← 辛普里丘

亚里士多德《论灵魂》注释

§118.22-119.29

感觉的潜能性与不能感知自身之疑难的解决

针对亚里斯多德关于感觉能力不在现实中而仅在潜能之中的结论,辛普利丘阐明了何以通过缺乏自足性以及受动需要外部作用者这一结构,化解诸感觉不感知自身且不感知器官内元素的双重疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.84

" Ὧν ἐστιν ἡ αἴσθησις καθ’ αὑτὰ ἢ τὰ συμβεβηκότα τούτοις." Τῶν γὰρ στοιχείων ἐστὶν ἡ αἴσθησις ἢ κατὰ τὰ καθ’ αὑτὰ αὐτοῖς ὑπάρχοντα ἢ κατὰ τὰ ἄλλως αὐτοῖς συμβεβηκότα. καὶ γὰρ τῆς ἀντιτυπίας αἰσθανόμεθα τῆς γῆς καθ’ αὑτὸ αὐτῇ συμβεβηκυίας, καὶ τοῦ ὁποιουοῦν αὐτῆς χρώματός τε καὶ μεγέθους.

“存在关于它们自身的感觉,或关于附属于它们之物的感觉。” 因为关于诸元素的感觉,要么依于自身属于它们的东西,要么依于在其他方面附属于它们的东西。事实上,我们感知到大地的坚抗是自身附属于它的,同时也感知到它所有的任何颜色和大小。

§2.85

"Δῆλον οὖν ὅτι τὸ αἰσθητικὸν οὐκ ἔστιν ἐνεργείᾳ, ἀλλὰ δυνάμει μόνον." Λύει διὰ τούτων τὴν δοκοῦσαν ἀπορίαν. τὸ γὰρ ἀφ’ ἑαυτῆς εἰς ἑαυτὴν ἐγείρεσθαι τῆς τελείας ἐστὶ καὶ κατ’ ἐνέργειαν ἑστώσης ζωῆς. ὅση δὲ μὴ ἀφ’ ἑαυτῆς ἐγείρεται ἢ πρὸς τὰ ἔξω ἀποτείνεται, οὐκ αὐτάρκης ἀλλ’ ἐνδεὴς ἑτέρου καὶ δυνάμει ἀτελής πως διὰ τοῦτο, ὡς πρὸς τὴν ἐνέργειαν ἑτέρου ἐνδεὴς ἢ τοῦ πρὸς ὃ ἢ τοῦ ὑφ’ οὗ.1 ἀλλ’ ἡ κατὰ θάτερον μόνον οὖσα ἐνδεής, ἐγειρομένη μὲν ἐξ ἑαυτῆς, πρὸς δὲ τὰ ἔξω φερομένη, ἢ ὑπὸ τῶν ἐκτὸς εἰς ἑαυτὴν ἐπιστρεφομένη, οὐ πάντῃ ἐστὶν ἀτελὴς οὐδὲ μόνον δυνάμει· ἡ δὲ καὶ ὑπό τινος τῶν ἔξω κινουμένη καὶ μόνων οὖσα τῶν ἐκτὸς ἀντιληπτικὴ ὡς κατ’ ἄμφω ἐνδεὴς μόνον ἐστὶ δυνάμει. ἐσχάτη γὰρ οὖσα γνωστικὴ ζωὴ ἡ αἰσθητικὴ καὶ ἑτέρων ἐστὶν ἀλλ’ οὐχ ἑαυτῆς προηγουμένως γνωστική, καὶ ὑπὸ τῶν ἔξω κινεῖται οὐχ ὡς τὰ ἄψυχα, ἀλλ’ ὡς ἔνδοθεν μὲν ἐγειρομένη, ἵνα καὶ ζωτικὴ ᾖ ἐνέργεια, προηγησαμένῳ δὲ τῷ περὶ τὸ αἰσθητήριον ἐγγινομένῳ ὑπὸ τοῦ ἐκτὸς πάθει ἐπακολουθοῦσα2 καὶ περὶ αὐτὸ ἐγειρομένη ἔνδοθεν, καὶ τελειουμένη μὲν κατὰ τὴν ἔνδοθεν τῶν λόγων προβολήν, ὑπὸ δὲ τῶν ἐκτὸς λεγομένη τελειοῦσθαι, ὡς περὶ τὸ ὑπ’ αὐτῶν ἐν τῷ αἰσθητηρίῳ γινόμενον πάθος τελείως οἴκοθεν ἐγειρομένη· ὡς τὸν ἄρτον κινητικόν φασιν τῆς ὀρέξεως, οὐ δρῶντα τι εἰς αὐτήν, ἀλλὰ περὶ αὐτὸν ἀφ’ ἑαυτῆς ἐκείνης ἐγειρομένης· καὶ ὡς τὸ σῶμα τῆς ψυχικῆς κακίας αἰτιᾶται Πλάτων, οὐ ποιοῦν εἰς αὐτήν τι, ἀλλ’ ἐκείνης διὰ τὴν ἄγαν περὶ τὸ σῶμα στροφὴν ὑφ’ ἑαυτῆς κακυνομένης. ἔστι μὲν οὖν καὶ ἡ φαντασία μόνων τῶν ἐκτὸς ἀντιληπτικὴ καὶ ὑπὸ τῶν τοῦ αἰσθητηρίου κινουμένη παθῶν τὴν ἀρχήν, ἀλλὰ μετὰ τὴν πρώτην κίνησιν καὶ ἀφ’ ἑαυτῆς προβάλλει τοὺς τύπους καὶ ἐνεργεῖ καὶ μὴ παρόντων τῶν ἔξωθεν. ἡ δὲ αἴσθησις ἀεὶ παρόντων δεῖται, ἵνα ἐνεργήσῃ. διὸ μόνον δυνάμει καὶ οὐχὶ καὶ ἐνεργείᾳ τὸ αἰσθητικόν, ὡς οὐδέποτε καθ’ ἑαυτὸ ἄνευ τῶν ἔξω παρόντων ἐνεργοῦν. διὰ τί οὖν μὴ ἔστι τῶν αἰσθήσεων αἴσθησις; ὅτι ἐνεργείας ἐστὶν αὐτοτελοῦς ἡ πρὸς ἑαυτὸ ἐπιστροφή, δυνάμει δὲ μόνον ἡ αἴσθησις. διὰ τί δὲ μὴ τῶν ἐν τῷ αἰσθητηρίῳ ἀντιλαμβάνεται στοιχείων; ἐπειδὴ παθεῖν τε δεῖ τὸ αἰσθητήριον ὑπὸ τοῦ αἰσθητοῦ, ἵνα κινηθῇ εἰς ἐνέργειαν ἡ αἴσθησις, πάσχει δὲ οὐδὲν ὑφ’ ἑαυτοῦ, ὡς οὐδὲ τὸ καυστὸν καίεται ἄνευ τοῦ καυστικοῦ. ἀπήντησεν οὖν καὶ πρὸς τὴν δευτέραν ἀπορίαν διὰ τῶνδε, ὅτι ὡς οὐδὲ τὸ καυστὸν ἄνευ τοῦ καυστικοῦ καίεται, οὕτω δηλαδὴ οὐδὲ τὸ αἰσθητήριον πάθοι ἂν ὑφ’ ἑαυτοῦ. ἀλλ’ ἐνεργείᾳ ὂν φέρε τὸ πῦρ ἐν τῷ αἰσθητηρίῳ πῶς οὐ κινεῖ τὴν αἴσθησιν; ὅτι οὐδὲ τὸ ἔξω πῦρ εἰς αὐτὴν δρᾷ τὴν αἴσθησιν, ἀλλ’ εἰς τὸ αἰσθητήριον, αὐτὸ δὲ οὐδὲν εἰς ἑαυτὸ δρᾷ.

