- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:119.30-121.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德对感觉与感知的区分(417a9–18),辛普利丘将感觉归为实体、将感知归为实现活动,并定位于第二潜能。随后他梳理了受动、运动与实现活动的关系,并阐明施动者如何通过预先包含的形式使受动者趋于相似。
" Ἐπειδὴ δὲ τὸ αἰσθάνεσθαι λέγομεν διχῶς." Ὡς τὸ αἰσθάνεσθαί φησι διττόν, δυνάμει τε καὶ ἐνεργείᾳ, οὕτω διχῶς λέγεται καὶ ἡ αἴσθησις. δηλοῖ δὲ αὐτῷ ἡ μὲν αἴσθησις τὴν οὐσίαν τῆς τοιαύτης ψυχῆς, τὸ δὲ αἰσθάνεσθαι τὴν ἐνέργειαν. καὶ ὀρθῶς ὁποία ἡ οὐσία ἐκ τῆς ἐνεργείας τεκμαίρεται. ἔσται οὖν καὶ ἡ οὐσία ἢ δυνάμει ἢ ἐνεργείᾳ, οὐ κατὰ τὸ πρότερον καὶ ἀτελέστατον δυνάμει (ἐν στερήσει γὰρ ἐκεῖνο) ἀλλὰ κατὰ τὸ δεύτερον, οἷα τὰ κατὰ τὸν ἐπιστήμονα μὲν οὐκ ἐνεργοῦντα δέ· ἤδη γὰρ τῷ αἰσθητικῷ χαρακτηρίζεται εἴδει. ἀτελὲς δὲ καὶ τὸ τοιοῦτον δυνάμει· ἐν γὰρ τῇ ἐνεργείᾳ ἡ τελειότης, καὶ τελεία οὐσία ἡ κατὰ φύσιν ἐνεργοῦσα, ἡ δὲ μὴ ἐνεργοῦσα ποτὲ τῆς ἁπλῶς ἀπολείπεται τελειότητος.
“既然我们是在两种意义上谈论感知。” 正如他说感知是双重的,既在潜能中又在现实中,感觉同样也是以两种方式被谈论的。对他而言,感觉表示这种灵魂的实体,而感知则表示其实现活动。并且他是正确的,实体具有何种性质是从实现活动推断出来的。因此,实体也将要么在潜能中,要么在现实中,并非依于较早的且最不完全的潜能(因为那处于缺乏之中),而是依于第二种潜能,就像处于具有知识却未进行活动之人的状态中的事物那样;因为它已经由感觉的形式所规定。然而,这样的潜能也是不完全的;因为完全性在于实现活动,而完全的实体是依照本性活动着的实体,从未进行活动者则未达到绝对的完全性。
"Ὁμοίως δὲ καὶ τὸ αἰσθάνεσθαι." Ἐκ τῆς ἐνεργείας ἐπὶ τὴν οὐσίαν ἀναπεμφθεὶς ὡς ἐξ αἰτιατοῦ εἰς τὸ αἴτιον, ἀξιοῖ καὶ ἐπιστημονικώτερον ἐκ τοῦ αἰτίου ὁρᾶν τὸ αἰτιατὸν καὶ ἐκ τῆς οὐσίας τὴν ἐνέργειαν.
