← 辛普里丘

亚里士多德《论灵魂》注释

§115.14-117.2

滋养的护持与生成作用以及向感觉的过渡

辛普里丘阐明滋养是灵魂护持基底并生成相似者的活动,解释了作为工具的滋养物(热量与食物)的双重性,并在总结营养论述后转向关于感觉通论的探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.73

" Καὶ γενέσεως δὲ ποιητικόν." Ὅτι καὶ κατ’ οὐσιώδη μεταβολὴν ἡ τροφὴ ἐντεῦθεν σαφές· γίνεται γάρ, εἰ καὶ μὴ τὸ τρεφόμενον (ἦν γὰρ καὶ πρότερον), ἀλλ’ ὅμοιον τῷ τρεφομένῳ. ἡ μὲν οὖν θρεπτικὴ τῆς ψυχῆς δύναμις σωστικῶς ἐνεργεῖ. παρασκευάζει δὲ αὐτὴν ἐνεργεῖν ἡ τροφή, οὐχ ὡς κινοῦσα τὴν ζωτικὴν δύναμιν, ἀλλ’ ὡς ὕλη ἐπιτηδεία πρὸς τὴν ἐνέργειαν παρακειμένη καθάπερ τὰ ξύλα τῷ τέκτονι· οὐ γὰρ ἄνευ μὲν τῆς τροφῆς, ἔνδοθεν δὲ ἐφ’ ἑαυτῆς ἐνεργεῖ ἡ ψυχή. διὸ τὸ τρέφον ἐστὶν ἡ πρώτη ψυχή, πρώτη οὖσα διὰ τὸ τοῖς σώμασι προσεχές, τρέφουσα δὲ ὡς τῆς ὅλης ἄρχουσα ἔνδον ἐνεργείας, δι’ ἣν καὶ τὸ τρεφόμενον τῷ ἔχειν αὐτὴν τρέφεται καὶ ἡ τροφὴ μεταβάλλεται καὶ προσκρίνεται καὶ εἰδοποιεῖται ὁμοίως τῷ τρεφομένῳ, ἡ αὐτὴ καὶ σώζουσα τὸ ὑποκείμενον καὶ αὔξουσα καὶ τοῦ ὁμοίου οὖσα γεννητική· τῷ γὰρ δύναμιν ἀτελεῖ διδόναι τῷ σπέρματι πρὸς τὴν τοῦ αὐτοῦ εἴδους ὑποδοχήν·1 καὶ τοῦτο τῆς τοιαύτης ψυχῆς τὸ ἄριστον ἔργον ὡς καὶ τῆς ἐνδεχομένης αἴτιον ἀιδιότητος.

“它也是生成的作因。” 滋养也依照实体性的转变进行,由下述可以明了:因为即使生成的不是受滋养者自身(因为它之前就已经存在了),但生成的却是一个与受滋养者相似之物。因此,灵魂的滋养能力发挥着护持性的实现活动。而滋养使它准备好进行实现活动,不是作为推动生命能力的推动者,而是作为为实现活动准备好并陈列在侧的适宜质料,犹如木料之于木匠;因为灵魂并非没有滋养,而是从内部依靠自身来进行实现活动。因此,养育者是第一灵魂,它之所以是第一,是因为它紧邻身体;它之所以是养育者,是因为它统摄着内部的全部实现活动,通过这种活动,受滋养者因具有它而受滋养,滋养物也发生转变、被附聚并被赋予与受滋养者相似的形相,同一灵魂不仅护持基底层,促其生长,而且也是相似者的生成因;因为[它通过]赋予不完全的种子以接受同一形相的能力[而做到这点];而这乃是此种灵魂的最优秀工作,因为它也是可能达到的永恒性的原因。

§2.74

"Ἔστι δὲ ᾧ τρέφεται διττόν." Ὅτι μὲν ἡ τροφή ἐστιν ᾧ τρέφεται σαφῶς προείρηται. ἐπεὶ δὲ πέττεσθαι δεῖ τὴν τροφὴν τῷ θερμῷ, οὐκ αὐτῷ ὄντι τῷ τρέφοντι προηγουμένως (προείρηται γὰρ ὡς ἡ ψυχὴ τὸ αἴτιον τῆς τροφῆς, τὸ δὲ πῦρ συναίτιον) τριῶν οὖν κατηριθμημένων, τοῦ τρέφοντος, τοῦ ᾧ τρέφεται καὶ τοῦ τρεφομένου, καὶ διττοῦ λεγομένου τοῦ ᾧ τρέφεται, τὸ θερμὸν ἐν τούτῳ τετάξεται. οὐχὶ οὖν θάτερον τὸ ᾧ τρέφεται ἀκουστέον τὴν ψυχήν· καὶ γὰρ καὶ τὰ παραδείγματα ἡ χεὶρ καὶ τὸ πηδάλιον μέσα τῆς ψυχῆς ὡς κινούσης καὶ ὡς κινουμένου τοῦ πλοίου. ἀλλ’ εἰ μέσα τὰ οἷς τρέφεται, ἥ τε τροφὴ καὶ τὸ θερμόν, πῶς οὐκ ἄμφω κινούμενα ὑπὸ τῆς θρεπτικῆς ζωῆς; καὶ γὰρ καὶ ἡ χεὶρ καὶ τὸ πηδάλιον ὑπὸ τῆς τοῦ κυβερνήτου ψυχῆς. διὰ τί οὖν τὸ μὲν λέγει κινεῖν, τὸ δὲ κινεῖν καὶ κινεῖσθαι; ἢ ἄμφω μὲν ὑπὸ τῆς θρεπτικῆς κινεῖται ζωῆς, ἀλλ’ ὡς ἐν αὐτοῖς τοῖς οἷς τρέφεται τὸ μὲν ἔσται κινητικόν, ὡς τὸ θερμὸν τὸ ἐν τῷ ζῶντι, θατέρου οἷον τοῦ σιτίου, τοῦτο δὲ κινούμενον μὲν ὑπὸ τοῦ θερμοῦ, κινοῦν δὲ τὸ τρεφόμενον ὡς προσεχῶς αὖξον καὶ σῶζον.

