- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:122.21-123.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《论灵魂》417b3–417b5,探讨了受动的第二种含义(保持与完成),并论证了有知识者向实际观照的过渡绝非身体的性质转变,而是灵魂自身达于完全实现的投射。
" Τὸ δὲ γένεσις καὶ σωτηρία μᾶλλον τοῦ δυνάμει ὄντος." Ἀκριβῶς τὸ μᾶλλον προσθείς,1 ἐπειδὴ κἀν τῇ γενέσει συντρέχει τι τελειωτικόν, καὶ τὸ πάσχον ὑπὸ τούτου μεταβάλλεται τοῦ ἐνεργείᾳ ὄντος τοῦτο, ὅπερ δυνάμει ἐστὶ τὸ πάσχον. διὸ ὅμοιον τῷ ποιοῦντι τὸ πάσχον, ἀλλ’ ὡς δυνάμει ὂν ἐντελεχείᾳ ὄντι. οὕτω δὲ τὴν διπλόην τοῦ πάσχειν ἐν μέσῳ ἐμφήνας ἐξηγήσεται λοιπόν, ὅπως τὸ ἔχον τὴν ἕξιν ἄλλον τρόπον ἀπὸ τοῦ μὴ ἐνεργεῖν ἔρχεται εἰς τὸ ἐνεργεῖν.
“而另一种则宁可说是潜在之物的生成和保持。” [亚里士多德]准确地加上了“宁可”,因为在生成中也有某种达于完全的东西同时汇入,且受动者是被处于实现活动中的这物所转变,而成为受动者在潜能中所是的这物。因此,受动者与施动者相似,但乃是作为潜在的存在与完全实现的存在[相似]。如此在中间指明了受动的双重性之后,接下来他将阐释拥有品质者如何以另一种方式从不活动进入活动之中。
"Θεωροῦν γὰρ γίγνεται τὸ ἔχον τὴν ἐπιστήμην." Ταῦτα συντακτέον πρὸς τὸ εἰς τὸ ἐνεργεῖν δὲ ἄλλον τρόπον.2 περὶ δὲ ἀμφοῖν ἀνωτέρω εἰπὼν τοῦ τε κατ’ αἴσθησιν ἐνεργοῦντος καὶ τοῦ κατὰ γραμματικὴν καὶ ἁπλῶς κατ’ ἐπιστήμην τὸ ἄλλον τρόπον, τέως ὅπως ὁ ἐπιστήμων ἐκ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλει παραδίδωσιν, ὕστερον περὶ τοῦ αἰσθητικοῦ ἐρῶν καὶ τὸ διάφορον αὐτοῖν προσθήσων. οὐ δὴ ἔστιν ἡ ἐκ τῆς ἐπιστημονικῆς ἕξεως εἰς θεωρίαν ἄφιξις ἀλλοίωσις, διότι σωματικὴ κατὰ ποιότητα μεταβολὴ ἡ ἀλλοίωσις, ἐν δὲ τῇ κατ’ ἐπιστήμην θεωρίᾳ οὐδὲν τῆς σωματικῆς δεῖ μεταβολῆς, εἰ μὴ ἢ νοσεῖν ὡς εἴρηται ἢ καθεύδειν ἢ μεθύειν αὐτῷ συμβῇ, ὅτε οὐχ ὡς συνεργῆσον ἀλλ’ ὡς μὴ ἐμποδίσον μεταβαλεῖν χρή,3 ἀλλὰ μόνης τῆς ψυχικῆς ἐπιδόσεως εἰς ἐνέργειαν ἐκ τῆς μὴ ἐνεργούσης ἕξεως. καὶ τοῦτο δῆλον. εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν, αὐτοῦ τοῦ ἔχοντος τὴν ἐπιστήμην εἰς αὐτὸ τὸ ἐνεργεῖν τελειουμένου ὑφ’ ἑαυτοῦ, ἀπαθοῦς τοῦ σώματος μένοντος. διὸ ἡ τοιαύτη μεταβολὴ οὐκ ἀλλοίωσις ἢ ἕτερον γένος ἀλλοιώσεως, διότι αὐτὸς οὔτε ἀλλοίωσιν οὔτε κίνησιν ὅλως τὴν ψυχικὴν μεταβολὴν προσαγορεύει· εἰδὼς δὲ Πλάτωνα καλοῦντα οὐ κατὰ τὰς σωματικὰς κινήσεις ἢ καὶ ἀλλοιώσεις, φησὶν ἕτερον γένος ἀλλοιώσεως. ἀλλὰ τὸ μὲν φρονοῦν, ὅταν φρονῇ, μὴ ἀλλοιοῦσθαι οὐ θαυμαστόν, ὅτε ψυχῆς καθ’ αὑτὴν ἡ ἐνέργεια. πῶς δὲ οὐχὶ ὁ οἰκοδόμος ὅταν οἰκοδομῇ; ἢ ὅτι οὗτος, εἰ καὶ τῇ τοπικῇ χρῆται τοῦ σώματος κινήσει, οὔ τι γε τῇ κατὰ ποιότητα. εἰ οὖν καὶ ὁ τῷ σώματι χρώμενος οὐκ ἀλλοιοῦται, μειζόνως ὁ μηδὲ χρώμενος. εἶτα καὶ τὸ διάφορον ἐπάγει τῆς εἰς ἐπιστήμην ἐξ ἀγνοίας τῆς ψυχῆς μεταβάσεως τῆς ἀπὸ ἕξεως εἰς ἐνέργειαν, ὅτι ἡ μὲν κατὰ διδασκαλίαν καὶ μάθησιν ἐπιτελεῖται, ᾗ ἕπεται καὶ σωματική τις μεταβολή, ὡς ἐν τῷ Η τῆς Φυσικῆς λέγεται ἀκροάσεως, ἡ δὲ κατὰ τὴν ἀφ’ ἑαυτῆς ἀθρόαν τῶν λόγων προβολήν. ἕπεται μὲν οὖν ἀλλοίωσίς τις σωματικὴ τῇ μαθήσει διὰ τὴν ἀπὸ αἰσθήσεως διὰ μνήμης εἰς τοὺς λόγους ἀναφοράν, οὐ μὴν ἡ μάθησις ἀλλοίωσίς ἐστι· κατὰ γὰρ τὴν τῆς ψυχῆς γίνεται καὶ αὐτὴ κατὰ λόγους ἐνέργειαν. καὶ ἡ σωματικὴ δὲ ἀλλοίωσις ἡ τῇ μαθήσει ἀκολουθοῦσα οὐ πεῖσις, ἐὰν ἐπὶ μόνης φθορᾶς καὶ τῆς εἰς στέρησίν τις ἀκούῃ μεταβολῆς τὸ πάσχειν, ὡς ἡ πολλὴ ἔχει συνήθεια, ἢ κατὰ τὸν ἕτερόν ἐστι τρόπον πεῖσις, ἐάν τις καὶ τὸ ἐπὶ ἕξιν ἢ εἶδος ἢ τὸ κατὰ φύσιν κατάστημα μεταβάλλον πάσχειν προσαγορεύῃ. ταῦτα περὶ τοῦ ἐπιστημονικοῦ διορισάμενος ἐπιφέρει καὶ περὶ τοῦ αἰσθητικοῦ.
“因为拥有知识者成为了在观照。” 这些话应当在句法上与“但进入活动则是以另一种方式”相联结。在上文中论及依感觉而活动者以及依文法知识且单纯地依知识而活动者两者的“另一种方式”之后,他暂时传授了有知识者如何从不活动转变为活动,随后他将论及具感觉能力者,并补充两者的相异之处。那么,从知识品质到达观照绝非性质转变,因为性质转变是依性质而发生的身体变化,而在依知识的观照中,完全不需要身体变化,除非如前所述发生生病、睡眠或醉酒,此时[身体]需要发生变化不是为了起协同作用,而是为了不起阻碍作用,而[需要的]仅仅是从不活动的品质向活动的灵魂性增进。这也是明显的。因为这种增进是朝向自身并朝向完全实现,在身体保持不受影响的同时,拥有知识者本身由自身完成而进入活动本身。因此,这样的转变不是性质转变,或者是性质转变的另一种属,因为他自己根本不把灵魂的转变称为性质转变或运动;但他知晓柏拉图作此称呼并非依于身体运动或性质转变,故而说是“性质转变的另一种属”。但是,思维者在思维时不发生性质转变,这并不奇怪,因为此时活动属于灵魂自身。然而,建筑师在建造时怎么会不[发生性质转变]呢?难道不是因为他即使运用了身体的位移运动,也绝未运用性质上的运动吗?因此,如果连使用身体的人都不发生性质转变,那么甚至不使用身体的人就更是如此了。随后,他又引申出灵魂从无知过渡到知识与从品质过渡到实现活动之间的相异之处:前者依于教导和学习而完成,且伴随着某种身体变化,正如在《自然学讲义》第七卷中所说的那样;而后者则是依于其自身一瞬间对理性原则的投射。那么,由于从感觉经由记忆向理性原则的回溯,某种身体上的性质转变确实伴随着学习,但学习本身绝非性质转变,因为学习自身也是依于灵魂按照理性原则的活动而发生的。而且伴随学习的身体性质转变也非情态受动,如果有人如常见习俗那样仅把受动理解为毁灭和向缺乏的转变;或者它是依另一种方式的情态受动,如果有人把向品质、形式或依本性的状态转变也称为受动的话。在对有知识者作出这些界定之后,他也接着论述了具感觉能力者。
- 2.94Ἀκριβῶς τὸ μᾶλλον προσθείς
主语为亚里士多德。此处为一个没有明确主动词或连词的分词短语,与后文的原因从句(ἐπειδὴ... συντρέχει)相呼应,用以解释引文使用该措辞的意图。可视为省略了主动词(如 ἔφη),或作为同位语性的修饰短语。
- 2.95Ταῦτα συντακτέον πρὸς τὸ εἰς τὸ ἐνεργεῖν δὲ ἄλλον τρόπον.
带有动词性形容词 συντακτέον(应当联结)的语法与阐释性指示。指明引文分句(Θεωροῦν γὰρ γίγνεται...)在句法上作为原因从句(由 γάρ 引导)直接与前文 417a32 的分句(ὁ δὲ ἐκ τοῦ ἔχειν... εἰς τὸ ἐνεργεῖν ἄλλον τρόπον)相联系。
- 2.95ὅτε οὐχ ὡς συνεργῆσον ἀλλ’ ὡς μὴ ἐμποδίσον μεταβαλεῖν χρή
无人称动词 χρή(应当、需要)搭配不定词 μεταβαλεῖν,并由 ὡς 连同未来时分词(οὐχ ὡς συνεργῆσον ἀλλ’ ὡς μὴ ἐμποδίσον)构成表示意图或目的的结构。不定词隐含的主语是身体(τὸ σῶμα),即“并非为了起协同作用,而是为了不起阻碍作用[身体]需要发生变化”。
