉是最为明晰且最尊贵的感觉,由于其现实活动的瞬间完成性,由于其极具活动性而承受最少的受动,由于其具光性以及与太阳的对应关系——既然视觉关涉可见物,他便传授何为可见物。
- 2.105ἡ δὲ οὐσία τῷ λευκῷ κατὰ τὸ αἰσθητόν
承接前句的“白色附带于实体”(τὸ λευκὸν συμβέβηκεν αὐτῇ),此处省略了动词 συμβέβηκεν。在存在论的次序上实体是底层而白是偶性,但在感觉认识的次序上(κατὰ τὸ αἰσθητόν),这一关系发生颠倒:首要显现的白色成为首要对象,而实体则作为偶性附带于白色。
- 2.106ἀλλ’ ὑπὸ μὲν τούτου πάσχοντος τοῦ αἰσθητηρίου ... ἱσταμένης
在 ἀλλʼ 之后层叠排列了一组属格绝对结构。首先标明器官的物理受动(πάσχοντος τοῦ αἰσθητηρίου),接着通过 μέν...δέ 呼应指明这并非单纯质料性变化而是归宿于形式活动的生命性受动(ζωτικῶς δὲ τοῦ αἰσθητηρίου πάσχοντος καὶ τοῦ πάθους ... ἀποτελευτῶντος),最后连接到感觉灵魂通过投射本质理型而主动认识的层级(γνωριζούσης τῆς αἰσθητικῆς ψυχῆς ... ἱσταμένης)。
