← 辛普里丘

亚里士多德《论灵魂》注释

§123.28-125.8

思维与感觉的差异及感觉的始源

辛普里丘注解了亚里士多德将感觉的原初转变归于生殖者,并阐释思维与感觉的差异(由于灵魂内具普遍形相,思维可由自身意愿发动;而感觉及关涉感觉对象的知识则必须依赖外部个别对象的在场与感觉器官的受动;417b16–417b26)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.96

" Τοῦ δὲ αἰσθητικοῦ ἡ μὲν πρώτη μεταβολὴ γίνεται ὑπὸ τοῦ γεννῶντος." Ὅτι ἡ αἰσθητικὴ αὕτη ζωὴ οὐκ ἦν ἁπλῶς τῆς ψυχῆς,1 ἀλλὰ τῆς σώματι συμπεπλεγμένης. διὸ τῷ ζῴῳ συνυφίσταται, καὶ ἡ ἐκείνου γένεσις ἡ πρώτη τοῦ αἰσθητικοῦ μεταβολὴ εἰς τὸ εἶναι αὐτὸ ἄγουσα, ἀναλογοῦσα τῇ μαθήσει, ὡς καὶ τὸν γεννηθέντα ἀναλογεῖν τῷ ἀπειληφότι τὴν ἕξιν. καὶ τὸ αἰσθάνεσθαι κατ’ ἐνέργειαν λέγεται ὁμοίως τῷ θεωρεῖν· ὁμοίως μὲν ὅτι κατὰ ταὐτὰ ἡ τελειότης ἐπ’ ἀμφοῖν, καὶ ὅτι καὶ ἐπὶ τοῦ αἰσθάνεσθαι ἡ κρίσις ψυχική, καὶ ἔνδοθεν καὶ κατὰ λόγων γίνεται προβολήν. ταύτῃ μὲν οὖν ὁμοίως.

“而对于具感觉能力者,最初的变化是由生殖者造成的。” 这是因为,这种感觉生命并非单纯地属于灵魂,而是属于同身体交织在一起的灵魂。因此它与动物共存,而动物的生成乃是具感觉能力者的最初变化,将其引向存在,这与学习相类比,正如被生殖者也与获得品质者相类比一样。并且,依实现活动的感觉与观照是以同样方式言说的;说是同样方式,是因为两者达于完全乃是依循同样的事理,并且在感觉中判定也是灵魂性的,且产生自内部并依循理性原则的投射。在这个方面,因此是同样的方式。