“借以受滋养者是双重的。” 滋养物就是借以受滋养者,这一点此前已明确说过。但是,既然滋养物必须由热量来消化,而热量本身并不是原初意义上的养育者(因为此前已说过灵魂是滋养的原因,而火是辅助原因),那么,在列举出三者——养育者、借以受滋养者和受滋养者——且借以受滋养者具有双重含义的情况下,热量就将被归入此类。因此,绝不能把借以受滋养者的另一项理解为灵魂;因为手和舵这两个例子也是处于作为推动者的灵魂与作为被推动者的船之间的中间物。但是,如果借以受滋养者,即滋养物和热量,都是中间物,它们怎么会不都是被滋养生命所推动的呢?因为手和舵也都是被舵手的灵魂[所推动]的。那么,他为什么说一者推动,而另一者既推动又被推动呢?难道不是说两者确实都由滋养生命所推动,但就这些借以受滋养者自身内部而言,一者将是推动另一者的,犹如活物体内的热量之于食物那样,而后者虽被热量所推动,却作为直接促使生长和护持者而推动受滋养者吗?

§2.75

"Τύπῳ μὲν οὖν ἡ τροφὴ τί ἐστιν εἴρηται." Ὅτι ἐναντία πως τῷ τρεφομένῳ οὖσα ἔτι ἄπεπτος, πεφθεῖσα δὲ ὁμοία, καὶ ὅτι ἀντίκειται ὡς τὸ πρός τι τῷ ἐμψύχῳ, ᾗ σώζεταί τε καὶ αὔξεται τὸ τρεφόμενον ἔμψυχον ὄν, καὶ ᾗ χρῆται εἰς τὸ ὅμοιον γεννῆσαι, ὑπὸ μὲν τῆς ψυχῆς προηγουμένης κινουμένη ὑπὸ δὲ τοῦ θερμοῦ πεσσομένη.

“因此,大体而言,滋养是什么已经被说明了。” 也就是说,当它尚且未被消化时,在某种意义上与受滋养者相反,而在消化后则与它相似;并且它作为相对者与具有灵魂者相对立,只要受滋养者作为具有灵魂者被护持并生长,并且只要它使用滋养物来生成相似者;它原初地由灵魂所推动,并由热量所消化。

§2.76

"Διασαφητέον δ’ ἐστὶν ὕστερον περὶ αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις." Τουτέστιν ἐν τῇ Περὶ ζῴων γενέσεως, εἰρηκὼς ἤδη καὶ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς.

