← 辛普里丘

亚里士多德《论灵魂》注释

§126.17-127.24

感觉对象的三重划分与共同感觉对象的感知

本节注解亚里士多德《论灵魂》卷二第6章(418a7–16),探讨了感觉对象的三重划分(固有、共同、附带)的意义,考察了诸感觉把握共同感觉对象的方式及产生误差的原因,并讨论了触觉固有对象的丰富性以及对于“是什么”和“在哪里”产生判断错误的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.102

" Λεκτέον δὲ καθ’ ἑκάστην αἴσθησιν περὶ τῶν αἰσθητῶν πρῶτον." Ἐπειδὴ ἀπὸ τῶν ὡς πρός τι ἀντικειμένων ἡ περὶ ἑκάστης αὐτῶν πρόεισι θεωρία, κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν εἰκότως περὶ τῶν αἰσθητῶν ὑπομιμνήσκει πρῶτον, καὶ ὅτι λέγεται τριχῶς, ἵνα τὰ κατὰ συμβεβηκὸς χωρίσας περὶ μόνων ποιήσηται τὸν λόγον τῶν καθ’ αὑτά, καὶ τούτων τίνα μὲν πρώτως, τίνα δὲ δευτέρως ἑκάστῃ τούτων γινώσκεται αἰσθήσει1 διδάξῃ. ἄμφω μὲν γὰρ καθ’ αὑτὰ καὶ τὰ ἴδια καὶ τὰ κοινά, ἀλλὰ πρώτως μὲν τὰ ἴδια, ἐπειδὴ καὶ πρὸς ταῦτα ἰδιοτρόπως ἡ ἑκάστης τέταται οὐσία, δευτέρως δὲ τὰ κοινά, ὅτι σὺν τοῖς ἰδίοις πάντως καὶ προηγουμένως καὶ πληκτικωτέρως δρῶσιν εἰς τὸ αἰσθητήριον. ἀλλὰ πῶς τὰ κοινὰ πασῶν εἶναι λέγει; μεγέθους γὰρ καὶ σχήματος μόναι ἀντιλαμβάνονται ὄψις καὶ ἁφή. ἴσως μὲν οὖν τὸ πασῶν ἀντὶ τοῦ πλειόνων εἴρηται. μήποτε δὲ καὶ μεγέθους ἡ μὲν ἀκοὴ ἐναργῶς, καὶ ὅτι μέγα ἢ μικρὸν τὸ κατενεχθὲν σὺν τῷ ἤχῳ κρίνουσα· ἤδη δὲ καὶ ἡ ὄσφρησις καὶ ἡ γεῦσις, τῷ κατὰ πλείω ἢ ἐλάττω μόρια μεταφερομένη ἡ μὲν τοῦ εὐώδους ἡ δὲ τοῦ γλυκέος ἀντιλαμβανομένη. ἀλλὰ καὶ τοῦ σχήματος ἴσως, εἰ καὶ μὴ ἀκριβῶς, τῇ μεταφορᾷ ἢ τῶν αἰσθήσεων ἢ τῶν αἰσθητῶν γένοιτο ἂν καὶ κατὰ ταύτας γνῶσις, ὅτι ἐξισάζουσί πως αἱ διαστάσεις ἢ μία τις ὑπερέχει πολύ. ταύτῃ οὖν διαφέρει ἀλλήλων τὰ ἴδια καὶ τὰ κοινὰ αἰσθητά, τῷ τὰ μὲν μιᾶς εἶναι τὰ δὲ πλειόνων αἰσθήσεων, καὶ τῷ τὰ μὲν ἀνεξαπατήτως κινεῖν τὴν περὶ αὐτὰ αἴσθησιν κατὰ φύσιν δηλαδὴ ἔχουσαν καὶ ἀπὸ συμμέτρου τοῦ διαστήματος ἐνεργοῦσαν καὶ μὴ παραποδιζομένην ὑπὸ τοῦ μεταξὺ σώματος, ὡς ὑπὸ παχυνομένου ἀέρος ἡ ὄψις ἢ ἁπλῶς ὑπὸ τῶν ἔξωθέν τινος (ταῦτα γὰρ παραθετέον, κἂν μὴ σαφῶς ὑπὸ τοῦ Ἀριστοτέλους νῦν λέγηται), τὰ δὲ οὐχ οὕτως ὑποπίπτειν ἀκριβῶς, ἐπειδὴ καὶ προηγουμένως τῶν ἰδίων οὖσα ἑκάστη σὺν ἐκείνοις καὶ τῶν κοινῶν ἀντιλαμβάνεται, καὶ οὐχ ὥσπερ τὸ λευκὸν ἡ ὄψις οὕτω καὶ τὸ μέγεθος τοῦ ὁρωμένου κρίνει, ἀλλὰ καὶ ἀκριβῶς τοῦ χρώματος ἀντιλαμβανομένη τὸ σχῆμα παχυμερῶς γνωρίζει, ἐνίοτε καὶ ἀπατωμένη, τὸ περιφερὲς εὐθὺ ὁρῶσα καὶ κεκλασμένον τὸ ὀρθόν. καὶ μήποτε ὡς παθητικώτερα καὶ σωματικώτερα τὰ ἴδια συμμετρότερον προσπίπτει σωματοειδεῖ γνώσει οὔσῃ τῇ αἰσθήσει ἐξῃρημένα τοῦ φωτὸς2 διὰ τὴν πλείστην ἐκείνου ἐνέργειαν, ἀκριβῶς τῇ ὄψει ἐκείνου γινωσκομένου, τὰ δὲ κοινὰ αἰσθητὰ εἰδητικώτερα * * ἀσυμμετρότερα εἶναι τῇ αἰσθήσει, οὐχ ὡς μηδ’ ὅλως τῇ αἰσθήσει, τῷ δὲ λόγῳ μόνῳ γνωριζόμενα ὥσπερ ἡ οὐσία, ἀλλ’ ὡς καὶ τῇ αἰσθήσει μέν, οὐχ οὕτω δὲ ἐναργῶς ὡς τὰ ἴδια.