§2.97

"Διαφέρει δὲ ὅτι τοῦ μὲν τὰ ποιητικὰ τῆς ἐνεργείας ἔξωθεν." Τουτέστιν ὅτι δεῖ τι παθεῖν τὸ αἰσθητήριον ὑπὸ τῶν αἰσθητῶν ἔξω καὶ οὐκ ἐν τῷ αἰσθανομένῳ ὄντων· ἅπερ ποιητικὰ τῆς ἐνεργείας λέγεται, οὐχ ὡς ἐμποιοῦντα τὴν κρίσιν, ἀλλ’ ὡς πάθος τι ἐν τῷ αἰσθητηρίῳ,2 ἐφ’ ᾧ ἡ κριτικὴ ἐγείρεται ἐνέργεια. οὐκέτι δὲ τὰ ἐπιστητὰ ποιητικά εἰσιν· οὐ γὰρ εἰς πάθος ἀποτελευτᾷ ἢ ἔξωθέν ἐστι τοῦ ἐπιστημονικοῦ. τῶν γὰρ καθ’ ἕκαστα ἡ αἴσθησις, τῶν δὲ καθόλου ἡ ἐπιστήμη· ἔστι δὲ τὰ μὲν καθ’ ἕκαστα σωματικὰ καὶ μεριστὰ ὄντα καὶ αἰτιατὰ πάντῃ ἔξωθεν τῆς ψυχῆς ἀσωμάτου οὔσης καὶ οὐ μεριστῆς καὶ αἰτίας τῶν ζῴων, τὰ δὲ καθόλου ἐν τῇ ψυχῇ, οὐ τὰ κατηγορούμενα τῶν καθ’ ἕκαστα· ταῦτα γὰρ ἐν αὐτοῖς ἐστι τοῖς καθ’ ἕκαστον καὶ κατὰ μόνην ἐπίνοιαν ὑπὸ τῆς ψυχῆς χωρίζεται, τὰ δὲ ἐπιστητὰ πολλοῖς τῶν αἰσθητῶν ὑπερῆρται μέτροις, ὅσῳ καὶ ἐπιστήμη αἰσθήσεως· ἐπιστητὰ δὲ τὰ ἐν ψυχῇ. ἀλλὰ καθόλου οὕτω λέγει τὰ ἐπιστητά, ὡς ἐν τῷ Ε τῆς Μετὰ τὰ φυσικὰ τὴν πρώτην φιλοσοφίαν καθόλου εἶναι ἀποφαίνεται, καίτοι περὶ χωριστὰ καὶ ἀκίνητα αὐτὴν θέμενος, καὶ ἐπάγων “εἰ δέ ἐστί τις οὐσία ἀκίνητος, αὕτη προτέρα καὶ φιλοσοφία καθόλου, ὅτι οὕτω πρώτη.” καὶ τὰ ἐν ψυχῇ οὖν καθόλου ὡς πρῶτα καὶ αἴτια τῶν μερικῶν. ἀλλ’ ἐπεὶ πρῶτα μάλιστα καὶ αἴτια τὰ νοητά ἐστιν εἴδη, ἅπερ ἀμέριστοι καὶ πάντη ἑαυτῶν εἰσιν οὐσίαι, τὰ δὲ ἐν ψυχῇ κατὰ λογικὴν οὐσίωται ἀνέλιξιν, οὐκ ἀμερίστως ἡνωμένα, καὶ δευτέρως ἐστὶν αἴτια, διὰ τοῦτο καθόλου τὰ πάντων πρώτιστα αἴτια τὰ νοητά, εἰς ἃ διὰ νοῦ καθορμίζεται ἡ ἐπιστήμη. νῷ γὰρ τοὺς ὅρους γινώσκομεν, ὅροι δὲ τὰ εἴδη. ταῦτα δὲ οὐ πρώτως ἐν τῇ ψυχῇ, ἀλλὰ δευτέρως καὶ ὡς ἐν συνημμένῃ τοῖς νοητοῖς. διὰ τοῦτο ἐν αὐτῇ πως εἶναι εἴρηται, ὅτι κατὰ τὴν πρὸς τὸν νοῦν συναφήν.

“但不同之处在于,前者的活动的施动因素来自外部。” 这就是说,感觉器官必须受到处于外部且不在感觉者之内的感觉对象的某种情态影响;这些感觉对象被称为活动的施动因素,并非因为它们产生判定,而是因为它们在感觉器官中[产生]某种受动情态,在此情态之上判定的实现活动被唤起。然而可知对象不再是施动因素;因为它们既不终结于某种受动情态,也不处于认知者的外部。因为感觉针对个别事物,而知识针对普遍事物;虽然个别事物因其是身体性的、可分的且为结果,完全处于非身体性、不可分且为动物之原因的灵魂之外,然而普遍事物则在灵魂之内——这并非指从个别事物中所表述出的普遍;因为后者存在于个别事物本身之中,仅依概念思考才被灵魂分离开来,而可知对象却以许多尺度超越了感觉对象,正如知识超越感觉一样;并且可知对象是在灵魂之内的。但他之所以这样称可知对象为普遍,正如他在《形而上学》卷E中声明第一哲学是普遍的,尽管他把它定位于关于分离且不动的事物,并补充道:“如果有某种不动的实体,这一实体便是更先在的,且因其是如此先在而成为普遍的哲学。”因此,灵魂之中的事物也是作为个别事物的先在者和原因而成为普遍的。然而,既然可知解的形相最为先在且为原因,它们是不可分且完全属于自身的实体,而灵魂之中的事物则是依理性展开而获得实体性,并非不可分地结合在一起,且作为第二层次的原因,正因如此,万物最根本的第一原因即可知解的事物乃是普遍的,而知识正是通过理智在其中得以停泊。因为我们依理智认识界限,而界限就是形相。但这些形相并非第一义地在灵魂中,而是第二义地、且作为在与可知解者相连结的灵魂中存在。因此,它们被说成是“在某种程度上”存在于灵魂中,乃是因为依于同理智的连结。

§2.98

"Διὸ νοῆσαι μὲν ἐπ’ αὐτῷ ἐστιν, ὅταν βούληται." Τῷ νοητικῷ,3 εἴτε αὐτῷ τῷ ἐν τῇ ψυχῇ νῷ, εἴτε τῇ εἰς νοῦν ἀνεγειρομένῃ ψυχῇ, εἴτε τῷ ἐπιστήμονι ἀνθρώπῳ, διὰ τὸ ἔνδοθεν ἔχειν τὰ νοητὰ εἴδη, ἀφ’ ὧν ὡς ἐξ αἰτίων καὶ τὰ δεύτερα γινώσκεται ἐπιστημονικῶς.

