← 辛普里丘

亚里士多德《论灵魂》注释

§121.7-122.20

潜能与现实的两个阶段及知识的习得与运用

针对亚里士多德在《论灵魂》417a21–32中提出的潜能与实现的两个阶段(初学者与已获知识者),辛普里丘否定了灵魂自身的性质转变,解释了获取知识与实施知识的差异,并预先探讨了感觉中“受动”的双重含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.91

" Διαιρετέον δὲ καὶ περὶ δυνάμεως καὶ ἐντελεχείας." Ἐξ ὧν καὶ τὸ πάσχειν διακριθήσεται, ὅτι ἐν τροπῇ καὶ τῇ ἄλλοτε ἄλλῃ διαθέσει, ἀλλ’ οὐκ ἐν τῇ κατ’ ἐνέργειαν μεταβολῇ.1

“但也必须对潜能和完全实现作出区分。” 由此也可以辨明,受动是处于转变以及时时相异的性状之中,而不在依实现活动的变化之中。

§2.92

"Νῦν γὰρ ἁπλῶς λέγομεν, ἃ λέγομεν περὶ αὐτῶν." Ἀντὶ τοῦ ἀδιορίστως. ἐφ’ οἷς διὰ παραδείγματος τοῦ ἐπιστήμονος τὸ διττὸν παραδίδωσι τοῦ δυνάμει· τὸ μὲν πρὸς γένεσιν τὴν ἀτελῆ παρέχον ἐπιτηδειότητα, τὸ δὲ πρὸς ἐνέργειαν κατὰ τὴν ἤδη μὲν παρεσκευασμένην εἰς τὸ ἐνεργεῖν ἕξιν, οὐ μὴν ἐνεργοῦσαν καὶ ταύτῃ ἀπολειπομένην τῆς τελειότητος. ἐν γὰρ τοῖς τρισὶ τὸ τέλειον, ἐν οὐσίᾳ, δυνάμει, ἐνεργείᾳ. ἅπας μὲν οὖν ἄνθρωπος δυνάμει ἐπιστήμων ὡς πεφυκὼς γίνεσθαι διὰ μαθήσεως, καὶ τῷ γένει τοῦτο τουτέστι τῇ ἀνθρωπίνῃ ὑπάρχει φύσει, καὶ ὑλικὸν τὸ τοιοῦτον δυνάμει ὡς τῷ γίνεσθαι καὶ τῷ ἑτέρωθεν δέχεσθαι τελειούμενον· διὸ πρόσκειται τὸ καὶ ὕλη. ὁ δὲ ἤδη τὴν ἐπιστημονικὴν ἀπειληφὼς ἕξιν μὴ ἐνεργῶν δὲ οὐδὲ πρὸς τὸ αὐτό ἐστι δυνατός· οὐ γὰρ πρὸς γένεσιν, ἀλλὰ πρὸς θεωρίαν, οὐ κατὰ τὴν ὑλικὴν δύναμιν, ἀλλὰ κατὰ εἰδητικὴν μέν, μεριστῶν δὲ πραγμάτων, οὐ τῷ διεσπάσθαι μόνον ἀπὸ τῆς οὐσίας τὴν ἐνέργειαν, ἀλλὰ μειζόνως μεριζομένην καὶ τῷ μὴ ἀεὶ ἐνεργεῖν2 ἢ τῷ μὴ βούλεσθαι ἢ τῷ ὑπό τινος κωλύεσθαι. ἅπερ ἄμφω καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν, ἐὰν μή τι κωλύῃ· δῆλον γὰρ ὡς καὶ βούλεται ἐνίοτε καὶ βουληθεὶς κωλύεται. ἀλλ’ εἰ καὶ τῆς ἀμερίστου ὁ τοιοῦτος ἀπολείπεται τελειότητος καὶ τοῦ ἀεὶ εἶναι ἐν τέλει, ποτὲ ὅμως κατὰ τὰ αὐτῷ πρέποντα μέτρα γίνεται τέλειος, ὁπότε ἤδη θεωρεῖ. οἱ δὲ πρῶτοι δύο ἐπιστήμονες ἀτελεῖς πως καὶ κατὰ δύναμιν ἀμφότεροι, ἀλλ’ ὁ μὲν τελειούμενος ἀλλοιώσει τῇ διὰ τῆς μαθήσεως, γενέσει τινὶ οὔσῃ οὐ τῆς ψυχῆς ἀλλοιουμένης (συνεχὴς γὰρ καὶ πάντῃ διαιρετὴ κίνησις ἡ ἀλλοίωσις, ἡ δὲ ψυχὴ καθ’ ὅρους ἀεὶ ἵσταται), ἀλλὰ ταύτης μὲν ἀθρόως, εἰ καὶ ποτέ, κατὰ τὴν ἔνδοθεν προβολὴν ἐν τῇ ἐπιστημονικῇ γινομένης ἕξει, περὶ δὲ τὸ ζῷον ὁρωμένης τῆς ἀλλοιώσεως,3 ὡς ἐν τῷ ἑβδόμῳ ταῦτα τῆς Φυσικῆς εἴρηται ἀκροάσεως. τὸ δὲ καὶ πολλάκις ἐξ ἐναντίας μεταβαλὼν ἕξεως εἴρηκεν ἢ διὰ τὸ κατὰ πλείους μερικωτέρων λόγων προβολὰς καὶ πλεονάκις γενομένας ἀθρόαν ὕστερον τὴν τελείαν ἐπιγίνεσθαι ἕξιν, ἢ ἀντὶ τοῦ ἐνίοτε τοῦ πολλάκις λεγομένου, ὃ καὶ μᾶλλόν μοι ἀρέσκει. σαφῶς γὰρ ἐν τοῖς Ἀποδεικτικοῖς τὴν μὲν εἶναί λέγει κατὰ ἀπόφασιν ἄγνοιαν, τὴν δὲ ἐναντίαν, τὴν μὲν τοῦ ἀληθοῦς μόνου ἐστερημένην, τὴν δὲ καὶ τὸ ἀντικείμενον προσιεμένην ψεῦδος. ἐνίοτε οὖν ἡ εἰς ἐπιστήμην μεταβολὴ ἐκ ψευδοδοξίας γινομένη καὶ ἐξ ἐναντίας γίνεται ἕξεως.