“同样也适用于感知。” 在从实现活动被引回实体——如同从结果引回原因——之后,他也认为更具科学性的做法是从原因来看结果,从实体来看实现活动。
"Πρῶτον μὲν ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ τοῦ κινεῖσθαι καὶ τοῦ ἐνεργεῖν λέγομεν." Εἰρηκὼς τὸ αἰσθάνεσθαι πρότερον μὲν ἐν τῷ κινεῖσθαι καὶ πάσχειν συμβαίνειν, ὑποκατιὼν δὲ πρὸς τὸ δυνάμει ἀντιδιαιρούμενον ἤδη ἐνεργοῦν φάμενος καὶ ἐπὶ τοῦ αὐτοῦ ἐπὶ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως τῷ τε κινεῖσθαι καὶ τῷ πάσχειν καὶ τῷ ἐνεργεῖν χρησάμενος, αὐτό τε τοῦτο ἐπισημαίνεται1 καὶ ἀπολογεῖται ὑπὲρ τῆς ἐνεργείας, ὡς καλῶς αὐτῇ τρόπον τινὰ καὶ ἐπὶ τῆς κινήσεως χρώμενος, διὰ τὸ καθάπερ ἐν τῇ Φυσικῇ ἀκροάσει εἴρηται τὴν κίνησιν ἀτελῆ εἶναι ἐνέργειαν (ἡ γὰρ τελεία καὶ ἀμέριστος δῆλον ὅτι οὐ κίνησις), οὐκέτι δὲ περὶ τοῦ πάσχειν καὶ κινεῖσθαι ὅπῃ ἀλλήλων διαφέρετον διορισάμενος. εἰ μὲν οὖν ἰδίως ἐπὶ τῆς κατὰ τὴν παθητικὴν ποιότητα λέγοι τὸ πάσχειν, δῆλον ὡς ἡ κίνησις ἔσται ἐπὶ πλέον· εἰ δὲ κατὰ τὴν ἁπλῶς τροπὴν ὑφ’ ἑτέρου πάντως ἐγγινομένην, εἰς ταὐτὸν ἂν δόξειεν ἄγεσθαι τὸ πάσχειν τῷ μεταβάλλειν· καὶ γὰρ ὑφ’ ἑτέρου καὶ ἐν τροπῇ ἅπασα μεταβολή. μήποτε δὲ ἡ μὲν κατ’ οὐσίαν καὶ ποιὸν καὶ ποσὸν ἐν τροπῇ πάντως, καὶ ὅση γε ποιητικὴ ἢ ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν ἢ ἀνάπαλιν γίνεται· ἐν τροπῇ2 γὰρ ἡ καθ’ ὅλον μεταβαλλομένου τινὸς διὰ τὸ ἄλλοτε ἄλλοις συντάττεσθαι· ὅση δὲ καὶ τὴν αὐτὴν φυλάττει πρὸς τὰ ἄλλα σύνταξιν, καὶ ἐν τῷ κατὰ φύσιν μένει, οὐ πάσχοντος ἀλλ’ ἐνεργοῦντος τὴν διάφορον τῶν τόπων μετάστασιν τοῦ κινουμένου, ὡς ἐν τοῖς εἰς τὸ τέταρτον τῆς Φυσικῆς ἀκροάσεως ἡμῖν εἴρηται, οὐκ ἂν ἐν τῷ πάσχειν εἴη, ὅτι μηδὲ ἐν τροπῇ. ἀλλὰ τοῖς Ἀριστοτέλους προσεκτέον.
“首先,我们仿佛在把受动、被推动和活动当作同一回事来谈论。” 亚里士多德在先前说过感知发生在被推动和受动之中,而在后文中则说是相对于在潜能中的东西而言那已经在活动着的东西,并在同一种事物即现实的感觉上,同时使用了被推动、受动和活动,因此他指出了这一事实,并为使用“活动”作了辩护,理由是:正如在《自然哲学听友》中所述,运动是一种不完全的实现活动(因为完全且不可分割的活动显然不是运动),因而他在某种意义上也把这个词恰当地应用于运动;但他没有进一步界定受动与被推动在何种方面彼此不同。如果他是在专门意义上把受动说成是关于受动性性质的,显然运动的范围会更广;但如果按照完全由他者引起的一般转变来谈论,受动似乎就等同于变化;因为一切变化既是由他者引起的,也是处在转变之中。然而,依实体、性质和数量的变化也许完全处于转变之中,并且凡是造生性的、或从反常状态进入自然状态或反之亦然的变化也是如此;因为作为整体发生转变之物的变化,是处于因不同时间与不同事物相组合而产生的转变之中;但凡是保持对于其他事物的相同秩序、并留在自然状态之中,被推动之物不是在受动而是在作为实现活动实施不同处所的位移的变化——正如我们在对《自然哲学听友》第四卷的注解中所说的——就不会属于受动,因为它甚至不属于转变。不过,我们必须留意亚里士多德的论述。
"Πάντα δὲ πάσχει καὶ κινεῖται ὑπὸ τοῦ ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος." Τοῦτο δηλαδὴ ἐνεργείᾳ3 ὄντος, ὅπερ τὸ πάσχον τέως μὲν δυνάμει, ὕστερον δὲ γίνεται ἐνεργείᾳ, εἴ γε ἐν τῷ πεπονθέναι ὁμοιοῦται τῷ ποιοῦντι. ἀλλ’ οὔτε ἡ τρίψις ἔχει θερμότητα, καίτοι ἐμποιοῦσα, οὔτε μάστιξ μώλωπας. οὔτε γὰρ πάσχειν δεῖ τὸ ποιοῦν ὅπερ ποιεῖ, ἀλλ’ ἐνεργεῖν, καὶ ταύτῃ ἐστὶ τῇ ἐνεργείᾳ τὸ ποιοῦν οἷον τὸ ἐν τῷ πάσχοντι ἀποτελούμενον, οὐ παθητικῶς ἀλλ’ ἐνεργητικῶς. οὐ κατὰ Πλάτωνα ἄρα μόνον, ἀλλὰ καὶ κατὰ Ἀριστοτέλην ἐν τῷ ποιητικῷ αἰτίῳ τὰ εἴδη προείληπται τῶν ἀποτελουμένων, οὐ παθητικῶς δηλαδὴ ἀλλ’ ἐνεργητικῶς καὶ οὐσιωδῶς, ἐν οἷς ἡ ἐνέργεια ἡ αὐτὴ τῇ οὐσίᾳ.