“显然,感觉能力不是在现实中,而只是在潜能中。” 他通过这些话化解了表面上的疑难。因为由自身激发而指向自身,属于完美的、立于现实之中的生命。而凡不是由自身激发或伸展向外部事物的生命,都不是自足的,而是缺乏另一者,并因此在某种程度上依潜能而言是不完全的,因为就实现活动而言它缺乏另一者——要么缺乏所朝向的对象,要么缺乏发动的作用者。然而,仅在一方面有所缺乏的生命,一方面从自身激发起,但朝向外部事物,或者被外部事物促使而折转向自身,它并不是全然不完全的,也不仅仅在潜能中;但既被外部的某物推动,又仅仅能把握外部事物的生命,作为在两方面都有所缺乏者,则仅仅在潜能中。因为感觉生命作为最低等的认识性生命,首先是认识他物而非认识自身的,并且它被外部事物推动并非如无灵魂之物那样,而是作为从内部被激起的——以便它也是一种生命性的实现活动——跟随着预先发生并由外部事物产生在感觉器官周围的受动,围绕这一受动从内部被激起;虽然它依据内部的本质法则的投射而得以完成,却被说成是由外部事物所完成的,因为它是围绕着由外部事物在感觉器官中引起的受动完全由自身内部激起的。这正如人们说面包能激起食欲,并非面包对食欲有所作用,而是食欲围绕着面包由自身激起;又如柏拉图将灵魂的败坏归咎于身体,并非身体对灵魂有所作用,而是灵魂由于过度围绕身体打转而由自身变坏。固然,表象也仅仅能把握外部事物,并在开端时被感觉器官的受动所推动,但在初次运动之后,它也由自身投射诸印记,并且在外部事物不在场时也进行实现活动。然而感觉为了进行实现活动,总是需要外部事物在场。因此感觉能力仅仅在潜能中,而不在现实中,因为它若没有外部事物的在场就绝不能凭自身进行实现活动。那么,为什么不存在关于诸感觉的感觉呢?因为转向自身属于自足完全的实现活动,而感觉仅仅在潜能中。又为什么它不把握感觉器官之中的元素呢?因为感觉器官必须受到感觉对象的作用,以便感觉被推动进入实现活动,但没有任何东西受自身所作用,正如可燃之物若无燃烧作用者就不会燃烧。因此,他也通过这些考量回答了第二个疑难:正如可燃之物若无燃烧作用者就不会燃烧,同样地,感觉器官显然也不会受自身所作用。但是,假设火在感觉器官中现实地存在,它为什么不推动感觉呢?因为外部的火也并不对感觉本身发生作用,而是对感觉器官发生作用,而感觉器官本身绝不对自身发生作用。

语法注2 条
  1. 2.85ἢ τοῦ πρὸς ὃ ἢ τοῦ ὑφ’ οὗ

    由冠词加介词短语构成的属格名词化结构,附属于前文的 ἑτέρου ἐνδεής(缺乏另一者),具体限定了实现活动所依赖的两种维度:朝向的对象(τοῦ πρὸς ὅ)或促动的作用者(τοῦ ὑφ' οὗ)。

  2. 2.85προηγησαμένῳ δὲ τῷ περὶ τὸ αἰσθητήριον ἐγγινομένῳ ὑπὸ τοῦ ἐκτὸς πάθει ἐπακολουθοῦσα

    复合与格短语 προηγησαμένῳ... πάθει 受分词 ἐπακολουθοῦσα(跟随着)支配。这一结构体现了新柏拉图主义的感觉学说:感觉生命本身并不直接受动,而是跟随器官中预先发生的身体性受动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:118.22-119.29