“因为现在关于它们,我们只是在简单地谈论我们所说的。” 这是用以代替“未加界定地”。在此基础上,他通过有知识之人的例子传授了潜能的双重性:一种是为生成提供不完全的适合性,另一种则是依于已经为活动作好准备、但确实未在活动且因此未达完全性的品质而朝向实现活动。因为完全性存在于三者之中:在实体中、潜能中和实现活动中。因此,一切人就其具有通过学习而成为有知识者的本性而言,都是潜在的有知识者,并且这属于属,即属于人的本性;而这样的潜能是质料性的,因为它是通过生成和从他处接受而得以完成的;所以补充了“也是质料”。但是,那个已经获得知识的品质却未在活动的人,其潜能甚至并非针对同一事物;因为这并非朝向生成,而是朝向观照,不是依照质料性的潜能,而是依照形式性的、关于可分事物的潜能,不仅因实现活动从实体中脱离出来,而且因不总是活动、或因不愿活动、或因受某物阻碍而受到更大的分割。他自己也通过“在愿意时便能够观照,只要没有东西阻碍”指明了这两点;因为显然他有时会愿意,而即使愿意了也会受到阻碍。但是,即使这样的人缺失了不可分割的完全性以及始终处于终极之中的状态,然而一旦他已经在观照,在某个时刻他就依照适合于他的尺度成为了完全的。然而前两种有知识的人在某种程度上都是不完全的,且两者都是依照潜能的;但前一种是通过学习所带来的性质转变而得以完全,〔这种性质转变〕是一种生成,但并不是灵魂发生性质转变(因为性质转变是一种连续且完全可分割的运动,而灵魂总是立足于界限上),而是灵魂在产生时——如果有的话——依于内在的投射而在一瞬间处于知识的品质之中,而性质转变则见于动物,正如在《自然哲学听友》第七卷中所阐明的那样。至于他所说的“并且常常是从相反的品质转变而来”,要么是因为通过对更多局部理性原则的多次投射且发生得更为频繁,随后那完全的品质便在一瞬间相随产生;要么是因为“常常”被用来代替“有时”,而这也更令我赞同。因为在《后分析篇》中他明确地说,一种无知是依于否定的,另一种则是相反的无知;前者仅仅缺乏真理,而后者则兼收了对立的虚妄。因此,有时向知识的转变是从虚假意见中发生的,也是从相反的品质中发生的。

