- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:117.3-118.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德转向对一切感觉的总体考察,梳理了关于感觉是受动与变质的观点及先行动说,并进而阐明了为何没有关于感觉自身的感觉,以及感觉器官内虽包含元素为何脱离外部对象便不能产生感觉这一疑难。
" Λέγωμεν, φησί, κοινῇ περὶ πάσης αἰσθήσεως." Ἐρεῖ μὲν γὰρ ἰδίᾳ καὶ περὶ ἑκάστης, πρότερον δὲ ἁπλῶς περὶ αἰσθήσεως λέγων κοινὴν πασῶν ποιεῖται τὴν θεωρίαν.
“他说,让我们共同论述关于一切感觉。” 因为他固然也将分别论述每一种[感觉],但在此之前通过单纯地论述感觉,他使这一考察成为适用于一切[感觉]的共通考察。
"Ἡ δὲ αἴσθησις ἐν τῷ κινεῖσθαί τι καὶ πάσχειν συμβαίνει "Οὐκ αὐτὴν τὴν αἰσθητικὴν ζωήν (ἐνεργείᾳ γάρ ἐστι κριτική) ἀλλ’ ἐν τῷ κινεῖσθαι τὸ αἰσθητήριον,1 διὸ καὶ οὕτως ἔφη ἐν τῷ κινεῖσθαί τι τὸ ὄργανον δηλαδή. καὶ ἐπεὶ ποιὰ πάντα τὰ ἴδια αἰσθητά, ὑφ’ ὧν προηγουμένως κινεῖται τὸ αἰσθητήριον, εἰκότως καὶ πάσχειν καὶ ἀλλοιοῦσθαι λέγεται· πεῖσις γὰρ καὶ ἀλλοίωσις ἡ κατὰ ποιότητα κίνησις.
“而感觉发生于某物被推动和受动之中。” 并非感觉生命本身[被推动或受动](因为在现实中它是辨别的),而是感觉器官被推动,因此他也这样说:“在某物被推动之中”,显然是指工具[即器官]。而且,由于所有固有的感觉对象——感觉器官原初地受其推动——都是具有性质的,因而它被说成受动和变质也是合情理的;因为依照性质的运动就是受动和变质。
"Δοκεῖ γὰρ ἀλλοίωσίς τις εἶναι." Τὸ δοκεῖ, ἐπεὶ οὐκ αὐτή ἐστιν ἀλλοίωσις ἡ αἴσθησις, φαίνεται δὲ τοῖς τὸ τοῦ αἰσθητηρίου πάθος ἐπὶ τὴν συμπλεκομένην αὐτῷ καὶ χρωμένην μετάγουσιν ἐνέργειαν.
“因为它似乎是某种变质。” 加上“似乎”,是因为感觉本身并不是变质,但在那些将感觉器官的受动转嫁到与之交织并使用它的实现活动上的人看来,它表现得像是如此。
"Φασὶ δέ τινες καὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν." Οὕτω κἀν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἱστορῶν καὶ διακρίνων τὸν λόγον οὐ περὶ τοῦ θρεπτικῶς ἢ αἰσθητικῶς, ἀλλὰ καθόλου καὶ ἁπλῶς περὶ τοῦ ποιεῖν τε καὶ πάσχειν. διὸ καὶ νῦν οὕτως εἶπεν εἰρῆσθαι ἐν τοῖς καθόλου περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγοις. οὐ γὰρ ἁπλῶς τὸ περὶ γενέσεως σύγγραμμα καθόλου καλεῖ, ἀλλὰ τοὺς ἐκεῖ ῥηθέντας περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγους.
