← 辛普里丘

亚里士多德《论灵魂》注释

§125.9-126.16

感觉器官的受动与借由内在理则的认识

针对亚里士多德推迟关于普遍事物与观照的讨论(417b28),辛普里丘总结了具感觉能力者被说成受动和变化的真正内涵。他论证道,尽管感觉器官的受动必然先行,但灵魂自身并非像蜡受印模那样接受外在印记,而是通过从内部投射出预先持有的形相理性原则(logos)来实现与感觉对象的同化与认识。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.101

" Ἀλλὰ περὶ μὲν τούτων διασαφῆσαι καιρὸς γένοιτ’ ἄν καὶ εἰσαῦθις." Περὶ τοῦ πῶς τὰ καθόλου καὶ τὸ θεωρεῖν ἐφ’ ἡμῖν· σαφέστερον δὲ περὶ αὐτῶν ἐν τῷ τρίτῳ ἐρεῖ. ἐφ’ οἷς συμπεραίνεται ὡς κατὰ τὸ δεύτερον δυνάμει τὸ αἰσθητικὸν ἐν τοῖς ζῴοις ὂν πάσχειν λέγεται καὶ ἀλλοιοῦσθαι οὐ κυρίως διὰ τὸ μηδὲ τὴν ψυχὴν εἶναι τὴν πάσχουσαν ἢ ἀλλοιουμένην, τὸ δὲ ὄργανον·1 οὐδὲ τοῦτο κατὰ τὴν φθαρτικὴν πάθην, ἀλλὰ τὴν κατὰ γένεσιν οὐ τὴν οὐσιώδη, τὴν δὲ πρὸς ὑποδοχὴν τῆς ἐνεργείας αὐτοτελῆ οὖσαν, ὥσπερ ἡ οὐσιώδης πρὸς τὴν τῆς οὐσίας τῆς αἰσθητικῆς προῆγεν ὑποδοχὴν τὸ σῶμα. ἔσται οὖν τὸ αἰσθητικὸν δυνάμει οἷον τὸ αἰσθητὸν ἤδη ἐντελεχείᾳ. τοῦτο μὲν γὰρ οὐ δυνάμει ἀλλ’ ἐνεργείᾳ ὥρισταί τινι εἴδει, τὸ δὲ αἰσθητικὸν οὔπω πρὶν ἐνεργεῖν, ἀλλὰ δυνατὸν ὂν κατὰ τὸ δεύτερον δυνάμει, ὕστερον ἐν τῷ ἐνεργεῖν κατὰ τὸ εἶδος ἵσταται τοῦ αἰσθητοῦ οὐ παθητικῶς (οὐ γὰρ λευκαίνεται ἢ θερμαίνεται) ἀλλ’ ἐνεργητικῶς, οὐ τῷ ποιεῖν ὡς τὰ ποιητικὰ αἴτια, ἀλλὰ κριτικῶς καὶ γνωστικῶς· τὸ δὲ ὁποῖον πάθος ἐν τῷ αἰσθητηρίῳ μένει. ἀλλ’ ἐπειδὴ κατὰ τὸ εἶδος τοῦ αἰσθητοῦ ἐν τῇ κατ’ ἐνέργειαν αἰσθήσει ἵσταται τὸ αἰσθητικόν, κατὰ τὴν εἰς ἓν συναίρεσιν καὶ τὴν ἀμέριστον τοῦ γνωστοῦ παντὸς περίληψιν ἁπάσης ἱσταμένης γνώσεως, προηγεῖσθαι δὲ χρὴ τὸ τοῦ αἰσθητηρίου πάθημα διὰ τὴν ἔξω τῆς αἰσθητικῆς ζωῆς ῥοπήν, οὐ δυναμένης ἢ ἄνευ τῶν ὀργάνων ἐνεργεῖν ἢ προηγουμένως αὐτῆς ἐγειρομένης καὶ κινούσης τὸ ὄργανον, δῆλον ὡς οὐχὶ τῶν ἐν τοῖς