“凡物皆由主动的且在现实中的事物所作用和推动。” 显然,是由在现实中存在着这一形态的事物——即受动者暂时在潜能中所是、而在后来在现实中所变成为的形态——所作用的,既然受动者在已经受动时变得相似于施动者。然而,摩擦本身并不具有热,尽管它产生热;鞭子也不具有伤痕。因为施动者无需承受它所施加的东西,而是去实施活动;并且施动者通过这一实现活动而呈现为在受动者之中所产生之物的形态,不是以受动的方式,而是以主动的方式。因此,不仅依照柏拉图,而且依照亚里士多德,生成之物的形式都预先包涵于作因之中,显然不是以受动的方式,而是以主动且实质的方式,在那些实现活动与实体同一的事物之中。
"Διὸ ἔστι μὲν ὡς ὑπὸ τοῦ ὁμοίου πάσχει, ἔστι δὲ ὡς ὑπὸ ἀνομοίου." Τὸ γὰρ ἔτι πάσχον δυνάμει ἐστὶν ὅμοιον ἀλλ’ οὐκ ἐνεργείᾳ τῷ ποιοῦντι, τὸ δὲ πεπονθὸς ἁπλῶς ὅμοιον.
“因此,在某种意义上它是受相似者作用,在另一种意义上是受不相似者作用。” 因为仍在受动的事物在潜能上相似于施动者,但在现实中并不相似;而已经受动完毕的事物则是绝对地相似。
- 2.88Εἰρηκὼς τὸ αἰσθάνεσθαι πρότερον μὲν ἐν τῷ κινεῖσθαι καὶ πάσχειν συμβαίνειν, ὑποκατιὼν δὲ πρὸς τὸ δυνάμει ἀντιδιαιρούμενον ἤδη ἐνεργοῦν φάμενος καὶ ἐπὶ τοῦ αὐτοῦ ἐπὶ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως τῷ τε κινεῖσθαι καὶ τῷ πάσχειν καὶ τῷ ἐνεργεῖν χρησάμενος, αὐτό τε τοῦτο ἐπισημαίνεται
主句的主语省略(上下文指亚里士多德),主动词为 ἐπισημαίνεται 和 ἀπολογεῖται。句首并列的分词 εἰρηκώς、φάμενος 以及 χρησάμενος 均修饰该主语,概括了亚里士多德在前文论述中交替使用运动、受动与活动的情况,作为其在此处作出说明和辩解的背景或原因。
- 2.88ὅση δὲ καὶ τὴν αὐτὴν φυλάττει πρὸς τὰ ἄλλα σύνταξιν... οὐκ ἂν ἐν τῷ πάσχειν εἴη, ὅτι μηδὲ ἐν τροπῇ.
关系代词 ὅση 承接前文的阴性名词 μεταβολή(变化),充当潜能祈愿语气述谓 οὐκ ἂν ἐν τῷ πάσχειν εἴη(不会属于受动)的主语。夹在中间的 οὐ πάσχοντος ἀλλ’ ἐνεργοῦντος... τοῦ κινουμένου 为属格独立结构,说明发生位移之物并非在受动,而是在作为实现活动实施处所的移换。
- 2.89Τοῦτο δηλαδὴ ἐνεργείᾳ ὄντος, ὅπερ τὸ πάσχον τέως μὲν δυνάμει, ὕστερον δὲ γίνεται ἐνεργείᾳ
此句是针对引文中 ὑπὸ τοῦ ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος 的句法疏解。分词 ὄντος 保持了引文的属格,τοῦτο 指向由关系从句 ὅπερ τὸ πάσχον... 所引导的表语内容,即“在现实中正是受动者暂时在潜能中所是的那种形态”。