“也有人说,相似者受相似者所作用。” 他在《论生成与消灭》中也是这样考察并辨析论述的,并非关于滋养性或感觉性的[作用与受动],而是普遍且单纯地关于作用与受动。因此现在他也这样说,这已在关于作用与受动的普遍论述中被说明了。因为他并非单纯地将《论生成》这部著作称为“普遍的”,而是指其中所阐述的关于作用与受动的论述。
"Ἔχει δὲ ἀπορίαν, διὰ τί οὐ καὶ τῶν αἰσθήσεων αὐτῶν γίνεται αἴσθησις." Πρὸς τὸ εἴρηται μὲν ἀποδέδοται οἶμαι τὸ ἔχει δὲ ἀπορίαν.2 κοινῶς μὲν γάρ φησιν ἐν ἐκείνοις περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἴρηται, τὴν δὲ δοκοῦσαν ἐπὶ τῶν αἰσθήσεων συμβαίνειν ἀπορίαν διὰ τῶν αὐτῶν λυτέον λόγων. ἀλλὰ τίς ἡ ἀπορία, καὶ διὰ τί δοκεῖ εἶναι ἀπορία; ἢ ὅτι ζωτικὴ καὶ γνωστικὴ οὖσα ἐνέργεια οὔτε ἑαυτῆς οὔτε τῶν ὀργάνων ἐστὶν ἑαυτῆς, ἀφ’ ἑαυτῆς ἐγειρομένη,3 καὶ ἐὰν μὴ κινηθῇ τὸ αἰσθητήριον παθὸν ὑπό τινος τῶν ἔξωθεν πρότερον. ζωτικὸν γὰρ τὸ ἔνδοθεν καὶ ἀφ’ ἑαυτοῦ ἐνεργεῖν καὶ τὸ κινεῖν τὰ σώματα, ἀλλ’ οὐκ αὐτὸ κινουμένων ἐκείνων πρὸς τὴν οἰκείαν δεῖσθαι ἐνέργειαν. διὰ τί γὰρ οὐ τῶν αἰσθήσεων αὐτῶν γίνεται αἴσθησις; οὐκ ἀντὶ τῶν αἰσθητηρίων εἰπὼν τῶν αἰσθήσεων, ὡς ὁ Ἀλέξανδρος ἐξηγεῖται· οὔτε γὰρ ἀντὶ τοῦ ὀργάνου εὔλογον τὸ χρώμενον εἰπεῖν, καὶ ἐπάγει τοῦτο ζητῶν·
“然而存在一个疑难:为什么不会也产生关于诸感觉本身的感觉。” 我认为,“然而存在一个疑难”是与[前文的]“固然已被说明”相对应而提出的。因为他说,在那些著作中固然已经共通地论述了关于作用与受动,但感觉上似乎产生的疑难必须通过相同的论述来化解。然而,这个疑难是什么,为什么它显得是一个疑难?难道不是因为,虽然它是生命性的和认识性的实现活动,但作为由自身激发起来的活动,除非感觉器官预先被来自外部的某种事物所作用而被推动,否则它既不是关于自身的[认识],也不是关于其器官的[认识]吗?因为从内部并由自身出发进行实现活动以及推动身体乃是生命性的特征,但它自身为了其固有的实现活动而需要那些身体被推动,则不是生命性的特征。因为为什么不会产生关于诸感觉本身的感觉呢?他并不是如亚历山大所解释的那样用“诸感觉”来代指“诸感觉器官”;因为用使用者来代替工具是不合情理的,并且他紧接着在探究中指出了这一点:
"Καὶ διὰ τί ἄνευ τῶν ἔξω οὐ ποιοῦσιν αἴσθησιν ἐνόντος πυρὸς καὶ γῆς καὶ τῶν ἄλλων στοιχείων." Ἔνεστι δὲ δηλαδὴ ἐν τοῖς ὀργάνοις τὰ στοιχεῖα, ἀλλ’ οὐχ ὡς τῷ Πλουτάρχῳ δοκεῖ πρὸς Ἐμπεδοκλέα ἀποτείνεται, ἐν ταῖς αἰσθήσεσιν αὐταῖς τὰ στοιχεῖα τιθέμενον. φθάνει τε γὰρ τοῦτο ἐλέγξας, καὶ νῦν πρὸς τῷ μὴ ἐλέγχειν καὶ ἀπολογεῖται4 ὑπὲρ τῆς δοκούσης ἀπορίας. ἔστιν οὖν ἡ ἀπορία, διὰ τί γνωστικὴ οὖσα ἡ αἰσθητικὴ ζωὴ οὐχ ἑαυτῆς ἐστι γνωστική, αὐτὴ ὑφ’ ἑαυτῆς εἰς ἑαυτὴν ἐγειρομένη, ἀλλὰ μόνων σωμάτων, καὶ ὑπ’ ἐκείνων κινουμένη. εἰ δὲ καὶ τῶν αἰσθητῶν σωμάτων ὄντων δεῖται, ἵνα διαναστῇ πρὸς τὴν αὐτῶν τῶν αἰσθητῶν γνῶσιν, διὰ τί μὴ πρὸς παρόντα τὰ αἰσθητήρια ἐγείρεται, αἰσθητὰ ὄντα καὶ τάδε διὰ τὸ ἐκ τεττάρων εἶναι στοιχείων; διὰ τί γάρ φησι μὴ τῶν αἰσθήσεων αὐτῶν γίνεται αἴσθησις; πρῶτον τοῦτο ἀπορῶν, διὰ τί μὴ ἑαυτῶν εἰσιν ἀντιληπτικαί, ἔπειτα καὶ διὰ τί ἄνευ τῶν ἔξω οὐ ποιοῦσιν αἴσθησιν, τουτέστι διὰ τί οὐκ ἐνεργοῦσιν αἰσθητικῶς (τοῦτο γὰρ τὸ τὰς αἰσθήσεις ποιεῖν αἴσθησιν), καίτοι παρόντων αἰσθητῶν, κἂν τῶν ἔξω τι μὴ παρῇ, τῶν στοιχείων ἐνόντων ἐν τοῖς αἰσθητηρίοις.