αἰσθητηρίοις ἐστὶ παθῶν, σὺν δὲ τούτοις τῶν ἐν τοῖς σώμασιν εἰδῶν ἀντιλαμβάνεται. κἀκεῖνο δὲ φανερόν, ὅτι μὴ ὡς τὰ ἄψυχα πάσχει ὑπὸ τῶν ἐκτὸς τὸ αἰσθητήριον· ὡς γὰρ ζῶν πάσχει. διὸ οὐδὲ πάθος τὸ ὅλον οὐδὲ ἔξωθεν πάντῃ, ἀλλὰ καὶ κατ’ οἰκείαν ἐνέργειαν, καὶ ἅμα κινεῖταί τε καὶ ἐνεργεῖ. καὶ τὸ τοιοῦτον ὁμοῦ πάθημα καὶ ἐνέργημα ὑπό τε τῶν αἰσθητῶν καὶ κατὰ τὴν πρὸς αὐτὰ τῆς ἐν τῷ αἰσθητηρίῳ ζωῆς διέγερσιν ἐγγινόμενον ὁμοιοῦται τοῖς ἐν τοῖς αἰσθητοῖς εἴδεσιν. ἀλλ’ οὔπω τοῦτο ἡ αἴσθησις, οὐ καθαρὸν ἐνέργημα καὶ μεριστὸν καὶ σωματοειδὲς ὑπάρχον καὶ χρόνῳ παρατεινόμενον· ἀμερίστως γὰρ ἡ αἴσθησις ἀρχὴν καὶ μέσα καὶ τέλη τοῦ αἰσθητοῦ περιλαμβάνει, καὶ ἐνέργειά ἐστι κρίσις οὖσα τελεία καὶ ἐν τῷ νῦν ἅμα ὅλη ἑστῶσα κατὰ τὸ εἶδος τοῦ αἰσθητοῦ, οὐκ ἔξωθεν ἐντιθέμενον ὡς ἡ σφραγὶς ἐν τῷ κηρῷ (οὐ γὰρ ζωτικὸν τοῦτο) οὐδὲ διὰ βάθους ἰόν, οὐδὲ ἔτι μᾶλλον κατὰ γνωστικὴν ἑστὼς ἐνέργειαν, ἀλλ’ ἔνδοθεν προβαλλόμενον ὑπὸ τοῦ ἐν τῇ ψυχῇ προειλημμένου τῶν αἰσθητῶν λόγου (οὐχὶ τῇ τὸ ὄργανον ὡς ὄργανον ζωούσῃ, ἀλλὰ τῇ ἤδη ζῶντι αὐτῷ χρωμένῃ, ἵνα διὰ τὸ ἐξῃρῆσθαι τοῦ σώματος καὶ ἀμερίστως ἐνεργῇ καὶ γνωστικὴ ᾖ τῶν αἰσθητῶν), ἑνὸς μέν, οὐ κατὰ τὴν ἀπεστενωμένην δὲ ἐν τοῖς ἀτόμοις ἕνωσιν, ἀλλὰ κατὰ τὴν εἰδητικὴν τῶν ἀτόμων αἰτιωδῶς περιληπτικὴν οἰκείως ἑκάστῳ ἐφαρμόζοντος.2 τῷ γὰρ ἑνὶ τοῦ λευκοῦ λόγῳ τῶν κατὰ μέρος πάντων λευκῶν αἰσθανομένης τῆς ψυχῆς (τὸ γὰρ κρῖνον ἡ ψυχὴ κατὰ τὴν οἰκείαν τοῦ γνωστοῦ ἐπαφήν, οἰκεία δὲ ἡ κατὰ τὴν τῆς αὐτῆς ἰδιότητος οὐσιώδης αὐτῆς πρόληψις), ὁμοιοῦται τοίνυν τοῖς αἰσθητοῖς ἡ ψυχὴ οὐ τῷ δέχεσθαί τι ἀπ’ αὐτῶν, ἀλλὰ τῷ κατὰ τὸν οἰκεῖον αὐτοῖς λόγον ἐνεργεῖν. τούτων κοινῇ ἐπὶ πάσης διωρισμένων αἰσθήσεως ἐπὶ τὰ ἑξῆς ἰτέον.