“但在涉及每一感觉时,必须首先论及感觉对象。” 既然关于它们每一者的探究都是从相对的对立项出发进行的,那么按照最初的意图,他自然首先提示有关感觉对象的事,并提示感觉对象有三种说法,以便排除附带性的感觉对象,仅仅就自身性的感觉对象展开论述,并且指明在这些对象之中,哪些被这些感觉的每一者首要地认识,哪些次要地被认识。因为固有感觉对象与共同感觉对象两者都是自身性的,但固有的则是首要的,因为每一感觉的本质也以固有的方式朝向这些;而共同的则是次要的,因为它们始终伴随着优先且更具冲击性地作用于感觉器官的固有对象〔而被认识〕。但是他怎么会说共同对象属于一切[感觉]呢?因为只有视觉和触觉把握大小和形状。因此或许“一切”是用以指代“较多者”。不过或者听觉也清晰地判定大小,根据声音判定被击下之物是大是小;并且嗅觉与味觉亦〔把握大小〕,这在于它们在较多或较少的部分中移动时,前者把握芳香之物,后者把握甜味之物。不过关于形状或许也是如此,即便并不精确,通过感觉或感觉对象的移动,按照这些[感觉]也可能产生某种认识,即诸广度大体均等,或是某一广度大大超出。因此,固有感觉对象与共同感觉对象彼此以这种方式相区别:前者属于单一感觉,后者属于多种感觉;并且前者毫无欺骗地推动关涉它们的感觉——显然是在感觉处于自然状态、从适度距离进行实现活动且不受介质物体的阻碍(如视觉受变浓的空气阻碍)或通常不受任何外在事物阻碍的情况下(因为即便亚里士多德现在未明确说出,这些条件也必须附加说明)——而后者则不如这般精确地落入感知,因为每一感觉既首要地关涉固有的对象,便伴随着那些对象亦把握共同的对象,并且视觉判定可见物的大小并不像判定白色那样,而是在精确把握颜色的同时仅粗略地认识形状,有时甚至受到欺骗,把圆周看作直线,把平直之物看作折断之物。或许固有对象作为更具受动性和更具身体性的东西,更适度地触及感觉(感觉乃是具有身体样态的认识)——光由于其极度的现实活动性而被排除在外,光为视觉所精确认识——而共同感觉对象作为更具形相性的东西,[……]对感觉而言更不适度,并非指感觉全然无法认识而仅如实体那样为理性所认识,而是指它们固然也被感觉认识,却不像固有对象那样清晰。

§2.103

"Ἡ δ’ ἁφὴ πλείους μὲν ἔχει διαφοράς." Ὅτι τῶν παθητικῶν ποιοτήτων αὕτη μάλιστα ἀντιληπτική, ἅτε καὶ παθητικωτάτη οὖσα τῶν αἰσθήσεων. πολλαὶ δὲ αἱ παθητικαὶ ποιότητες, ὧν ἡ ἁφὴ ὡς ἰδίων αἰσθητῶν γνωριστική, θερμότης ψυχρότης, ξηρότης ὑγρότης, σκληρότης μαλακότης, τραχύτης λειότης, βαρύτης κουφότης, εἴπερ καὶ αὗται παθητικαί.

“而触觉则具有更多的差异。” 因为此[触觉]尤其能把握受动性性质,因其也是诸感觉中最具受动性的。触觉作为固有感觉对象所认识的受动性性质有很多:冷热、干湿、坚软、粗滑、轻重(如果这些亦属受动性性质的话)。

§2.104

"Ἀλλὰ τί τὸ κεχρωσμένον ἢ ποῦ." Τίς μὲν ἡ κεχρωσμένη οὐσία ἀπατᾶται, διότι κατὰ συμβεβηκὸς ἡ οὐσία τῇ αἰσθήσει γνωστή, ποῦ δέ, διότι δευτέρως τὸ τοῦ διαστήματος αὐτῆς καταλαμβάνεται μέγεθος, ἅτε κοινὸν ὂν αἰσθητόν.

“但是具有颜色之物是什么或在哪里[则会受骗]。” 关于具有颜色的实体“是什么”会受到欺骗,是因为实体对于感觉而言仅是附带地被认识的;而关于“在哪里”会受到欺骗,则是因为作为其间距的大小乃是次要地被把握的,因其属于共同感觉对象。

语法注2 条
  1. 2.102τὰ δὲ κοινὰ αἰσθητὰ εἰδητικώτερα * * ἀσυμμετρότερα εἶναι τῇ αἰσθήσει

    底本中标注有脱文(lacuna)的文本。不定词 εἶναι 构成了由前文 μήποτε(“或许……”)所引导的带宾格的不定词结构。在句法骨架上,它与前项 τὰ ἴδια ... προσπίπτει 构成对比,τὰ κοινὰ αἰσθητὰ 作为宾格主语,表明共同感觉对象因更为形式性(εἰδητικώτερα)而对感觉来说更为不适度(ἀσυμμετρότερα)。

  2. 2.102ἐξῃρημένα τοῦ φωτὸς

    中性复数主格分词 ἐξῃρημένα 作为主语 τὰ ἴδια 的同位或插入性补充(“光被排除在外”)。它在功能上构成一个悬格主格结构,指出固有感觉对象身体受动性中的特例,并紧接原因短语 διὰ τὴν πλείστην ἐκείνου ἐνέργειαν(“由于其极度的现实活动性”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:126.17-127.24