§2.93

"Ὁ δὲ ἐκ τοῦ ἔχειν τὴν αἴσθησιν ἢ τὴν γραμματικήν, μὴ ἐνεργεῖν δὲ εἰς τὸ ἐνεργεῖν ἄλλον τρόπον." Πρὸς μὲν γὰρ τὸ ἐπιστημονικῶς ἐνεργῆσαι οὐδὲ ὅλως ἀλλοιωθῆναί τι δεῖ τὸ ὄργανον, ἐὰν μὴ ἐν μέθαις ἢ νόσοις ἢ ὕπνοις ᾖ· πρὸς δὲ τὸ αἰσθητικῶς παθεῖν μέν τι δεῖ, οὐ μὴν οἷον τὸ ἐπὶ τῆς οὐσιώδους γενέσεως πάθος, ἵνα γένηται αἰσθητικόν, κατὰ τὰς οὐσιώδεις μεταβαλλόμενον ἐμφάσεις, ἀλλὰ κατὰ συμβεβηκυίας τινὰς καὶ ταύτας παθητικὰς μεταβαλλόμενον ποιότητας· διὸ ἄλλον τρόπον. πρὶν δὲ αὐτὸ σαφηνίσαι τὸ πῶς ἄλλον τρόπον, ἐπειδὴ διττὸν ἔθετο τὸ δυνατόν, τέως ὅτι καὶ τὸ πάσχειν διττὸν ὑπομιμνήσκει· περὶ γὰρ ἀμφοῖν πρόκειται λέγειν. τὸ μὲν γὰρ φθορά τις καὶ μεταβολὴ ἀπὸ εἴδους εἰς στέρησιν, καὶ ὑπὸ τοῦ ἐναντίου μεταβαλλόμενον, ὑπὸ ψυχροῦ φέρε τὸ θερμόν, ἵνα εἰς τὴν τοῦ θερμοῦ ἐλθὸν στέρησιν ἐξομοιωθῇ τῷ δρῶντι ψυχρῷ, ᾧ ἡ τοῦ θερμοῦ συμπέφυκε στέρησις.

“而从具有感觉或文法知识却未活动转变到活动着的人,则是以另一种方式。” 因为要以知识的方式活动,器官根本不需要发生任何性质转变(除非处于醉酒、疾病或睡眠之中);但要以感觉的方式活动,器官确实需要承受某种作用,不过绝不像在实质生成中为了成为具感觉能力者而承受的情态那样——即依实质的显现而转变——而是依照某些偶性的、而且具有受动性的性质而转变;因此是“以另一种方式”。但在阐明究竟如何是“另一种方式”本身之前,既然他设定潜能是双重的,他暂时提醒我们受动也是双重的;因为摆在前面的正是关于两者的论述。因为一种受动是某种毁灭以及从形式向缺乏的转变,并且是由相反者引起的转变,例如热被冷所转变,以便进入热的缺乏状态,从而相似于施加作用的冷者——热的缺乏本性上就与冷者相伴生。

语法注3 条
  1. 2.91ὅτι ἐν τροπῇ καὶ τῇ ἄλλοτε ἄλλῃ διαθέσει, ἀλλ’ οὐκ ἐν τῇ κατ’ ἐνέργειαν μεταβολῇ

    ὅτι 从句充当名词性从句,引出 διακριθήσεται 的具体内容(辨明何事)。主语 τὸ πάσχειν 前置(提引),构成“受动……这一点也将被辨明”的句式。

  2. 2.92οὐ τῷ διεσπάσθαι μόνον ἀπὸ τῆς οὐσίας τὴν ἐνέργειαν, ἀλλὰ μειζόνως μεριζομένην καὶ τῷ μὴ ἀεὶ ἐνεργεῖν

    μειζόνως μεριζομένην 是阴性单数宾格分词,修饰前面的 εἰδητικὴν [δύναμιν]。在“οὐ τῷ... ἀλλὰ...”的对比结构中,分词插入于原因与格短语(τῷ διεσπάσθαι 与 τῷ μὴ ἀεὶ ἐνεργεῖν)之间,构成轻微的倒置与句式交错,意为“不仅由于活动从实体中脱离……而且因受到更大的分割,也由于并不总是活动……”。

  3. 2.92οὐ τῆς ψυχῆς ἀλλοιουμένης ... ἀλλὰ ταύτης μὲν ... γινομένης, περὶ δὲ τὸ ζῷον ὁρωμένης τῆς ἀλλοιώσεως

    通过平行的属格绝对结构构成的对比。相对于被否定的前提“并不是灵魂发生性质转变(οὐ τῆς ψυχῆς ἀλλοιουμένης)”,肯定性的内容通过由 μὲν... δέ... 对置的双重属格绝对结构展开:“一方面灵魂(ταύτης)一瞬间生成,另一方面性质转变则在动物身上被观察到”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:121.7-122.20