“但关于这些事,日后或许还有机会加以阐明。” 关于普遍事物与观照如何处于我们支配之下[而言];关于这些,他将在第三卷中更清晰地阐述。基于这些,他得出结论:动物中具感觉能力者按照第二种潜能被说成受动和发生变化,这并非严格意义上的,因为受动或发生变化的不是灵魂,而是器官;并且即使这一[器官]也不是按照消灭性的受动,而是按照生成性的受动——不是实体性的生成,而是为了接受实现活动而在自身中达于完全的生成,正如实体性生成曾引导身体去接受感觉实体一样。因此,具感觉能力者在潜能上便将成为如同感觉对象在完全现实活动中已经所是的那个样子。因为后者并非在潜能上、而是在实现活动中由某种形相所规定,而具感觉能力者在活动之前则尚未如此被规定,而是作为按照第二种潜能的可能者,后来在实现活动中立足于感觉对象的形相,且不是被动地(因为它既不被变白也不被变热),而是能动地,不是如施动原因那样通过施加作用,而是判定性地且认知性地立足;至于无论何种受动情态,都留在感觉器官之中。但是,既然具感觉能力者在现实的感觉中立足于感觉对象的形相,且由于一切认识都是依循归结为一以及对一切可知事物的不可分包摄而立足,又由于感觉生命的向外倾斜,感觉器官的受动必定居先,因为感觉生命既不能脱离器官而活动,也不能由自身首要地被唤醒并推动器官,所以显而易见,它所把握的并不是感觉器官之中的受动情态,而是在这些情态伴随下把握物体之中的形相。并且那一点也是清楚的:感觉器官受外部事物的作用并不像无灵魂之物那样;因为它是作为有生命者而受动的。因此这并非整个都是受动,也不完全来自外部,而是也依照自身固有的实现活动,并且它同时被推动且活动。而这样一种同时兼具受动与行动之物,既由感觉对象产生,又依循感觉器官中生命朝向它们的觉醒而产生,同化于感觉对象中的形相。但这还不是感觉,因其并非纯粹的实现活动,而是可分的、具有身体样态的,并且在时间中延展;因为感觉不可分地包摄感觉对象的始端、中段与末端,并且它是一种实现活动,作为完满的判定,在“现在”中作为一个整体同时立足于感觉对象的形相——这形相既非像蜡中的印模那样从外部刻入(因为这并非生命性的),亦非渗透于深度之中,更非[作为外在印模]依凭认知性活动而确立,而是由灵魂中预先把握的感觉对象的理性原则从内部投射出来的(不是在那把器官作为器官加以赋生的灵魂中,而是在那运用已然具有生命的器官的灵魂中,以便借由超越于身体而既不可分地活动,又成为对感觉对象具有认知能力的),[这理性原则]固然是一,却不是按照在个体中被缩减的统一,而是按照在原因上包摄诸个体的形相统一而适当地切合于每一事物。因为灵魂依凭“白”之单一理性原则感觉一切个别的白物(因为判定者乃是按照与可知者的固有接触的灵魂,而固有的接触则是灵魂按照同一特性的本质性预先把握),因此灵魂同化于感觉对象,并不是通过从它们那里接受某种东西,而是通过按照切合于它们的理性原则来实现活动。这些事既然已对一切感觉作了共同规定,便须进至下一部分。

语法注2 条
  1. 2.101τὸ δὲ ὄργανον

    在从句 διὰ τὸ μηδὲ τὴν ψυχὴν εἶναι τὴν πάσχουσαν ἢ ἀλλοιουμένην, τὸ δὲ ὄργανον 中,前一分句的表语分词发生承前省略,即补充为[ἀλλὰ τὸ ὄργανον εἶναι τὸ πάσχον ἢ ἀλλοιούμενον](而是器官在受动或变化)。紧随其后的 οὐδὲ τοῦτο 亦省略了主语 τοῦτο(器官)所对应的谓语动词 πάσχει。

  2. 2.101οὐκ ἔξωθεν ἐντιθέμενον ... ἐφαρμόζοντος

    中性分词 ἐντιθέμενον、ἰόν、ἑστώς 与 προβαλλόμενον 与前文短语 κατὰ τὸ εἶδος τοῦ αἰσθητοῦ 中的中性名词 εἶδος 一致,限定了感觉活动所依凭的“感觉对象的形相”的呈现方式。随后的属格阳性单数分词 ἐφαρμόζοντος 则跨越了中间插入的括号从句(οὐχὶ τῇ...),修饰介词短语 ὑπὸ τοῦ ἐν τῇ ψυχῇ προειλημμένου τῶν αἰσθητῶν λόγου 中的阳性名词 λόγου。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:125.9-126.16