“此后必须在固有的论述中对它予以阐明。” 这就是说,在《论动物的生成》中,并且他已经在《论生成与消灭》中论述过了。

§2.77

"Διωρισμένων δὲ τούτων λέγωμεν κοινῇ περὶ πάσης αἰσθήσεως." Μετὰ τὴν περὶ τῆς φυτικῆς θεωρίαν ψυχῆς ἐπὶ τὴν προσεχῶς αὐτῆς ἐπαναβεβηκυῖαν τὴν αἰσθητικὴν χωρεῖ καὶ χρήσεται μὲν τῷ προτέρῳ τρόπῳ τῆς διδασκαλίας, ἀρχόμενος, ὡς προεῖπον, ἐκ τῶν ἀντικειμένων καὶ διὰ μέσων τῶν ἐνεργειῶν ὡς τὴν οὐσίαν αὐτῆς παραπεμπόμενος.2 τέως δὲ τὰ πρὸς τὴν προκειμένην αὐτῷ θεωρίαν χρήσιμα προλαμβάνει. ἐπεὶ γὰρ ἐν τῷ πάσχειν ἡ αἴσθησις, ὡς φθάνει εἰρηκώς, ὅτε τὴν ψυχὴν κατὰ ποιότητα κινοῦσαν ἔφασκε τὸ σῶμα ὡς τῶν αἰσθήσεων ἀλλοιώσεων οὐσῶν, προδιορίζεται ὡς τὸ πάσχον ὑπό του δυνάμει μὲν ὅμοιον εἶναι βούλεται τῷ ποιοῦντι, οὐχὶ δὲ ἐνεργείᾳ ἐν τῷ πάσχειν, ἀλλ’ ἐν τῷ πεπονθέναι. καὶ ἐντεῦθεν ὅτι οὐκ ἄλλως οἵα τε ἐνεργεῖν, εἰ μὴ ὑπὸ τῶν ἔξωθεν κινουμένη, συμπεραίνεται. εἰ γὰρ παθεῖν δεῖ τὸ αἰσθανόμενον, οὐδὲν δὲ πάσχον ἐστὶν ὑπὸ τοῦ ὁμοίου οὐδὲ ἔτι μᾶλλον ὑφ’ ἑαυτοῦ, οὐδ’ ἂν ἡ αἴσθησις καθ’ ἑαυτὴν ἄνευ τοῦ ποιοῦντος3 ἐνεργοίη, ὡς πρὶν ἐκεῖνο ποιεῖν δυνάμει εἶναι ἀλλ’ οὐκ ἐνεργείᾳ τὸ αἰσθητικόν, γίνεσθαι δὲ ἐνεργείᾳ παρόντος τοῦ ποιοῦντος· διττοῦ δὲ ὄντος τοῦ ποιητικοῦ, τοῦ μὲν δυνάμει τοῦ δὲ ἐνεργείᾳ, ὡσαύτως ἔχειν καὶ τὴν αἴσθησιν καὶ τὸ αἰσθάνεσθαι, ποτὲ μὲν δυνάμει ποτὲ δὲ ἐνεργείᾳ. οὗτος μὲν οὖν ὁ ὅλος τοῦ προκειμένου σκοπός, τὰ δὲ κατὰ μέρος ὧδε διερμηνευτέον.

“在这些规定之后,让我们共同论述关于一切感觉。” 在关于植物性灵魂的考察之后,他进而探讨紧接其上的感觉性灵魂。而且他将采用前述的教学方式,如我之前所说,从对象出发,通过实现活动这一中间阶段,从而被引向关于其本质的认识。当下他预先掌握对摆在他面前的考察有用的论题。因为正如他此前说过的那样,当时他指出灵魂在性质上推动身体,因为感觉是变质,感觉在于受动,所以他预先规定:受某物作用者,意图在潜能上与作用者相似,不是在受动的过程中在现实上相似,而是在受动完成之后。由此便得出结论:若非被外部事物所推动,它绝不可能进行实现活动。因为如果感觉者必须受动,而没有什么是被相似者所作用的,更不是被自身所作用,那么在那个作用者施加作用之前,感觉能力只是潜能上的而非现实上的,而当作用者在场时才成为现实的,因此感觉绝不可能脱离作用者而独自进行实现活动;既然作用者是双重的,一者在潜能中,另一者在现实中,那么感觉和感觉活动也是如此,有时在潜能中,有时在现实中。因此,这就是摆在我们面前的论题的总体宗旨,而各细节部分则应作如下解释。

语法注3 条
  1. 2.73τῷ γὰρ δύναμιν ἀτελεῖ διδόναι τῷ σπέρματι πρὸς τὴν τοῦ αὐτοῦ εἴδους ὑποδοχήν

    带定冠词的与格不定式短语(τῷ ... διδόναι)用作工具或原因与格,解释前句中灵魂“也是相似者的生成因”(τοῦ ὁμοίου οὖσα γεννητική)的根据。形容词 ἀτελεῖ 修饰 τῷ σπέρματι,虽然在语序上被宾语 δύναμιν 隔开。

  2. 2.77ὡς τὴν οὐσίαν αὐτῆς παραπεμπόμενος

    此处 ὡς 用作支配宾格 τὴν οὐσίαν 的介词(相当于 εἰς/πρός,“向着其本质”),与现在分词 παραπεμπόμενος 构成表伴随状况的分词短语(“从而被引向其本质”)。中动/被动态的 παραπέμπομαι 在此借用其“被护送、被引导至目的地”的原义,指在教学进程中通过对象和实现活动被循序引导至对本质的认识。

  3. 2.77οὐδ’ ἂν ἡ αἴσθησις καθ’ ἑαυτὴν ἄνευ τοῦ ποιοῦντος ἐνεργοίη, ὡς πρὶν ἐκεῖνο ποιεῖν δυνάμει εἶναι ἀλλ’ οὐκ ἐνεργείᾳ τὸ αἰσθητικόν, γίνεσθαι δὲ ἐνεργείᾳ παρόντος τοῦ ποιοῦντος

    在接续条件句(εἰ γὰρ παθεῖν δεῖ...)的带潜在希求语气的主句(οὐδ’ ἂν ... ἐνεργοίη)之后,ὡς 引导了宾格加不定式结构(εἶναι ... τὸ αἰσθητικόν, γίνεσθαι δέ),进一步阐明感觉不能单独进行活动的理由,即感觉能力在作用者施加作用之前处于潜能状态。πρὶν ἐκεῖνο ποιεῖν 是带不定式的时间从句(“在那个作用者施加作用之前”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:115.14-117.2