“以及为什么没有外部事物,它们就不产生感觉,尽管火、土和其他元素内在其中。” 元素显然内在存在于诸器官之中,但这并不是如普鲁塔克所认为的那样针对恩培多克勒,后者将诸元素置于诸感觉本身之中。因为[亚里斯多德]已经反驳过这一点,而且现在他不仅不加以反驳,甚至还在为这一表现出来的疑难进行辩护。因此,这一疑难在于:感觉生命既然是认识性的,为什么它不是认识自身的,即由自身激发以指向自身的,而仅仅认识物体并被它们所推动?即使它需要感觉对象的物体存在以便被激发去认识那些感觉对象本身,那为什么它不针对眼前存在的诸感觉器官而被激发呢?这些器官既然由四元素构成,也同样是感觉对象。因为他说:“为什么不会产生关于诸感觉本身的感觉?”他首先提出了这个疑难:为什么它们不把握自身;接着又问:为什么没有外部事物它们就不产生感觉,这就是说,为什么它们不进行感觉的实现活动(因为这就是“诸感觉产生感觉”的意思),尽管即便外部某物不在场,感觉对象也是在场的,因为元素就内在存在于诸感觉器官之中。
- 2.79Οὐκ αὐτὴν τὴν αἰσθητικὴν ζωήν (ἐνεργείᾳ γάρ ἐστι κριτική) ἀλλ’ ἐν τῷ κινεῖσθαι τὸ αἰσθητήριον
在宾语短语 Οὐκ αὐτὴν τὴν αἰσθητικὴν ζωήν 之后省略了谓词内容(如“被推动或受动”,或谓语动词 λέγει)。辛普里丘将亚里士多德原文“某物被推动(ἐν τῷ κινεῖσθαί τι)”中的不定代词 τι 解释为特指感觉器官(τὸ ὄργανον),从而严格区分了受动的器官与在现实中处于辨别状态的感觉生命本身。
- 2.82Πρὸς τὸ εἴρηται μὲν ἀποδέδοται οἶμαι τὸ ἔχει δὲ ἀπορίαν.
ἀποδέδοται πρὸς ... 是语法学和注释学的习语,意为“与……相对应而设立”。辛普里丘在句法上将 417a2 处的 ἔχει δὲ ἀπορίαν 中的 δέ 视为对前文 416b35/417a1 处 εἴρηται μὲν οὖν ... 中的 μέν 的呼应(apodosis),将作用与受动的普遍论述与感觉面临的特定疑难联系起来。
- 2.82οὔτε ἑαυτῆς οὔτε τῶν ὀργάνων ἐστὶν ἑαυτῆς, ἀφ’ ἑαυτῆς ἐγειρομένη
在 ἐστίν 之后的属格 ἑαυτῆς 和 τῶν ὀργάνων 表达认识活动的对象(宾格性属格),承接前面的 γνωστικὴ οὖσα ἐνέργεια(或省略了 αἴσθησις 作为表语)。第二个 ἑαυτῆς 是修饰 τῶν ὀργάνων 的所有格(“其自身的器官”),其后的分词短语 ἀφ’ ἑαυτῆς ἐγειρομένη 则表达“从自身被激发”的自发性质。
- 2.83πρὸς τῷ μὴ ἐλέγχειν καὶ ἀπολογεῖται
介词 πρός 搭配与格定冠词不定式结构 πρὸς τῷ μὴ ἐλέγχειν,表示追加意义(“在不加反驳之外”)。它与主要动词 ἀπολογεῖται 以及副词性 καί 相互呼应,构成“不仅不加以反驳,甚至还予以辩护”的递进句式。