“因此,思维在他自己支配之下,只要他愿意。” 对认知者而言[是在其支配之下],无论是指灵魂中理智自身,还是指被唤醒朝向理智的灵魂,抑或是指拥有知识的人,这乃是由于从内部拥有可知解的形相,依凭这些形相如依凭原因,第二层次的事物也得以被科学地认知。

§2.99

"Αἰσθάνεσθαι δὲ οὐκ ἐπ’ αὐτῷ." Τῷ αἰσθητικῷ δηλαδή, ὅτι ὑπάρχειν δεῖ τὸ αἰσθητὸν ἄτομον ὂν καὶ ἔξωθεν, καὶ οὐ μόνον εἶναι ἀλλὰ καὶ παρεῖναι τῷ αἰσθητικῷ, ἵνα καὶ δράσῃ τι εἰς τὸ αἰσθητήριον καὶ ἐπὶ τῷ τούτου πάθει ἡ αἰσθητικὴ ψυχὴ προβαλλομένη τοὺς ἐν αὐτῇ τῶν αἰσθητῶν κοινοὺς λόγους οἰκείως τῷ πάθει γνωρίσῃ τὸ αἰσθητὸν κατ’ οἰκείαν ἐνέργειαν, κατὰ τὸ τοῦ αἰσθητοῦ στᾶσα εἶδος.

“而感觉则不在他自己支配之下。” 显然是对感觉者而言[不在其支配之下],因为作为个别的且来自外部的感觉对象必须存在,不仅存在而且必须呈现在感觉者面前,以便既对感觉器官施加某种作用,又在此器官的受动情态之上,具感觉能力的灵魂投射出自身之中关于感觉对象的共同理性原则,与此受动情态相应地按照其特有的活动,立足于感觉对象的形相而认识该感觉对象。

§2.100

"Ὁμοίως δὲ τούτῳ ἔχει κἀν ταῖς ἐπιστήμαις ταῖς τῶν αἰσθητῶν." Ὅσαι οὐ τοῖς εἴδεσιν ἢ τοῖς λογικοῖς ἀρκοῦνται μόνοις, ὥσπερ αἱ θεωρητικαί, ἀλλὰ συμπεριλαμβάνουσι καὶ τὰ καθ’ ἕκαστα καὶ ἔξωθεν, ὁποῖαι αἵ τε πρακτικαὶ ἐπιστῆμαι καὶ αἱ ποιητικαὶ τέχναι· καὶ γὰρ αὗται παρόντων δέονται τῶν αἰσθητῶν.

“在关于感觉对象的各门知识中也与此类似。” 凡不单单满足于形相或理性原则(如理论科学那样),而且兼包个别事物及来自外部之物的知识皆是如此,比如实践性知识与制作性技艺;因为这些知识同样需要感觉对象在场。

语法注3 条
  1. 2.96Ὅτι ἡ αἰσθητικὴ αὕτη ζωὴ οὐκ ἦν ἁπλῶς τῆς ψυχῆς

    句首的 ὅτι 并非引导引语从句,而是引出亚里士多德该断言的原因或解释(即“这是因为……”、“意思是……”)。未完成过去时 ἦν 则是指向此前讨论中已确立的原则或既定前提。

  2. 2.97ἀλλ’ ὡς πάθος τι ἐν τῷ αἰσθητηρίῳ

    此短语与前文的 οὐχ ὡς ἐμποιοῦντα τὴν κρίσιν 相对比。其间省略了分词 ἐμποιοῦντα,需依上下文补出:“而是作为在感觉器官中[产生]某种情态”。

  3. 2.98Τῷ νοητικῷ

    此与格名词短语用以补充并规定引文 ἐπ’ αὐτῷ(在他自己的支配下)中代词 αὐτῷ 的所指,意即“对思维主体而言[是在其支配之下]”,随后由三个 εἴτε... 引导的选择项作并列详述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:123.28-125.8